IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.69Imp. Manuelis Comneni edictum, quod rescindit matrimonium septimo cognationis gradu contractum. (Α. 1166.)

Πρόσταγμα βασιλικὸν, διαλύον καὶ ἀνατρέπον τὸ προβὰν ἑβδόμου ἐξ αἵματος βαθμοῦ συνοικέσιον, κωλύον δὲ γενέσθαι μὴ γεγονός. Μηνὶ μαρτίῳ τὴ ἡμέρᾳ δ ' ἰνδ. ιδ ' κατεστρώθη καὶ πιττάκιον βασιλικὸν περιέχον οὕτως.

Abrir no leitor do IusCommune →

0

pr.Τῆς τῶν θείων καὶ ἱερῶν κανόνων καὶ νῦν φροντίζοντες συντηρήσεως ὅ τε ἁγιώτατός μου δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης καὶ ἡ τῶν τοῦ χριστοῦ ἀρχιερέων ὁμήγυρις, ἀλλὰ καὶ τὴν κρατοῦσαν ἐν ταῖς συνοδικαῖς περὶ κοινῶν ὑποθέσεων πράξεσι διατηροῦντες συνήθειαν, ἀνενεγκεῖν καὶ πρὸς τὴν ἡμῶν εὐσεβῆ βασιλείαν τὰ παρ᾽ αὐτῶν διαγνωσθέντα καὶ ὁροδοτηθέντα καλῶς ἐβουλεύσαντο, ἐφ᾽ οἷς συνοδικὴ προὐτέθη συζήτησις, εἰ χρὴ τοὺς ἐκ τοῦ ἑβδόμου βαθμοῦ ἐξ αἵματος, τὴν τῆς συγγενείας μὲν εἰδότας ἐγγύτητα, περιέργως δὲ ὅμως μὴ πρὸς ἐρώτησιν τῆς ἐκκλησίας τὸ γενησόμενον ἄγοντας, καὶ οὕτω γαμικὸν συνιστῶντας συνάλλαγμα, μένειν μὲν ἀδιασπάστους, ἐπιτιμίοις δὲ καθυπάγεσθαι· εἴτε μὴν ἀπ᾿ ἀλλήλων τοὺς οὕτω κακουργοῦντας διΐστασθαι. καὶ γοῦν τὸν ἐκτεθέντα περὶ τούτου τόμον τῷ ἡμετέρῳ κράτει προκεκομίκασι, τὸ ἐπιστημοναρχικὸν τῆς ἡμῶν βασιλείας παραφυλαττόμενοι δίκαιον, καὶ πυθέσθαι καὶ ταύτης προηρετίσαντο, εἰ καὶ κατὰ γνώμην αὐτῆς τὰ κυρωθέντα συμβαίνει. τῶν γὰρ ἀναγκαιοτάτων εἶναι τοῦτο διενοήσαντο κάλλιστά τε καὶ εὐλογώτατα. οὗτοι μὲν γὰρ τὴν ἐκ τοῦ τοιούτου βαθμοῦ ἐν γάμῳ συζυγίαν πάντη διεκωλύσαντο, καὶ μηδὲ τὴν ἀρχὴν προβαίνειν ἐθεσμοθέτησαν, οὐ μόνον κἂν πρὸς ἐρώτησιν ἔλθῃ τῆς ἐκκλησίας, ἀλλὰ καὶ πρὸ τῆς ἐρωτήσεως εἰς ἔργον ἀποβᾶσαν αὖθις διαιρεῖσθαι καὶ διατέμνεσθαι ἅτε καὶ φύσει καὶ θείῳ νόμῳ προσπταίουσαν· δίχα μέντοι τῶν μέχρι τότε φθασάντων ἐκτελεσθῆναι γάμων ἐκ τοῦ τοιούτου βαθμοῦ. οὐ μόνον δὲ, ἀλλὰ καὶ τοὺς τολμήσαντας παρὰ τὴν συνοδικὴν ταύτην κύρωσιν διαπράξασθαι μετὰ τῆς διασπάσεως καὶ ἀφορισμῷ καθυπάγεσθαι, καὶ τοὺς ἐκείνοις δὲ συναινέσαντας τῆς κανονικῆς πειρᾶσθαι δριμύτητος· ἀλλὰ καὶ τοὺς ἱερολογήσαντας καθαιρέσει καθυποβάλλεσθαι. ἐπεὶ δὲ πολλὰ πολλάκις προβαίνουσι συναλλάγματα μετὰ τῶν ἐκ βασιλέων γένους καὶ τῶν ἄλλων εὐγενεστάτων καὶ περιδόξων ἐν ἀξιώμασι, καὶ τῶν ἐξ ἀλλοδαπῶν χωρῶν, ὧν ῥῆγες καὶ πρίγκιπες ἄρχουσι, μεταγομένων προσώπων ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἅπερ οὐκ ἄνευ τῆς τοῦ ἡμετέρου κράτους κελεύσεως συντελεῖσθαι πάντως πεφύκασιν, ἐν εἰδήσει γενέσθαι καὶ τὴν ἡμῶν βασιλείαν τῶν συνοδικῶς κυρωθέντων περὶ τοῦ τοιούτου ἀναγκαίου ζητήματος ἦν δικαιότατον, ἵνα μὴ κατὰ λήθην ἴσως ἄθεσμόν τι τοιοῦτον συμβαίη συνάλλαγμα, καὶ τοῖς ἱεροῖς κανόσι καὶ τοῖς νομικοῖς ἀνακόλουθον διατάγμασιν, ἐν πόλει καὶ ταῦτα ταύτῃ, πασῶν μὲν προκαθημένῃ τῷ τῆς αὐτοκρατορίας στέμματί τε καὶ διαδήματι, νόμοις δὲ κατὰ πᾶν διεξαγομένῃ καὶ εἰς κοινὸν προκειμένῃ τῆς εὐνομίας πᾶσιν ὑπόδειγμα.

1

pr.Τοιγάρτοι καὶ ἡ βασιλεία ἡμῶν τὴν συνοδικὴν ταύτην ἐπὶ τῷ ζητηθέντι ἀπόκρισιν, εἴτ᾿ ἀληθὲς εἰπεῖν ὁροθέτησιν, ὡς ἑπομένως τοῖς θείοις κανόσι καὶ τοῖς ἀποστολικοῖς ἐκτεθεῖσαν νόμοις ἐπέκρινε, καὶ κρατεῖν εἰς τὸ ἑξῆς καὶ ἀμετατρέπτως ἔχειν εἰς τὸ διηνεκές διορίζεται, τῆς αὐτῆς κοινωνοῦσα γνώμης ἐπὶ τῇ λύσει τοῦ προκειμένου ζητήματος τῷ τε ἁγιωτάτῳ μου δεσπότῃ καὶ οἰκουμενικῷ πατριάρχῃ καὶ τῇ ἱερᾷ καὶ θείᾳ συνὁδῳ. εἰ γὰρ ἐπὶ τῶν ἐξ ἀγχιστείας συναλλαγμάτων ἐστὶν, ἃ τοῖς νόμοις κωλύονται τῆς εὐπρεπείας χάριν καὶ τοῦ μὴ συγχέεσθαι τὰ ὀνόματα, πολλῷ μᾶλλον τοῦτ᾽ ἂν ἐνταῦθα παῤῥησιάσαιτο, ἔνθα καὶ τὸ ἀπρεπὲς μετὰ τῆς τῶν ὀνομάτων συγχύσεως, ἀλλὰ δὴ καὶ ἡ τοῦ συγγενοῦς αἵματος ἀλογωτάτη σύγ κρασις καὶ ἀνάχυσις. ἵνα τί καὶ δεήσει τοῖς ἐγγυτέρω καὶ καθ αἷμα συνηνωμένοις ἐπιμιξίας ἑτέρας καὶ συνενώσεως; ἐκείνοις γὰρ πάντως χρῆναι τὸν σύνδεσμον καὶ τὴν τῶν γάμων συνάφειαν πραγματεύεσθαι, οἷς καὶ ἡ πηγαία τοῦ αἵματος πρόοδος πολλαχῶς μερισθεῖσα καὶ διαιρεθεῖσα ποῤῥωτέρα διεστηκυία γνωρίζεται, εἰς ὄγδοον βαθμὸν περιστᾶσα, κἀκεῖθεν μᾶλλον αὖθις τὴν αὐτῆς ἀπόστασιν προσεπαύξουσα. οὕτω δὴ προσθεμένη τῇ συνοδικῇ περὶ τοῦ ῥηθέντος ζητήματος ἐπικρίσει ἡ εὐσεβὴς ἡμῶν βασιλεία, τὸ παρὸν ἐννομώτατον ἀπολέλυκε θέσπισμα, ὀφεῖλον τῷ τε ἱερῷ χαρτοφυλακείῳ τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας ἐναποτεθῆναι, καὶ πᾶσι τοῖς δημοσιακοῖς ἀρχείοις ἐπιγνωσθῆναι, καὶ ἔχειν εἰς τὸ ἀπέραντον τὸ ἰσχυρόν τε καὶ ἀναλλοίωτον. Τό· μηνὶ ἀπριλλίῳ ἐπινεμήσεως ιδ, δι ἐρυθρῶν γραμμάτων τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου. καὶ ἡ διὰ κηροῦ συνήθης σφραγίς. τὸ· διὰ τοῦ λογοθέτου τοῦ δρόμου τοῦ ἁγιοθεοδωρίτου μιχαήλ· καὶ τὸ· κατετέθη ἐν τοῖς δυσὶ μεγάλοις σεκρέτοις κατὰ μῆνα μάϊον.