IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.84Imp. Isaacii Angeli de nuptiis septimi gradus. (Α. 1186.)

Abrir no leitor do IusCommune →

0

pr.Κατὰ τὴν δ΄ ἰνδ. τοῦ σχεδ΄ ἔτους πρόσταξις γέγονε τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως κυροῦ ἰσαακίου τοῦ ἀγγέλου, πατριαρχεύοντος τοῦ καματηροῦ κυρίου βασιλείου, διοριζομένη μὴ προκριματίζεσθαι ἐκ τῶν ῥηθεισῶν πράξεων τὸν μετὰ τὴν ποίησιν αὐτῶν συστάντα γάμον μέσον τῶν πανευτυχεστάτων καισάρων, ἤγουν τοῦ καντακουζηνοῦ κυρίου ἰωάννου καὶ τῆς αὐταδέλφης τοῦ βασιλέως τῆς κυρίας εἰρήνης, καὶ εἰς ζ΄ βαθμὸν ἐξ αἵματος ἀναγόμενον, ἀλλ᾽ ὅσον τὸ εἰς αὐτοὺς καὶ μόνους ἀπρακτῆσαι τὰ παρὰ τῆς συνόδου καὶ τοῦ βασιλέως κυρίου μανουὴλ διορισθέντα χάριν τοῦ τοιούτου γάμου· καὶ ἐδέχθη παρὰ τῆς συνόδου.