IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.76Imp. Manuelis Comneni de tomo P. Sisinnii. (A. 1145 vel 1160 vel 1175.)

᾿Απελύθη θέσπισμα νεαρὸν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως κατὰ μῆνα ἰούνιον ἰνδ. ή΄, ταῦτα περὶ τὸ τέλος διεξιόν·

Abrir no leitor do IusCommune →

0

pr.Ὡς ἂν οὖν καὶ ἀμφότερα καλῶς περιφυλαχθῶσι καὶ σεβασθῶσιν, ἥ τε μεγαλειότης τῶν βασιλικῶν τε καὶ ἀρχιερατικῶν διαταγμάτων καὶ ἡ τῶν νόμων καὶ ἡ τῶν κανόνων ἀκρίβεια, μήτε παντελῶς δοτέον τῷ τόμῳ τούτῳ τὴν λύσιν, μήτε πάντη ἐπιτρεπτέον αὐτῷ καὶ αὖθις τὸ ἐνεργόν· ἀλλὰ τὴν μέσον βαδιστέον (ὅ φασι) καὶ βασιλικὴν, καὶ ἄμφω συντηρητέον, τό τε περὶ τὸν τομογράφον ἐκεῖνον ἀρχιερέα σέβας καὶ τοὺς ἐπιμνησθέντας τοῦ τόμου αὐτοῦ βασιλεῖς, καὶ τὸ μηδένα τοῖς νόμοις ἀπᾷδον καὶ τοῖς κανόσι προτρέψασθαι, ὅπερ ὁ τοιοῦτος τόμος εἰσήνεγκε. χρὴ γὰρ τὸ ἀπὸ τοῦ τοιούτου τόμου εἰσενηνεγμένον συνάλλαγμα, ἤδη μὴν συντελεσθὲν καὶ πρὸ ἐρωτήσεως, μὴ διασπᾶσθαι, ἐπιτιμίοις δὲ τοὺς οὕτως εἰς γάμον ἁρμοσθέντας βαρύνεσθαι, κατὰ τὴν κρίσιν καὶ δοκιμασίαν τοῦ κατὰ τόπον ἀρχιερέως, καὶ συντηρεῖσθαι τούτοις τὸ συνοικέσιον· φθάσαν δὲ πεσεῖν εἰς ἐρώτησιν, μὴ ἐνδίδοσθαι χωρὶς τῶν ἀνηκόντων ἐπιτιμίων καὶ ἐντολῶν, δι ὃ σέβας ἄνωθεν εἴρηται, μηδὲ ἀδεῶς καὶ ἀνυποστόλως καὶ ἀναιτίως τοῖς ἐρωτήσασιν ἐπιτρέπεσθαι, ἀλλὰ μετὰ ἐντολῆς, μᾶλλον δὲ καὶ ἀνάμνησιν τοῦ ῥηθέντος τόμου παρὰ τῆς ἐκκλησίας λαμβάνειν αὐτοὺς καὶ τῶν ἐν αὐτῷ διαταττομένων. καὶ εἰ μὲν τὸ θέσπισμα τιμᾶν προαιρούμενοι καὶ τὰ ἐν αὐτῷ διειλημμένα φυλάττειν ἀπαρασάλευτα βούλοιντο, ἐπαινετέοι πάντως εἰσίν· εἰ δὲ τὸ παρ᾽ αὐτοῦ κεκωλυμένον διαπράττεσθαι προαιροῖντο, ἐκχωρηθήσονται μὲν τοῦτο ποιεῖν, πλὴν ὅμως τοῖς προσήκουσιν ἐπιτιμίοις καθυπαγόμενοι.