IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.74Imp. Manuelis Comneni de his, qui adversarios suos vexare machinantur eo, quod causam ab imperatore dijudicari et decidi desiderant. (A. 1170.)

Ἑτέρα τοῦ αὐτοῦ λίαν ὠφέλιμος περὶ τῶν συντρίβειν τοὺς ἑαυτῶν ἀντιδίκους μηχανωμένων, τῷ βούλεσθαι δῆθεν κριθῆναι καὶ τμηθῆναι τὴν ὑπόθεσιν παρὰ βασιλέως.

Abrir no leitor do IusCommune →

0

pr.Παρὰ πολλῶν ὀχληθεῖσα ἡ βασιλεία μου ἀνέμαθεν, ὡς οἱ πλείους τῶν ἑλκομένων εἰς δικαστήρια, συντρίβειν τοὺς ἑαυτῶν ἀντιδίκους βουλόμενοι καὶ περὶ τούτου΄ πᾶσαν εἰσφέροντες μηχανὴν, σοφιστικῶς καὶ ταύτην εὗρον τὴν μέθοδον· ἑλκόμενοι γὰρ ἐπὶ τὰ δικαστήρια, κἀκεῖθεν λιβέλλους ἐπὶ ταῖς κινουμέναις δίκαις λαμβάνοντες· τὸν τῆς δίκης ὑπεκκλίνειν ἀγῶνα πειρῶνται διὰ τῆς εἰς τὴν βασιλείαν μου προσενέξεως, λύσεις τοῦ κράτους ἡμῶν ποριζόμενοι, ἐπιτρεπούσας τῷ ἀκολούθῳ τούτους εἰσάγειν μετὰ τῶν ἀντιδικούντων αὐτοῖς ἐπὶ τὸ βῆμα τῆς βασιλείας μου, κἀντεῦθεν εἰς ὑπερθέσεις χωροῦσι πολλὰς καὶ διακενῆς ἐπὶ χρόνον μακρὸν τοὺς κατ᾿ αὐτῶν συνιστῶντας τὸ δικαστήριον κατατρίβουσιν.

1

pr.Ὅπερ ἵνα μὴ γίνηται μηδὲ διὰ πονηρᾶς μεθόδου τὸ δικαστήριον παρὰ τῶν κακοτέχνων κατασοφίζηται, διορίζεται πᾶσιν ὑμῖν τοῖς τῶν δικαστηρίων προεστηκόσιν ' ἡ βασιλεία μου, μηκέτι τὸ ἀπὸ τοῦδε οἱᾳδήτινι προσέχειν ἀντιγραφῇ κωλυούσῃ τινὰ τῶν δικαστῶν τὴν ἐπ᾿ αὐτὸν καταπεμφθεῖσαν δίκην γυμνάζειν, κἂν διὰ κινναβάρεως ὑποσεσημασμένη τυγχάνῃ κἂν τὴν κηρόβουλλον σφραγίδα ἐπιφέρηται· ἀλλὰ μετὰ τὴν τοῦ λιβέλλου δόσιν, εἰ μὲν ἐντὸς κ ' ἡμερῶν τῆς διασκέψεως ὁ ἐπὶ τὸ δικαστήριον ἑλκόμενος λύσιν τῆς βασιλείας μου πορίσεται καὶ ἕτερον δικαστὴν τῷ ἐφ᾽ ὃν πρότερον παρεπέμφθη ἡ δίκη παραζευγνύουσαν, συνιέναι τοὺς ὁρισθέντας κακὰ ταὐτὸν δικαστὰς καὶ τὴν τομὴν ἐπάγειν τοῖς ἀμφιβόλοις ἔννομον· εἰ δ᾽ ὁ τῶν κ΄ ἡμερῶν παραδράμῃ χρόνος, μήτε συνδικαστὴν ἕτερον παραδέχεσθαι, ὅτι καὶ τῷ νόμῳ τοῦτο δοκεῖ, μήτε μὴν προφάσει τοῦ ἐπὶ τὸ τῆς βασιλείας μου βῆμα ὁρισθῆναι ἴσως ἐσύστερον τὴν δίκην εἰσαγώγιμον ἐμποδίζεσθαι ὅλως εἰς τὴν διάγνωσιν, ἀλλὰ τέμνειν τὴν καταπεμφθεῖσαν τούτῳ ἀμφιβολίαν κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν, μὴ ἀποκλειομένου πάντως τῷ δικαζομένῳ τοῦ τῆς ἐκκλήτου δικαστηρίου, εἴγε βεβλάφθαι οἴεται. καὶ τοῦτο πάντες ὑμεῖς γινώσκοντες οἱ δικάζοντες σπεύδετε τὰς ἀνατεθειμένας ὑμῖν δίκας τηρεῖν, καὶ πέρας ταύταις ἐπάγειν ἔννομον. οὐ βούλεται γὰρ ἡ βασιλεία μου μετά το παραπεμφθῆναι ὅλως τινὶ τῶν δικαστῶν ὑπόθεσιν κατὰ πρόσταξιν αὐτῆς ἐξ οἱασδήτινος μεταγενεστέρας γραφῆς, ἐπιτρεπούσης εἰς τὴν βασιλείαν μου εἰσαχθῆναι τὴν δίκην, τὴν διάγνωσιν ἐμποδίζεσθαι· ἀλλὰ προβαίνειν ταύτην ἕως ταύτης ἀνυποστόλως παρὰ τῷ αὐτῷ δικαστῇ ἢ τοῖς (ὡς ἀνωτέρω εἴρηται) διδομένοις τούτῳ συνδικασταῖς, ἐντὸς δηλαδὴ τῆς τῶν κ ' ἡμερῶν διασκέψεως. μετὰ δέ γε τὴν τῆς δίκης περαίωσιν τῷ ἀδικηθῆναι ἴσως οἰομένῳ ἐπ᾿ ἀδείας εἶναι, ἢ ἕτερον· ἐπικαλέσασθαι κατ᾿ ἔκκλητον δικαστὴν ἢ τὴν τοῦ κράτους ἡμῶν ζητῆσαι ἀκρόασιν.