IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.70Imp. Manuelis Comneni edictum de controversia, quatenus pater major Christo sit '. (Α. 1166.)

Abrir no leitor do IusCommune →

0

pr.Μανουὴλ ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλευς δ πορφυρογέννητος, ῥωμαίων αὐτοκράτωρ εὐσεβέστατος, ἀεισέβαστος, αὔγουστος, ἰσαυρικός, κιλικικός, [ἀρμενικὸς], δαλματικὸς, οὐγγρικὸς, βοσεντικός, χροβατικός, λαζικὸς, ἰβηρικός, βουλγαρικός, σερβικὸς, ζηκχικὸς, ἀζαρικὸς, γοτθικός, θεοκυβέρνητος κληρονόμος τοῦ στέμματος τοῦ μεγάλου κωνσταντίνου καὶ ψυχῇ νεμόμενος πάντα τὰ τούτου δίκαια ὡς τινων ἀποστατησάντων τοῦ κράτους ἡμῶν, τοῖς τοῦ φιλοχρίστου ἡμῶν παντὸς λαοῦ, τῆς τε θεοφυλάκτου ἡμῶν βασιλίδος πόλεως, ἔτι δὲ καὶ πᾶσι τοῖς τῶν ὑπὸ τὴν τῆς ἡμετέρας βασιλείας ἐξουσίαν χωρῶν, ἠπειρωτικῶν τε καὶ θαλασσίων, οἰκήτορσιν. Εἰ μακαρίζει πέτρον χριστὸς τὸν ἐν ἀποστόλοις κορυφαιότατον, ἐπεὶ προφθάνει πάντας τῷ διαπύρῳ τῆς ἀγαπήσεως, καὶ τοῦτον εἶναι τὸν χριστὸν διατείνεται τὸν τοῦ θεοῦ ζῶντος υἱὸν, ἅτε παρὰ τοῦ πατρὸς ἀποκαλυφθεὶς τὸ κατ᾿ ἐκεῖνον μυστήριον, τί δήποτ᾽ ἂν ἕτερον εἴη μακαριστότερον καὶ τῷ κυρίῳ εὐαρεστότερον τοῦ τῆς εὐσεβείας ὀρθοδοξαστικῶς τὴν ἀποστολικὴν ἐκκλησίαν ἀντέχεσθαι καὶ μὴ παρὰ τῶν τοῦ ᾅδου πυλῶν κατισχύσασθαι; ἅστινας δὴ τὰς πύλας ταύτας ὑποληπτέον τοὺς μὴ παρὰ τὴν ταύτης πύλην εἰσιόντας δ᾽ αὐτοῦ χριστοῦ τῆς ἀσφραγίστου θύρας, ἐπεὶ καὶ πᾶσι τοῖς ἐρχομένοις· ἄνετος πρόκειται. ἐπὶ ταύτην τὴν πρὸς θεὸν εἰλικρινεστάτην εὐσέβειαν ὡς ἐπὶ πέτραν ἀῤῥαγεστάτην ἡ θεόθεν ἡμῶν βασιλεία τὸν ἑαυτῆς θεμέλιον προσεδράζουσα καὶ ταύτῃ προσεποικοδομεῖσθαι τὸ ὑπήκοον ἅπαν σπουδάζουσα, μυρίαν ὅτι τὴν περὶ τούτου φροντίδα διηνεκῶς ἐπιδείκνυται. οἴδαμεν γὰρ ἀκριβῶς, ὡς εἰ καὶ βασιλεύειν τῶν ἐπὶ τῆς γῆς θεὸς ἑκάστων· ἐπηυδόκησεν, ἀλλ᾽ οὖν ἐκεῖθεν βασιλευόμεθα· καὶ ὥσπερ παρὰ τῶν ὑπὸ χεῖρα λαμβάνειν πίστιν ἀνεπιμώμητον τῶν ἐξ ἀνάγκης εἶναι τιθέμεθα, οὕτω καὶ προεισφέρειν θεῷ τῷ βασιλεύειν ἡμᾶς προορίσαντι τὴν ἀπαράκλιτον πίστιν παρὰ τοῦ δικαίου προσαπαιτούμεθα, καὶ δεῖν εἶναι σολομῶντι πείθεσθαι λογιζόμεθα τῶν πραγμάτων [ἑκάστῳ] τὸν πρόσφορον καιρὸν ἀφορίζοντι. ἐντεῦθεν καὶ ποτὲ μὲν τοῦ εἰρηνικοῦ χριστοῦ πλὴν ἀλλ᾽ ἐπικαιρότατα λέγοντος οὐκ ἦλθον ἐπὶ τὴν γῆν εἰρήνην βαλεῖν ἀλλὰ μάχαιραν, οὐδὲ ἡ γαληνότης ἡμῶν εἰρηνεύειν ἀνείχετο οὐδ᾽ ἐν ἀταράχῳ μένειν, ὁπότε παρεμβολή διαφωνούντων τοῖς περὶ θεοῦ θεσμοῖς ἀναφαίνεται, ἀλλὰ καὶ τὴν μάχαιραν αἴρειν τοῦ πνεύματος, τὴν διαιροῦσαν τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, τὰ θεῖα προβεβλημένη νοήματα, καὶ δι αὐτῶν διχοτομοῦσα πᾶν ὅσον τῆς ἐκκλησίας ἔκφυλον νόημα· ποτὲ δὲ μετὰ τοῦ αὐτοῦ χριστοῦ, τοῦ κατὰ καιρὸν αὖθις τὴν οἰκείαν εἰρήνην βραβεύοντος καὶ εἰρηνεύειν ἐν ἑαυτοῖς καὶ πᾶσι κελεύοντος καὶ τὰ τῶν εἰρηνοποιῶν μακαρίζοντος, ἀποστρέφει μὲν τὴν λογικὴν ῥομφαίαν εἰς τὰ ὀπίσω, ἤδη τὰς τῶν ἀντιλεγόντων διελθοῦσαν καρδίας καὶ τοὺς οὐκ ἀνεπισφαλεῖς λογισμοὺς εἰς μέσον ἀνακαλύψασαν, τὸν δὲ τῆς ἔχθρας φραγμὸν καθαιρεῖ καὶ τὸ τῆς ἀντιλογίας καταστρέφει μεσότοιχον, καὶ μετὰ τῆς ἀσματιζούσης τάξατέ φησιν ἀγάπην ἐπὶ τοῖς μέχρι νῦν ἀντερίζουσιν. οὕτω δὴ καὶ νῦν ἐπὶ τοῖς παρεμπεσοῦσιν ἡ εὐσεβὴς ἡμῶν βασιλεία προσιδεῖν ἤρξατο.

1

pr.Ἐζητεῖτο μὲν γὰρ περὶ τῆς ἐν τῷ ἱερογράφῳ εὐαγγελίῳ φωνῆς τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ, ἣν τοῖς μαθηταῖς προσεφθέγξατο κατὰ τὴν τοῦ πάθους νύκτα λέγων πρὸς τὸν πατέρα πορεύεσθαι, ὡς ὀφείλειν διὰ τοῦτο χαίρειν μᾶλλον αὐτοὺς, ὅτι, φησὶ, πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατήρ μου μείζων μου ἐστίν· ἡ δὲ ζήτησις, ὅπως ἢ κατὰ τίνα τὴν διασάφησιν μείζων τοῦ λέγοντος χριστοῦ ὁ πατὴρ ἐκλαμβάνεται. ἐνταῦθα κατὰ τὴν μωσαϊκὴν ἐκείνην ῥάβδον τοῦτο τὸ πρόβλημα μικροῦ δεῖν διχῆ διατέμνειν ἔμελλε θεοῦ τῆς ἐκκλησίας τὴν θάλασσαν, πρὸς ἣν οἱ ζωγρηταὶ τῶν ἀνθρώπων ἁλιεῖς τὰ δίκτυα τοῦ λόγου χαλάσαντες τὴν ἐθνικὴν μερίδα συμπαρελέξαντο· ὡς καὶ ἐδόκει ἵστασθαι τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων, ὡς ἀλλήλοις πάντων ἀντιλεγόντων περὶ τῆς τοῦ ῥητοῦ ἐξηγήσεως. οἱ μὲν γάρ τισι τῶν γραφικῶν ἀποχρώμενοι χρήσεων, μόνῳ τῷ αἰτίῳ τῆς ἀχρόνου καὶ ἀνωτάτω γεννήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τὴν ἐξήγησιν ταύτησι τῆς φωνῆς περιέγραφον, καὶ συγχωρεῖν οὐκ ἤθελον καὶ ὡς σαρκοφόρου τοῦ κυρίου κατὰ τὴν κάτω γέννησιν χρηματίσαντος τὴν ῥῆσιν ταύτην λογίζεσθαι· ὡς ἐντεῦθεν καινήν τινα τὴν ἕνωσιν τῶν τοῦ χριστοῦ φύσεων καὶ μὴ κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν ἀναφαίνεσθαι, καὶ ταὐτὸν εἶναι νομίζεσθαι ὑποστάσεώς τε τὸ ἑνιαῖον περιαθρεῖν καὶ τὴν ἀσύγχυτον κράσιν τῶν ἐν χριστῷ ἡνωμένων ἀτρέπτως φύσεων, καὶ διὰ ταῦτα κινδυνεύειν τὰς τῶν μονοφυσιτῶν δυσφημίας οἷον ἀνακαινίζεσθαι. ἦσαν δὲ οἳ κατὰ μόνον τὸν τῆς κενώσεως εἴτουν συγκαταβάσεως τρόπον εἰρῆσθαι μείζονα τοῦ υἱοῦ τὸν πατέρα διενοοῦντο, ὡς τῇ τοῦ μονογενοῦς ὑποστάσει κατὰ τὴν θείαν αὐτοῦ φύσιν πάντως προσάπτεσθαι τὸ λεγόμενον· οὗτος γὰρ ἑαυτὸν κεκένωκεν ἄσαρκος ὢν, καὶ τὴν ἁγνὴν ὑπέδυ μήτραν τῆς θεομήτορος, τῶν μέντοι πατρικῶν οὐκ ἀπέστη κόλπων, ὅλος ὢν ἀχωριστος τοῦ γεννήτορος. οἱ δὲ προσώπῳ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως τοῦτο ῥηθῆναι παρὰ τοῦ κυρίου ἐτίθεντο, ὥστε μονονουχὶ φαντασιώδη τὴν οἰκονομίαν τῆς μετὰ σαρκὸς ἀναστροφῆς αὐτοῦ ἐπὶ τῆς γῆς εἰκονίζεσθαι. ἔνιοι δὲ καὶ τῆς σαρκὸς μὲν τοῦ κυρίου τὴν τοιαύτην φωνὴν περιέγραφον, πλὴν ἀλλ᾽ ὁπότε κατὰ ψιλὴν ἀποδιαίρεσιν σάρξ αὕτη νοεῖται, ξένη τῆς προσλαβομένης ταύτην θεότητος, ὥσπερ τυχὸν ἡ τῆς ἡμῶν ἑκάστου σαρκὸς ὑπόστασις, πρὸς ἣν οὐδαμῶς οὐδεμία τῆς θεότητος ἕνωσις· ὃν δὴ τρόπων [καὶ] ἡ δουλεία καὶ ἡ ἄγνοια ταύτῃ προσάπτεται, ἡνίκα ψιλαῖς τοῦ νοῦ φαντασίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου διέλωμεν κατὰ τὸν δαμασκόθεν σοφόν· κατὰ γὰρ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν ἀδιάσπαστον ἕνωσιν οὔτε δούλη οὔτε ἀγνοοῦσα λεχθήσεται· καὶ οὕτω καὶ πρὸς αὐτοὺς διαφωνοῦντες οὗτοι ἐδείκνυντο· οἱ δὲ ἑτέρωθεν αὐτοῖς ἀντικαθιστάμενοι ᾔδεσαν μὲν καί τινας τῶν πνευματοφόρων τῆς τοῦ θεοῦ ἐκκλησίας πατέρων καὶ διδασκάλων τὴν τοῦ κυρίου ταύτην φωνὴν ἑρμηνεύσαντας καὶ κατὰ τὸ αἴτιον τῆς ἀκαταλήπτου πρώτης γεννήσεως, ἀλλ᾽ οὖν ὁπότε κατὰ τῶν ἐρεσχελούντων κατ᾿ οὐσίαν διαφέρειν τοῦ υἱοῦ τὸν πατέρα τὰς ἀντιῤῥήσεις πεποίηντο τῇ τοῦ μείζονος φωνῇ κατὰ πάντα χρωμένων καὶ ὑπόβασιν ἐν ἀμφοτέροις κατὰ τὴν φύσιν εἰσαγόντων καὶ ἑτερότητα, οὐ μὴν δὲ κατὰ τοῦτο καὶ μόνον ἐκλαμβάνεσθαι τὴν τοιαύτην φωνὴν προσεπάγοντας. ἡνίκα γὰρ οὐ πρὸς τοιούτους ἦσαν αἱ ἀντιθέσεις καὶ τὰ παλαίσματα, περὶ δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ τῶν φυσικῶν ἰδιοτήτων καὶ διαφορῶν ἐδογμάτιζον, ἑκάστῃ τῶν φύσεων τὰς προσφόρους ῥήσεις ἀπένεμον, τὰς μὲν ὑψηλοτάτας καὶ ὑπερκειμένας τῇ τοῦ χριστοῦ θεότητι ὡς καὶ θεοῦ τελείου ὄντος προσαφορίζοντες, τὰς δὲ ταπεινοτέρας καὶ ὑποβεβηκυίας τῇ ἐν τῷ αὐτῷ χριστῷ ἀνθρωπότητι ὡς καὶ ἀνθρώπῳ γεγονότι τελείῳ προσεφαρμόζοντες· οἷς καὶ τὸ ἡμέτερον ὡμοφρόνει κράτος, ταῖς τῶν ἁγίων τῆς ἐκκλη σίας φωστήρων διδασκαλίαις ἑπόμενον. οὕτω δὴ μετὰ τοιούτων ἀντιθέσεων ἀμφιγνωμονοῦντες ἀλλήλοις καὶ ἀντιλέγοντες ἀνεφαίνοντο. ἀλλ᾽ ἡ παρὰ τῆς ἄνωθεν δεξιᾶς καὶ δεδομένη καὶ διεξαγομένη βασιλεία ἡμῶν οὐχ ὑπερεῖδεν οὕτω τὸν νέον τοῦ θεοῦ καὶ περιούσιον ἰσραὴλ τῷ τῆς αἰγυπτιακῆς κακίας ἄρχοντι πολεμούμενον, οὐδὲ τὴν ἐξ ἐθνῶν μετῃρμένην εὐκληματοῦσαν ἄμπελον ταῖς τῶν ἀπᾳδόντων λόγων παρεισφθοραῖς χαλαζουμένην οἷον καὶ συντριβήσεσθαι μέλλουσαν, ὡς καὶ τῷ φυτουργῷ θρηνηθῆναι διὰ τὸ ἀκαλλές τε καὶ ἄκαρπον. κἂν καὶ μυρίαις ὅσαις ταῖς ἀνθολκαῖς τῶν κοσμικῶν φροντίδων διεμεμέριστο, καὶ τοῖς ἐκ τοῦ καλάμου θηρίοις, ἀλλὰ δὴ καὶ τοῖς πελαγίοις κήτεσιν ἀντιμαχεῖν ἠναγκάζετο ἐκ θαλάσσης ἅμα καὶ γῆς προσεγχανοῦσι κατὰ ταὐτὸν, ἐφ᾽ ᾧ τὸ τῆς ῥωμαίων ἀρχῆς περικαλλέστατον σῶμα διασπαράξασθαι, ὅμως τὰ μὲν ἐν δευτέρῳ τίθεται, τῆς δὲ τῶν διεστώτων τὴς ἐκκλησίας μερῶν οὐκ ὀλίγη γίνεται φροντὶς προσενώσεως, καὶ τοῦ τὴν ὀρθόδοξον περὶ τοῦ ζητουμένου ἔννοιαν ἀνακαλυφθῆναι μεγίστην ὅτι δείκνυσι τὴν προμήθειαν· εἶναι γὰρ τὴν ἐπὶ τούτοις εἰρήνην ἀπαρχὴν καὶ τῆς τοῦ ἡμετέρου κράτους εἰρηναίας [ἐν] ἅπασι καταστάσεως μετ᾿ εὐελπίστου γνώμης πεπίστευκε. τοιγάρτοι καὶ τὸν ἁγιώτατον καὶ οἰκουμενικὸν πατριάρχην, μετὰ τῶν ἑτέρων ἁγιωτάτων πατριαρχῶν, τοῦ τε τῆς θεουπόλεως μεγάλης ἀντιοχείας καὶ τοῦ τῆς ἁγίας σιὼν τῆς πόλεως ἱερουσαλήμ, συγκαλεσαμένη, καὶ τὴν ἐνδημοῦσαν τηνικαῦτα τῇ βασιλίδι τῶν πόλεων θείαν καὶ ἱερὰν τῶν τοῦ χριστοῦ ἀρχιερέων σύνοδον, συναθροίσασά τε τὰς χρήσεις τῶν τὴν τοιαύτην ἐξηγησαμένων φωνὴν θεοφόρων πατέρων, εἰς μέσον προτεθῆναι ᾠκονομήσατο καὶ μετ᾿ ἀκριβοῦς βασανισθῆναι κατεξετάσεως. καὶ γοῦν αἱ μὲν δοκιμασθεῖσαι τῷ τοῦ λόγου πυρὶ ὡς εὔροιζον χρυσίον εὑρέθησαν, μηδὲν ὑπόχαλκον ἐφελκόμεναι [ό] πρότερόν τισιν ἐνομίζετο· αἱ δὲ τῶν μέχρι τότε ἀντιλεγόντων ἐνστάσεις καὶ ἀσύμφωνοι φωναὶ διαλύονται, τῇ δὲ μιᾷ κεφαλῇ τῶν πάντων χριστῷ τὸ διασπασθῆναι κινδυνεῦον σῶμα τῆς ἐκκλησίας συναρμολογεῖται καὶ συμβιβάζεται, καὶ οἱ ἐκ τῆς αὐτῆς κολυμβήθρας υἱοθετηθέντες ἀδελφοὶ ὁμοφωνοῦντες καὶ ὁμογνώμονες γίνονται. ἐντεῦθεν καὶ ὁρογραφεῖται τὰ περὶ τῆς τοιαύτης τοῦ κυρίου φωνῆς, ὅπως ἀκολούθως [τοῖς] ἀνέκαθεν τῶν ἱερῶν συνόδων εὐσεβάστοις δόγμασιν ὀφείλει παραλαμβάνεσθαι. κεκύρωται γὰρ κατὰ τὰς διαφόρους μὲν ἑτέρας, παρὰ τῶν ἁγίων πατέρων δὲ καὶ δοθείσας ἐξηγήσεις, νοεῖσθαι ταύτην καὶ λέγεσθαι· οὐ μὴν δὲ, ἀλλὰ καὶ κατ᾿ αὐτὴν ἐν τῷ χριστῷ ἀνθρωπίνην κτιστὴν καὶ περιγραπτὴν φύσιν, καθ᾽ ἣν ὁ αὐτὸς χριστὸς πάσχειν τότε πεφυκυῖαν καὶ πέπονθε, καὶ τὰς λοιπὰς τῆς τοιαύτης φύσεως ἰδιότητας· ὡς ἐντεῦθεν καὶ τὴν ἀληθῆ τοῦ κυρίου ἐνανθρώπησιν εἴτουν σάρκωσιν σώζεσθαι, καὶ τὸ τῶν φύσεων ἄφυρτον ἐν τῇ τοῦ χριστοῦ μιᾷ ὑποστάσει συντηρεῖσθαι ἀσυγχύτους τὰς ἰδιότητας. ἐν δὲ τῷ τοιούτῳ εὐσεβογράφῳ τόμῳ καὶ ἡ βασιλεία ἡμῶν οἰκειογράφοις ἐρυθροῖς ὑπεσημήνατο γράμμασιν, οὕτω πρὸς ἔπος διαλαμβάνουσα· „στοιχῶ ταῖς γνώμαις τῶν ἁγίων πατριαρχῶν καὶ τῆς θείας καὶ ἱερᾶς συνόδου, καὶ λέγω, ὅτι σάρξ τοῦ κυρίου ἐξ αὐτῆς ἑνώσεως ὑπερυψωθεῖσα καὶ ἀνωτάτω πάσης τιμῆς ὑπερκειμένη, ὡς ἐξ ἄκρας ἑνώσεως [ὁμόθεος] γενομένη, ἀναλλοιώτως ἀμεταβλήτως ἀσυγχύτως καὶ ἀτρέπτως, διὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν καὶ ἀχώριστος καὶ ἀδιάπαστος μένουσα τῷ προσλαβομένῳ αὐτὴν θείῳ λόγῳ, ἰσοκλεῶς αὐτῷ τιμᾶται καὶ προσκυνεῖται μιᾷ προσκυνήσει, καὶ τοῖς βασιλικοῖς καὶ θείοις ἐγκαθίδρυται θώκοις ἐκ δεξιῶν τοῦ πατρὸς ὡς τὰ τῆς θεότητος αὐχήματα καταπλουτήσασα, σωζομένων τῶν ἰδιοτήτων τῶν φύσεων. καὶ [οὕτως] ὁ τῆς ἀδιαιρέτου τριάδος καὶ μετὰ τὴν σάρκωσιν εἷς κύριος ἰησοῦς χριστὸς, ἐν τῇ ἀδιαιρέτῳ αὐτοῦ μιᾷ ὑποστάσει διπλοῦς τε καὶ σύνθετος ἐν ἀσυγχύτοις ταῖς φύσεσι, τὴν ἐξ ἀσυμφωνίας διαιρεθῆναι καὶ τῷ τῆς ἀντιλογίας ὕδατι καταβυθισθῆναι κινδυνεύουσαν ἐκκλησίαν εἰς ἓν συνήγαγε καὶ ἀνήγαγε· καὶ ὡς θεοῦ καὶ ἀνθρώπων μεσίτης καὶ νῦν ἐν ἑαυτῷ τοὺς πάντας κατήλλαξεν. ἐπεὶ δὲ ὁ τῆς κακίας πατὴρ ἐν ἀποκρύφῳ τῆς ἐνέδρας καθήμενος, καὶ τοῦ τῶν ἀνθρώπων τῷ γένει ἐπιβουλεύειν οὐκ ἀπεχόμενος, μετὰ τῆς συνήθους καὶ αὖθις ἀναιδείας προσέβαλε καὶ ἐχόμενα τρίβων ἔθετο σκάνδαλα, πάλιν ὁ θεμελιῶν τὴν τῆς ἐκκλησίας γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς ἐξ οὐρανοῦ πρὸς ταύτην ἐπέβλεψε· καὶ συνοδικὴ πάλιν ἐπὶ τοῖς λεγομένοις γίνεται κατεξέτασις καὶ γράμματα πάλιν ἐκτίθεται παρὰ τῶν ἐν ὑποψίᾳ [μὲν] γεγονότων, πληροφορῆσαι δὲ τὴν ἐκκλησίαν ἀπαιτηθέντων περὶ τῆς ἑαυτῶν συνειδήσεως· ἐν ᾧ καὶ ἕκαστος [τούτων] οἰκειοχείρως· ὑπέγραψεν, ἀναθέματι καθυποβάλλων τοὺς ἐναντία φρονήσαντας ταῖς προεκτεθείσαις τῆς ἡμῶν βασιλείας γνώμαις καὶ τῶν ἁγιωτάτων πατριαρχῶν καὶ τῆς ἱερᾶς καὶ θείας συνόδου ἀφ᾽ οὗ τὸ κῦρος ἐδέξαντο, καὶ οὕτω διὰ βίου φρονήσοντας. πρὸς δὲ τούτοις καὶ τοὺς τῇ κενώσει μόνῃ τὴν τοιαύτην φωνὴν προσαρμόζοντας ἢ τῇ κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσει, ὁπότε [ἡ] τοῦ κυρίου σάρξ ὡς μηδὲ τῇ θεότητι ἑνωθεῖσα καθ᾽ ἑαυτὴν νοεῖται καὶ κρίνεται (καθ᾽ ὃν τρόπον καὶ δούλη καὶ ἀγνοοῦσα λέγεται), οὐ μὴν ἀλλὰ καὶ τοὺς [λέγοντας] τὴν τοιαύτην φωνὴν παρὰ τοῦ κυρίου ῥηθῆναι τὸ τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων ὑποδυομένου πρόσωπον, ὥσπερ καὶ ἐγκαταλειφθῆναι παρὰ τοῦ πατρὸς ἐπὶ σταυροῦ κρεμάμενος ἀνακέκραγεν, ὅπερ οἱ θεῖοι πατέρες προσώπῳ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως λεχθὲν ἐκλαμβάνονται (ἐκείνης γὰρ πάντως ἡ ἐγκατάλειψις, ἢ ταῖς ἁμαρτίαις ὑπόδικος γέγονεν· οὐ [γὰρ δὴ] χριστοῦ αὐτοῦ, ὃς [ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ] εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), καὶ τοὺς τοιούτους οὖν [ἅπαντας] ὑποδίκους ἔθεντο τῇ καταδίκῃ τοῦ ἀναθέματος. ἐπὶ δὲ τῷ τοιούτῳ γράμματι καὶ συνοδικὸν γράμμα προέβη, τὰ συναχθέντα διαγράφον ἀριδηλότατα· καὶ νῦν [ἰδοὺ κατὰ τὴν ἐν ᾄσματι νύμφην ἡ τοῦ χριστοῦ ἐκκλησία προφαίνουσα τὴν πνευματικὴν αὐτῆς ἀγαλλίασιν, ὁ χειμών φησι παρῆλθε δι οὗ ἡ ἀγάπη τῶν πολλῶν ἀπεψύγετο, ὁ ὑετὸς ἀπῆλθεν, αἱ ῥαγδαιόταται τῶν ἀντιθέων ἐπιφοραὶ διελύθησαν, τὰ ἄνθη τῆς ἀληθείας ὤφθη ἐν τῇ γῇ. τὴν γὰρ τοῦ νυμφίου φωνὴν ἠκουτίσθη, ὅτι ἡ φωνὴ αὐτοῦ ἡδεῖα· ἡ γὰρ τοῦ κυρίου φωνὴ, περὶ ἧς ἡ ζήτησις ἦν, τοῖς ὀρθοῖς τῶν τῆς ἀληθείας κηρύκων κρατυνθεῖσα λόγοις ἀπεδόθη τοῖς αὐτῆς τροφίμοις μετὰ τῆς εὐσεβείας κηρύττεσθαι· καὶ ἰδοὺ νῦν αἱ νεφέλαι παρῆλθον ἀπὸ τῆς τηλαυγήσεως τοῦ ἀληθινοῦ φωτὸς τὸ σκότος τῆς ἀγνοίας λύσαντος καὶ σκεδάσαντος· καὶ τὸ τοῦ σκανδάλου αἴτιον διελύθη καὶ τῶν ἡμετέρων τρίβων μετήρθη· καὶ οἱ πόδες ἡμῶν ἐν εὐρυχόρῳ τῆς ἀληθείας ἑστήκασιν, καὶ ὁ τὴν πτέρναν τηρῶν τῆς καρδίας ὄφις καταπεπάτηται· καὶ μία γέγονεν ἐκκλησία κοινῶς δοξολογοῦσα τὸν κύριον.

2

pr.Διὸ δὴ καὶ ἡ βασιλεία ἡμῶν καὶ νῦν ἐπικυροῦσα τὰ παρὰ τῶν ἁγιωτάτων πατριαρχῶν καὶ τῆς συνειλεγμένης θείας καὶ ἱερᾶς ταύτης συνόδου ὁροθετηθέντα, καὶ βεβαιότατα διαμένειν ἐθέλουσα, τὸ παρὸν εὐσεβὲς ἐκτίθεται ἴδικτον, δι οὗ καὶ πᾶσι τοῖς ὑπὸ τὴν ῥωμαϊκὴν ἐπικράτειαν ταύτης ἔχεσθαι τῆς ὀρθοδόξου γνώμης παρακελεύεται. εἰ δέ τις ἐναντιοφρονῶν αὐτοῖς φωραθήσεται καὶ τὴν παροῦσαν ἡμῶν [εὐσεβῆ] γραφὴν παραλογιζόμενος, εἰ μὲν ἐπίσκοπός ἐστιν ἢ κληρικὸς ἢ μοναχὸς, τὸν τοιοῦτον θεσπίζομεν τῷ τῆς καθαιρέσεως ἐπιτιμίῳ καθυποβάλλεσθαι· εἰ δὲ τῶν ἐν ἀξιώμασι καὶ τῶν ἐντελεστέρων τελεῖ, δημεύσει τε ὑποκεῖσθαι, καὶ τῇ ἀφαιρέσει τοῦ ἀξιώματος· εἰ δὲ τῆς τῶν ἰδιωτῶν μερίδος καθέστηκεν, ὑπερορίαν τῆςδε τῆς βασιλίδος τῶν πόλεων καὶ πάσης ἁπλῶς κατακρίνεσθαι πόλεως, καὶ ἐπὶ πᾶσι [τούτοις] τῇ αὐστηρότητι τῶν ἱερῶν καὶ θείων κανόνων ὑπάγεσθαι. Μηνὶ ἀπριλλίῳ ἰνδικτιῶνος θης τοῦ ς..