JGR III 4.75Imp. Manuelis Comneni de episcopis Constantinopoli versantibus '. (Α. 1174.)
Τὸ δὲ καθαιρεῖσθαι τοὺς ἐπέκεινα χρόνου κατὰ τὴν τοιαύτην ρκγ ' νεαρὰν, ἢ ἐπέκεινα ἑξαμήνου κατὰ τὸν ις ' κανόνα τῆς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων συστάσης α΄ καὶ β΄ συνόδου διατρίβοντας ἐπισκόπους εἰς κωνσταντινούπολιν χωρὶς εὐλόγου αἰτίας, ἀνῃρέθη διὰ προστάξεως τοῦ ἀοιδίμου βασιλέως κυροῦ μανουὴλ τοῦ κομνηνοῦ, ἀπολυθείσης κατὰ μῆνα σεπτέμβριον ἰνδ. ζ΄, καὶ διοριζομένης ταῦτα ῥητῶς·
Abrir no leitor do IusCommune →0
pr.Ταῦτα τοίνυν ἀναλογισαμένη ἡ βασιλεία μου πρὸς τὴν παροῦσαν ἐλθεῖν οἰκονομίαν ἠναγκάσθη καὶ ἄκουσα, καὶ θε σπίζει διὰ τοῦ παρόντος αὐτῆς προστάγματος μὴ πλείονα τοῦ παρά τε τῶν φιλευσεβῶν νόμων καὶ τῶν θείων κανόνων ὑφαπλωθέντος καιροῦ τοῖς ἱερωτάτοις ἀρχιερεῦσιν ἐνδιατρίβειν δίχα τινὸς ἀπαραιτήτου ἐμποδισμοῦ ἐν τῇ μεγαλοπόλει καὶ προφανοῦς εὐλόγου προφάσεως, ἢ μὴν καὶ ἄκοντες τῆς μεγαλοπόλεως ἐκβληθήσονται. ἡ μέντοιγε ἐν τῇ μεγαλοπόλει εἰσέλευσις αὐτῶν ὀφείλει γίνεσθαι κατὰ τὴν ἔκπαλαι κανονικῶς καὶ νομίμως κρατήσασαν συνήθειαν.