JGR III 4.68Imp. Manuelis Comneni de homicidis. (A. 1166.)
Νεαρὰ τοῦ πανευσεβεστάτου καὶ φιλοχρίστου κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως τοῦ πορφυρογεννήτου κυροῦ μανουὴλ τοῦ κομνηνοῦ περὶ τῶν ἑκουσίως φονευόντων.
Abrir no leitor do IusCommune →0
pr.Τοῖς ἀρχηγέταις τοῦ γένους ὁ τῆς κακίας γεννήτωρ ἀπὸ φθόνου καὶ φόνου τὰς ἀρχὰς τῆς πονηρίας ἐπήξατο, συλλαβὼν μὲν τὸν φθόνον καὶ ὠδινήσας, ἀποτεκὼν δὲ τὸν φόνον, ἅτε ζωῆς πολέμιος ὢν καὶ τῷ δημιουργῷ καὶ πλάστῃ τῶν ἀνθρώπων ἀντίπαλος· εἰ ἐκεῖνος μὲν παράγειν καὶ συνέχειν τὸ πλάσμα ηὐδόκησεν, αὐτὸς δὲ ἀναιρεῖν καὶ ἀπολλύειν ἐξ ἀρχῆς καὶ μέχρι παντὸς μεμελέτηκε. διὰ τοῦτο καὶ παρ᾿ ἀδελφοῖς τὰ πρῶτα φθόνος τὸ πονηρὸν τοῦτο καὶ ὀλέθριον παραβλαστάνει ζιζάνιον, καὶ φόνον καρποφορεῖ καὶ ἀντιπράττει δι αὐτοῦ τῷ ποιήσαντι. ἀλλ᾽ ὅρα καὶ τὴν τιμωρίαν οὐ διαμέλλουσαν, παρὰ πόδας δὲ μᾶλλον καὶ ἀπαραιτήτως ὑπὸ θεοῦ τῷ τοῦ μύσους ἐργάτῃ προσαγομένην καὶ εἰς τὸ ἑπταπλάσιον ἀντιμετρουμένην. καὶ δῆλον ἐκεῖθεν· „πᾶς γὰρ ὁ ἀποκτείνας κάϊν ἑπτὰ, φησὶ, „τὰ ἐκδικούμενα παραλύσει, ἐν οἷς καὶ τὸ τρέμειν αὐτὸν συγκατηρίθμηται, ἵνα δηλονότι μηκέτι δεύτερον ἰσχύσῃ φόνον ἐργάσασθαι. καὶ οὕτω μὲν ὁ κάϊν. ἐν δὲ τῷ λᾶμεχ ἠκηκόειμεν οὐχ ἑπτάκις μόνον, ἀλλ᾽ ἑβδομηκοντάκις τὰ τῆς ἐκδικήσεως ὡς φονευτῇ καὶ αὐτῷ γεγονότι ἀντιμεμέτρηται. καὶ οἱ περὶ τὸν ἀχαὰβ ὡς τὸν κατὰ τοῦ ναβουθαὶ μελετήσαντες ἄδικον φόνον καὶ τολμήσαντες ἀποτόμως ἤκουσαν· „ἐφόνευσας, ἐκληρονόμησας, καὶ· „ἐν τῷ τόπῳ, ἐν ᾧ ἔλειξαν οἱ κύνες τὸ αἷμα ναβουθαὶ, ἐκεῖ ἐκλείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ· „τὴν ἰεζάβελ κύνες καταφάγονται ἐν τῷ προτειχίσματι τοῦ ἰσραήλ. καὶ τὰ μὲν τῆς παλαιᾶς, ὡς ἐκ πολλῶν ὀλίγα φάναι, τοιαῦτα. ἐπὶ δὲ τῇ τῆς νέας χάριτος ἱλαρότητι, ὅτε πρὸς φόνον ὥρμων τοῦ εὐεργέτου οἱ ἐξ ἰσραὴλ ἀγνώμονες ὄντες καὶ σκληροκάρδιοι, ἀκούομεν τοῦ σωτῆρος τῷ λαβόντι μάχαιραν τὸν ἐκ τῆς μαχαίρας ἐπαπειλοῦντος θάνατον. ἀλλὰ καὶ ὁ πολιτικὸς καὶ παλαιότερος νόμος τῶν ἱερῶν ἀπείργει περιβόλων τὸν φονευτὴν καὶ τὸν τοῦ ἐλέου καὶ τῆς φιλανθρωπίας ναὸν παντάπασι τούτοις ἀπέκλεισεν, ἄδικον εἶναι λογισάμενος, τὸν τὰς χεῖρας πεπλησμένας αἵματος φέροντα τῆς ἀπὸ τῶν νόμων ἐπηρτημένης αὐτῷ ἐξελέσθαι κατακρίσεως καὶ κολάσεως. ταῦτα δὲ πάντως διορίσματα τῷ μωσαϊκῷ κατακολουθήσει νόμῳ, τῷ ἐκ τοῦ θυσιαστηρίου τὸν φονέα λαμβάνειν θεσπίζοντι. ἀλλ᾽ ὅτι μὲν ἡ τοῦ φόνου πλημμέλεια ἐναγὲς τῷ ὄντι καὶ θεοστυγὲς, ἔκ τε τῶν θείων νόμων καὶ τῶν ἀνθρωπίνων ἀρκούντως δεδήλωται. Περὶ δὲ τῶν τοιούτῳ περιπιπτόντων ἐγκλήματι καὶ τῇ ἁγιωτάτῃ καὶ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσφευγόντων τὰ δόξαντά οἱ νομοθετήσας ὁ πορφυρογέννητος κυρὸς κωνσταντῖνος διωρίσατο, ἀειφυγίᾳ μὲν τοὺς ἑκουσίους φονεῖς ἅπαντας ἀπαραιτήτως καθυποβάλλεσθαι, καὶ μὴ συγχωρεῖσθαι περινοστεῖν αὐτοὺς καὶ φαίνεσθαι ἐν τῇ γῇ, ἢ τὸ τοῦ πλησίον αἷμα χανοῦσα κακῶς ὑπεδέξατο· τούς γε μὴν ἐκ μελέτης καὶ βεβουλευμένως καὶ μετὰ σκέψεως τὸν ἀδελφικὸν κατεργασαμένους θάνατον, σὺν τῇ ἀειφυγίᾳ καὶ ἀποκείρεσθαι πάντως διετάξατο, καὶ τοῖς μοναχοῖς ἐγκαταλεγέντας παρ᾽ ὅλην αὐτῶν τὴν ζωὴν τῷ μοναστηρίῳ προσμένειν, μετὰ τὸ καὶ ἄλλας ποινὰς ὑφίστασθαι (περὶ ὧν πλατύτερον τὰ περὶ τούτων ἀπολυθέντα νεαρὰ θεσπίσματα διορίζεται), μηδὲν περὶ τῶν μὴ προσφευγόντων τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ διορισάμενος, ὡς τοὺς πολιτικοὺς νόμους ἀπαρακινήτως ἐπὶ τούτων τηρεῖσθαι βουλόμενος καὶ τὴν τιμωρίαν τοῖς φονεῦσιν ἐπάγεσθαι, καθὼς ἡ τούτων νομοθεσία παρακελεύεται. πρόφασις οὖν ἡ τοιαύτη νεαρὰ νομοθεσία τοῖς παλαμναιοτάτοις τῶν ἀνθρώπων καὶ ἐπαράτοις γέγονε τοῦ μετὰ πολλῆς ἀδείας ἐπὶ τὰς μιαιφονίας ἐκτρέχειν, καὶ τῆς τυχούσης λαβομένους προφάσεως τηλικοῦτον μύσος ἐργάζεσθαι καὶ προσφεύγειν τῇ ἐκκλησίᾳ, καὶ γράμμα συμπαθείας πορισαμένους ἀναστρέφειν οἴκαδε. κἀντεῦθεν οἱ πλείους καὶ δευτέροις καὶ τρίτοις φόνοις καὶ πλείοσιν ἐπιτολμῆσαι οὐκ ὤκνησαν διὰ τὸ χαῦνον καὶ καταπεφρονημένον, – οὐ γὰρ ἂν εἴποιμι συμπαθὲς – τῆς προτέρας κολάσεως· συμπάθεια γὰρ ἐπὶ τοῖς πεπονθόσι κακῶς, οὐκ ἐπὶ τοῖς δράσασι, καὶ γίνεται δικαίως καὶ λέγεται· ἐπὶ δὲ τοῖς κακῶς πράττουσιν οὐκ ἀδιακρίτως χρὴ ταύτην γίνεσθαι. ταύτης δὲ τῆς νομοθεσίας κἀκεῖνο δὴ συνέβη τὸ μέρος, λέγω δὴ τὴν ἀειφυγίαν, εἰς παντελῆ ἀχρηστίαν ἐλάσαι. λόγος γὰρ νῦν ἀειφυγίας οὐδεὶς, ἀλλὰ πάντες οἱ φονευταὶ ἀδεῶς καὶ πάλιν ἐκεῖσε περινοστοῦσιν, ἔνθα τὸ μύσος εἰργάσαντο. πρώην μὲν γὰρ οἱ ἐν τοῖς θέμασιν ἀποστελλόμενοι, εἴτε πολιτικὴν περιεζωσμένοι ἀρχὴν ἢ καὶ στρατιωτικὴν ἐνδεδυμένοι ἀξίαν, φόνου τολμηθέντος, ἔσπευδεν ἕκαστος καὶ τοῦ ἑτέρου προέτρεχε, τὸν φονέα συλλαβεῖν προθυμούμενοι καὶ τὴν ἐπ᾿ αὐτῷ ἐπεξέλευσιν κατὰ νομικὴν ἀκολουθίαν ποιήσασθαι, καὶ διὰ τῆς ἐπὶ τούτῳ κολάσεως ἀναστεῖλαι τοὺς ὁμοιόφρονας. νῦν δὲ οἱ τοῖς θέμασιν ἄρχοντες, ὡς μανθάνει ἡ βασιλεία μου, τοῦ καλοῦ μὲν τελείως ἠλογηκότες καὶ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν συντείνοντος, ἓν δὲ καὶ μόνον συμπέρασμα τῆς ὅλης αὐτῶν ἐνεργείας ποιούμενοι τὸν χρηματισμὸν καὶ τὴν κακὴν αἰσχροκέρδειαν καὶ τὸ κέρμα περιχάσκοντες, οὐ μόνον οὐκ ἀναψηλαφῶσιν, ὅτε φόνος τὶς ἐν ᾗ διέπουσι χώρᾳ γένηται, τοὺς τὸ τοιοῦτον δεινὸν πλημμελήσαντας, ἀλλ᾽, ὃ τούτου χείριστον, τινὲς τῶν τοιούτων καὶ τοὺς ἤδη φωραθέντας ὑπ᾿ αὐτῶν καὶ κρατηθέντας περικρύπτουσι, καὶ λαθραίως εἰς τὴν μεγάλην ἐκκλησίαν προπέμπουσι. περὶ δὲ τῶν γινομένων ἐπ᾿ αὐτοῖς μετὰ τὸ προσδραμεῖν τῇ ἁγιωτάτῃ τοῦ θεοῦ ἐκκλησίᾳ ἡ μὲν βασιλεία μου ἀκριβῶς οὐκ οἶδεν· ἀκούει δὲ ὅμως οὐκ ἀγαθά, καὶ ἁπλῶς τοῦτο ἐξ ἁπάντων ἀποτελεῖται, τὸ ἐν παντὶ τόπῳ τῷ ὑπὸ τὴν ῥωμαϊκὴν ἐπικράτειαν φόνους ἀδεῶς καθημέραν τολμᾶσθαι. ὅταν οὖν ἡ βασιλεία μου ἀναλογίσηται, ὅπερ παρ ἔθνεσιν, ἃ μήτε νόμος θεῖος ἀπεῖρξε μήτε μελλούσης καὶ φρικτῆς κολάσεως ἀπειλὴ τοῦ κακῶς εἰς ἀλλήλους ποιεῖν ἀνεχαίτισε, τὰ τοιαῦτα τῶν ἁμαρτημάτων σπάνια καὶ διὰ χρόνου τολμῶνται, ἐν δὲ τῇ καθ᾽ ἡμᾶς χώρᾳ σχεδὸν καθ ' ἑκάστην πλημμελοῦνται, πόσης ἀνίας ἐμπίπλαται; ἡλίκης δὲ ἀθυμίας καὶ τοῦτο αἴτιον μετὰ τῶν ἄλλων τῇ βασιλείᾳ μου γίνεται, τῶν νῦν ἀνθρώπων κατανοούσῃ τὸ περὶ τὴν δικαιοπραγίαν ὀλίγωρον, καὶ τὸ μηδένα ζῆλον ἔχειν αὐτοὺς τοῦ καλοῦ καὶ τῆς ἀρε τῆς; ταῦτα πάντα κατανοήσασα ἡ βασιλεία μου, προσλογισαμένη δὲ καὶ τὸ τοῦ ῥηθέντος νεαροῦ βασιλικοῦ διατάγματος ἐπί τισι κανονικαῖς διατάξεσιν ἐναντίον καὶ ἄλλως ἀδόκιμον, ἐφρόντισε κατὰ τὸ ἐγχωροῦν καὶ τὸ τοῦ φόνου μύσος ἀναστεῖλαι, καὶ τὰ τῆς νεαρᾶς διορθώσασθαι.
1
pr.Παρακελεύεται οὖν ἅπασι τοῖς ἐν θέμασι διαιτηταῖς, καὶ ταῖς ἐν αὐτοῖς οὔσαις στρατιωτικαῖς δυνάμεσι καὶ τοῖς τούτων στρατηγοῖς, ἔνθαπερ ἂν ἑκούσιος φόνος γένηται καὶ τολμηθῇ τοιοῦτόν τι παρά τινος, αὐτίκα πάντας διεγείρεσθαι, εἰς τὴν τοῦ φονέως κατάσχεσιν, καὶ δέσμιον αὐτὸν ἀποστέλλειν πρὸς τὴν βασίλειον περιωπὴν, ἢ ταύτης ἀποδημούσης πρὸς τὸν ἔπαρχον τῆς θεοφυλάκτου μεγαλοπόλεως, ὥστε εἰς δημοσίαν φυλακὴν εἰσάγεσθαι, καὶ τὰς σωματικὰς καὶ οὐσιακὰς κατά τε νόμους καὶ τὴν τῶν νεαρῶν θεσπισμάτων δύναμιν καὶ ἑτέρας ὑποστῆναι κολάσεις· εἰδότων τούτων ἁπάντων, ὡς εἴ τις φωραθείη δυνάμενος κατασχεῖν τὸν φονέα καὶ μὴ τοῦτο ποιήσας, οὕτω μέλλειν κατακριθῆναι, ὡς κατὰ βασιλέως βουλευσάμενος. εἰ δ᾽ ἴσως διαλάθῃ τὶς καὶ προσφύγῃ τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, μετὰ τὸ προβῆναι τὰ ἐκκλησιαστικὰ ἐπ᾿ αὐτῷ ἐπιτίμια, κατὰ τὴν νομικὴν παρατήρησιν ἐνδημοῦντος μὲν τοῦ κρατοῦντος τῇ βασιλευούσῃ τῶν πόλεων, παρ᾽ αὐτοῦ ἀποσταλήσεται εἰς τὸ θέμα ὁποῖον ἂν ἐπικρίνῃ, ὥστε τὸν χρόνον τῆς ὅλης αὐτοῦ ζωῆς ἐκεῖσε διαβιβάζειν, καὶ μὴ ἐκεῖθεν ἀποδιδράσκειν, ὥστε ἐπανατρέχειν ἔνθα τὸ τοῦ φόνου μῦσος εἰργάσατο· ἀποδημοῦντος δ᾽ ἴσως τοῦ βασιλέως, παρὰ τοῦ ἐπάρχου (ὡς εἴρηται) εἴς τινα τῶν ποῤῥωτέρω χωρῶν ἐξορισθήσεται καὶ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἐκεῖσε διανύσει.
2
pr.Αν δέ γε μὴ μόνον ἑκουσίως, ἀλλὰ καὶ ἐκ μελέτης τὸν φόνον ἐργάσοιτο, οὐκ ἀναγκασθήσεται κατὰ τὴν προῤῥηθεῖσαν βασιλικὴν διάταξιν ἀποκαρῆναι. εἰ γὰρ τὸν ἑκουσίως τῇ ἀποκάρσει προστρέχοντα οὐκ ἀπεντεῦθεν ἡ κανονικὴ ἀκρίβεια εἰς αὐτὴν παραδέχεται, ἀλλὰ καιρὸν αὐτῷ τὸν ἀρκοῦντα ἐπιμετρήσασα, καὶ δ᾽ αὐτοῦ τὸ τῆς γνώμης ἐκείνου βέβαιον εἴτε καὶ ἀπαγὲς βασανίσασα, εἴπερ εὑρήσει τὸν ἄνθρωπον τῇ ἐξ ἀρχῆς προθέσει στοιχοῦντα καὶ τῷ μοναχικῷ πολιτεύματι καὶ τῇ νεκρώσει τοῦ σώματος ἀόκνως ἑαυτὸν παρασκευάζοντα, ἔκτοτε καὶ τὴν τοῦ ἀγαθοῦ ἔργου αὐτῷ προσεπιφέρει συμπλήρωσιν εἰς τὴν μοναχικὴν πολιτείαν τε παραδεξαμένη καὶ κατάστασιν· πῶς οὐκ ἂν εἴη ἄλογον καὶ τοῖς πνευματικοῖς νόμοις ἀπᾷδον, ἀναγκαστικῶς ἀποκείρεσθαί τινα, καὶ ταῦτα φονέα, ὃν μέχρι τοσούτου ὁ θεὸς ἐγκατέλιπεν, ὥστε καὶ ἀδελφικῷ χρανθῆναι τὰς χεῖρας αἵματι; δέος γὰρ, μήπως ἀκουσίῳ προαιρέσει τὸν ἀγγελικὸν βίον ὑπελθὼν καὶ βίᾳ τοῦτον καταδεξάμενος εἰς ἐμπαιγμὸν τῷ φρικώδει χρήσηται σχήματι· πεφύκασι γὰρ οἱ τῶν ἀνθρώπων κουφότεροι εἰς ἀπόνοιαν ἐμπεσόντες καὶ ταῖς χειρίσταις καὶ παραβολωτέραις ἐπιτολμᾶν πράξεσιν. ἀντὶ τοίνυν τῆς ἀποκάρσεως νομοθετεῖ ἡ βασιλεία μου, τὸν πεπλημ μεληκότα φόνον μεμελετημένον ἑκούσιον ἐν φυλακῇ παρ᾽ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον διάγειν, καὶ μηδέποτ᾽ ἐκεῖθεν ἐξάγεσθαι, μηδ ' ἀπὸ βασιλικῆς ἴσως προστάξεως κατὰ λήθην ποριζομένης· ἐπὶ δὲ ταῖς περιουσίαις αὐτῶν γίνεσθαι, καθὼς ὁ προμνημονευθεὶς βασιλεὺς διετάξατο.
3
pr.Ἐπεὶ δὲ οἱ πλείους τῶν φονέων ἐκ μελέτης καὶ διασκέψεως τοὶς φόνους κατεργαζόμενοι, ἔπειτα τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσελθόντες, οὐχ ὡς γέγονε παρ᾽ αὐτῶν ὁ φόνος, ἀλλὰ πρὸς τὸ οἰκεῖον συμφέρον ποιοῦνται τὴν ἐξομολόγησιν τὴν ἀλήθειαν παρακρύπτοντες· παρακελεύεται ἡ βασιλεία· μου γραφὴν γίνεσθαι τοῦ κατὰ καιροὺς ἁγιωτάτου πατριάρχου μετ᾿ ἐπιτιμίου πρὸς τὸν κατὰ χώραν ἀρχιερέα καὶ τὸν ὑπ᾿ αὐτὸν κλῆρον, ἀλλὰ μὲν καὶ τὸν τοῦ θέματος διαιτητὴν, καὶ καθὼς μάθῃ γενέσθαι τὸν φόνον ἀπὸ τῆς ἐκείνων ἀντιγραφῆς, οὕτω ποιεῖν καὶ τὴν ἐπεξέλευσιν· καὶ μὴ τὸν ἐκ μελέτης φονεύοντα διὰ τὴν ψευδῆ αὐτοῦ ἐξαγορείαν τὰς τοῦ κατὰ τύχην καὶ ἀπροόπτως τῷ τοιούτῳ περιπεσόντος ἐγκλήματι δέχεσθαι ποινὰς καὶ τὰ ἐπιτίμια.
4
pr.Εἴ τις μέντοι τῶν φονέων τῇ ἁγιωτάτῃ μεγάλῃ προσφυγὼν ἐκκλησίᾳ, καὶ τῇ ἀειφυγίᾳ κατακριθεὶς ἢ δέσμιος εἶναι καὶ ἐν φυλακῇ ἐγκεκλεῖσθαι παρ᾽ ὅλην αὐτοῦ τὴν ζωὴν, εὑρεθῇ ἄνετος ἐμπεριπατῶν ἔνθα τὸν φόνον εἰργάσατο, δέσμιος παρὰ τοῦ κατὰ χώραν πράκτορος ἀποσταλήσεται εἰς τὴν βασιλείαν μου· καὶ ὅσα δὲ τότε παρευρεθῶσιν αὐτῷ πράγματα, εἰς κέρδος ἔσται τῷ πράκτορι καὶ τῷ τὸν φονέα καταμηνύσαντι ἐπίσης παρ᾽ αὐτῶν μεριζόμενα. μελήσει δὲ πάντως καὶ τοῖς ἐν τῇ ἁγιω τάτῃ μεγάλῃ ἐκκλησίᾳ τῶν τοιούτων διαιτηταῖς, μετὰ τῆς προσηκούσης κανονικῆς αὐστηρίας τὰ φονικὰ κολάζειν ἐγκλήματα, καὶ μὴ τοὺς χρόνους ὡς ἔτυχε συντέμνειν, καὶ μηδὲ ἐφ᾽ οἷς οὐ χρὴ πλέον τοῦ εἰκότος φιλανθρωπεύεσθαι. ἶσα μέντοι τοῦ παρόντος διατάγματος τῆς βασιλείας μου, ὑπογραφέντα παρὰ τῶν προϊσταμένων τῶν δικαστηρίων, ἀποσταλέντα ταῖς κατὰ χώραν ἐκκλησίαις ἀποτεθήσεται· ὥστε πάντας εἴδησιν ἔχειν τῶν διωρισμένων, ὡς ἂν ποιῶσι κατὰ τὴν τούτων περίληψιν.
5
pr.Εἴπερ μέντοι ὁ τὸν μεμελετημένον φόνον ἐργασάμενος ἑκουσίως ἕλοιτο τὴν ἀπόκαρσιν, οὐκ ἀδοκιμάστως τοῖς μοναχοῖς· ἐγκαταλεγήσεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἐξετάσεως, τὸν ἀρκοῦντα χρόνον κατὰ τὰς κανονικὰς διατάξεις βασανιζόμενος. τῷ μέντοι μοναστηρίῳ καὶ ἄκων προσμένειν ἀναγκασθήσεται παρ᾽ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον, μηδέποτε τούτου ἐξέρχεσθαι συγχωρούμενος. πάντως δὲ τὸ μοναστήριον ἐν ἑτέρᾳ ἔσται ἐπαρχίᾳ, καὶ οὐκ ἐν ἐκείνῃ τῇ γῇ, ἢ τὸ τοῦ θανόντος αἷμα χανοῦσα κακῶς ὑπεδέξατο. Τό· μηνὶ ἀπριλλίῳ ἰνδ. ιδ΄ τῆς βασιλικῆς ἁγίας χειρός· ἡ διὰ κηροῦ συνήθης σφραγίς· καὶ τὸ διὰ τοῦ λογοθέτου τοῦ δρόμου τοῦ ἁγιοθεοδωρίτου μιχαήλ. εἶχε καὶ ἔξωθεν ἐν τῇ προπτύξει τῶν κολλῶν ταῦτα· ἀπελύθη μηνὶ ἰουλίῳ ἰνδ. ιδ΄ ἔτει σχοδ΄. τὸ κατ᾿ ἔτος μόνον τοῦ σεκρέτου τοῦ μεγάλου δρουγγαρίου, καὶ τὸ κατεστρώθη ἐν τοῖς δυσὶ μεγάλοις λογαριαστατικοῖς σεκρέτοις κατὰ μῆνα αὔγουστον ἰνδ. ιδ΄.