IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.86Imp. Isaacii Angeli ut tondeantur electorum pontificum uxores. (A. 1187.)

Τὸ γεγονὸς σημείωμα παρὰ τοῦ ἀοιδίμου βασιλέως κυρίου ἰσαακίου τοῦ ἀγγέλου περὶ τοῦ ἀποκείρεσθαι τὰς των ὑποψηφίων ἀρχιερέων γυναῖκας, ἀπολυθέν κατὰ τὴν κ ' τοῦ σεπτεμβρίου μηνὸς ἡμέρᾳ τετάρτῃ ἐπινεμήσεως πέμπτης.

Abrir no leitor do IusCommune →

0

pr.Ἡ ἔννομος τοῦ βασιλέως ἀπόφασις οὐκ ἀκίνδυνος τοῖς παρανομοῦσι φανήσεται· ὡς γὰρ ὄμφακες ὀδοῦσι καὶ καπνὸς ὄμμασι βλαβερὸν, οὕτω καὶ παρανομία τοῖς χρωμένοις αὐτῇ. πρὸς τί δέ μοι καὶ ἀφορᾷ τὸ τοῦ λόγου προαύλιον; ὁ ἱερώτατος μητροπολίτης κυζίκου καὶ τὴν σήμερον εὑρίσκων τὴν βασιλείαν μου θεμιστεύουσαν, συνεδριαζόντων αὐτῇ τοῦ τε ἁγιωτάτου μου δεσπότου καὶ οἰκουμενικοῦ πατριάρχου, καὶ τῶν ἑτέρων ἁγιωτάτων πατριαρχῶν, τοῦ θεουπόλεως ἀντιοχείας καὶ τοῦ ἱεροσολύμων, μηδὲ τῶν ἐν τῇ μεγάλῃ πόλει ἐνδημούντων ἱερωτάτων ἀρχιερέων ἀπολιμπανομένων, ὧν τὸ πρὸς ὄνομα διαληφθήσεται κάτωθεν, προέθετο· ὅτι τινὲς τῶν εἰς μητροπόλεις ἢ ἀρχιεπισκοπὰς ψηφισθέντων καὶ χειροτονουμένων πρὸ τῆς χειροτονίας ἔχοντες γαμετὰς, αὐτοὶ μὲν τὸ καταξιωθῆναι τοῦ χρίσματος τῆς ἀρχιερωσύνης οὐκ ἀπηνήναντο· αἱ δὲ σύνοικοι τούτων τὸν αὐτὸν καὶ πάλιν κοσμικώτερον σχηματισμὸν ἀμφιέννυνται, ἀνυποστόλως ταῖς οἰκίαις ἐνδιατρίβουσαι ἐν αἷς κατῴκουν τὸ πρότερον, καὶ οὔτε γυναικείοις μοναστηρίοις εἰσήχθησαν, ἀλλ᾽ οὐδὲ τῷ θεῷ ἑαυτὰς ἀφιέρωσαν καὶ τὸν μονήρη βίον ἠσπάσαντο· καὶ ταῦτα τῶν ἱερῶν καὶ θείων κανόνων ῥητῶς ἐγκελευομένων, τοὺς χειροτονηθέντας ἀρχιερεῖς ἐκ παντὸς τρόπου τῶν πρὸ τῆς χειροτονίας συζευχθεισῶν αὐτοῖς ἀπέχεσθαι νομίμων γαμετῶν, ὅτι μὴ ἐξ ἐπιτάγματος, ἀλλ᾽ αὐθαιρέτῳ γνώμῃ ἕκαστον τῶν τοιούτων προσώπων εἰς ἐκκλησίαν ψηφισθὲν ἢ τὴν ἀποχὴν καὶ τὸ ἀγάμετον οἰκειώσαιτ᾽ ἂν διὰ τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα, ἢ τὴν ἀμίαντον συνάφειαν διὰ τὸ τοῦ γάμου προέλοιτο τίμιον. καὶ ταῦτα λέγων καὶ κανόνων διαφό· ρων ἐμέμνητο, ὧν καὶ εἷς ὁ μὴ ἦν τῆς ς ' συνόδου ταυτὶ κατὰ ῥῆμα διαλαμβάνων· „ἡ τοῦ πρὸς ἐπισκοπῆς προεδρίαν ἀναγο„μένου γυνὴ, κατὰ κοινὴν συμφωνίαν τοῦ ἰδίου ἀνδρὸς προδια„ζευχθεῖσα, μετὰ τὴν ἐπ᾿ αὐτῷ τῆς ἐπισκοπῆς χειροτονίαν ἐν „μοναστηρίῳ εἰσίτω, πόῤῥω τῆς τοῦ ἐπισκοπείου καταγωγῆς „ᾠκοδομημένῳ, καὶ τῆς τοῦ ἐπισκόπου προνοίας ἀπολαυέτω. „εἰ δὲ καὶ ἀξία φανείη, πρὸς τὸ τῆς διακονίας ἀναβιβαζέσθω „ἀξίωμα. ἀναγνωσθέντος οὖν τοῦ τοιούτου κανόνος ἡ βασιλεία μου μέγιστα τὰ ἐν τοῖς ἀνθρώποις δῶρα θεοῦ παρὰ τῆς ἄνωθεν φιλανθρωπίας γινώσκουσα καὶ τὸ τῆς βασιλείας καὶ τὸ τῆς ἱερωσύνης θεόσδοτον χρίσμα καὶ ἀξίωμα ἐκ μιᾶς τῆς αὐτῆς ἀεννάου πηγῆς ἑκάτερα προϊόντα καὶ τὸν ἀνθρώπινον βίον κατακοσμοῦντά τε καὶ πιαίνοντα, καὶ μηδὲν οὕτω περισπούδαστον ἔχουσα ὡς τὴν τῶν ἱερέων σεμνότητα, οἱ τινες χεῖρας ἐγκαταστάντες τῇ βασιλείῳ καὶ θείᾳ περιωπῇ ὑπὲρ παντὸς τοῦ φιλοχρίστου πληρώματος τὸν θεὸν ἱκετεύουσι καὶ ὡς ἱεραί τινες ἄγκυραι τὸ τῆς βασιλικῆς ἐπικρατείας ἐρείδουσιν, ἐπὰν καὶ μάθοι τοὺς κανόνας παραθεωρεῖσθαι καὶ παραθραύεσθαι ἐπὶ τῆς εὐνομίας καὶ ταῦτα τοῦ κράτους ἡμῶν, ὡς καὶ ἔτι μὴ διαζευχθέντων τῶν χειροτονηθέντων ἀρχιερέων, ἀλλὰ καὶ συνοικεῖν ἀνεχομένων ταῖς αὐτῶν γαμεταῖς, οὐ μικρῶς ἔπαθε τὴν ψυχήν.

1

pr.Ταῦτά τοι καὶ στυγνόν τι καὶ ἄχαρι τῷ θεοφιλεστάτῳ χαρτοφύλακι προσβλεψαμένη ἡ βασιλεία μου παρ'᾽ αὐτὰ διωρίσατο, προτρεψαμένων τοῦτο καὶ τῶν ἁγιωτάτων πατριαρχῶν, ἐν γυναικείοις μοναστηρίοις ἀνυπερθέτως εἰσαγαγεῖν τὰς πρὸ τῆς χειροτονίας συναφθείσας γαμετὰς τοῖς χειροτονηθεῖσιν ἀρχιερεῦσι, πόῤῥω τῆς τῶν ἀρχιερέων ᾠκοδομημένοις καταμονῆς, καὶ ἀποκείρεσθαι ταύτας, καὶ κανονικῶς κατὰ μοναχὰς διάγειν ἑκάστην αὐτῶν ἐν ᾗ μονῇ καὶ τὴν τρίχα ἀπέθετο· ἢ μὴ βουλομένων τῶν γυναικῶν ἑκουσίως τὴν ἀπόκαρσιν δέξασθαι, τοὺς πρὸ τῆς χειροτονίας συναφθέντας αὐταῖς ἀπογεγυμνωμένους εἶναι τοῦ ἀρχιερατικοῦ θρόνου καὶ ἀξιώματος, καὶ ἑτέρους ἀντ᾽ αὐτῶν ἐπὶ ταῖς λαχούσαις αὐτοὺς ψηφίζεσθαι· καὶ τὸ ἀπὸ τοῦδε μὴ ἄλλως χειροτονεῖσθαι τὸν πρὸ τῆς χειροτονίας νόμιμον ἔχοντα γαμετὴν, εἰ μὴ διαζευχθεῖεν ἑκάτεροι, κατὰ κοινὴν τῶν συνεύνων ἔγγραφον συμφωνίαν τε καὶ ἀρέσκειαν, καὶ ἡ γυνὴ τὸν μονήρη βίον ἀσπάσεται· καὶ οὕτω τὰ τῆς χειροτονίας προβαίνειν κατὰ τοὺς ἱεροὺς καὶ θείους κανόνας ἀσκανδάλιστα καὶ ἀπρόσκοπα, καὶ μώμου παντὸς ἀπεξενωμένα τῆς ἱερατικῆς καταστάσεως. Ἦσαν δὲ τῷ βήματι τῆς βασιλείας μου ἐπὶ τούτοις συνεδριάζοντες ἀρχιερεῖς· ὁ καισαρείας, ὁ ἐφέσου, ὁ κυζίκου, καὶ ἕτεροι οὐκ ὀλίγοι.