JGR III 4.67Imp. Manuelis Comneni de diebus feriatis. (A. 1166.)
Τοῦ βασιλέως κυροῦ μανουὴλ τοῦ κομνηνοῦ περὶ τῶν ἡμερῶν τοῦ ὅλου ἐνιαυτοῦ, ποῖαι μὲν τούτων ἄπρακτοι, ποῖαι δὲ ἐν μέρει μὲν ἄπρακτοι, ἐν μέρει δὲ ἔμπρακτοι.
Abrir no leitor do IusCommune →0
pr.Σκοπὸς μὲν τοῖς ἀνθρώποις τοῦ ἑορτάζειν ἡ τοῦ θεοῦ θεραπεία προηγουμένως ἐστίν· οὐκ ἄλλῳ δὲ τινι τῶν ἁπάντων ἴσμεν θεὸν τοσοῦτον θεραπευόμενον, ὁπόσον ἐλέῳ καὶ οἴκτῳ τῷ περὶ τοὺς μεταλαχόντας τῆς αὐτῆς ἡμῶν ζύμης παρὰ τοῦ κεραμέως τῆς διαρτίας ἡμῶν καὶ πλάστου τῆς φύσεως. καὶ μαρτυρεῖ τῷ λόγῳ αὐτὸς, ἔλεον θέλειν καὶ μὴ θυσίαν διὰ τοῦ προφήτου φθεγγόμενος. δῆλον οὖν ἐντεῦθεν καὶ ἀναμφίλεκτον, ὅτι καὶ τὸ ἐλεεῖν ἄμεινον πάντως ἂν εἴη τοῦ ἑορτάζειν, καὶ θεῷ μᾶλλον θυμῆρες καὶ πάσης εὐαρεστότερον ἀπαρχῆς καὶ σπονδῆς καὶ θύματος καὶ ὁλοκαυτώματος. ἔλεος δὲ ἄλλοις μὲν ἄλλος ἁρμόττει, καὶ τὸ ἐντεῦθεν φάρμακον ἕτερον ἑτέροις κατάλληλον πρὸς τὰς τῶν καμνόντων διαθέσεις μεταπλαττόμενον. τοῖς γε μὴν τραυματίαις ἐξ ἀδικίας, καὶ ὧν ἡ πλεονέκτις κατεκαυχήσατο χεὶρ καὶ πυκνὰς αὐτοῖς ἐπέθηκε πληγάς τε καὶ μώλωπας, οὐχ ἕτερον πάντως ἴαμα προσφυέστατον, ἢ τὸ παρὰ τῆς εὐθυδικίας καλῶς διορθοῦσθαι, ἃ κακῶς εἰς αὐτοὺς πεπαρώνηται. πῶς δ᾽ ἂν ἡ δικαιοσύνη καὶ ἡ πάρεδρος αὐτῇ θέμις κατὰ τῶν ἀντιπάλων αὐταῖς, τῆς ἀνομίας φημὶ καὶ τῆς ἀδικίας, πρὸς συμπλοκὴν καὶ ἅμιλλαν καταβήσονται καὶ τὸ στέφος κατ᾿ αὐτῶν ἀναδήσονται, τοῦ τῶν δικαστηρίων σταδίου τὰ πολλὰ κεκλεισμένου μηδ᾽ ἀναπεπταμένην καὶ ἄφετον τὴν εἴσοδον ἔχοντος· προφάσει δῆθεν τῆς περὶ τὰς ἑορτασίμους τῶν ἡμερῶν εὐλαβείας καὶ τῆς ἐν αὐταῖς θεραπείας τοῦ κρείττονος; ἢ δὴ λέληθεν οὐ μᾶλλον αὐτὸ θεραπεύουσα, ἢ τοῖς μὲν ἀδικουμένοις τοὺς μώλωπας ἐπιξαίνουσα καὶ τὸ ἄλγος ἀνακαινίζουσα καὶ τὴν ὀδύνην ἐπαύξουσα, τοῖς δὲ ἀδικεῖν ἑλομένοις τὴν ἐφ᾿ ἧς ἠδίκησαν ἀπόλαυσιν πολυπλασιάζουσα, καὶ τῇ τῶν ἀνεσίμων ἡμερῶν ἀφθονίᾳ καὶ τῷ πλατυσμῷ τῆς τῶν δικαστηρίων σχολῆς ἐπὶ μακρὸν αὐτοῖς ἀποπληροῦσα τὴν ἔφεσιν. τοιγαροῦν καὶ ἡ βασιλεία μου, τοῦτο μὲν καὶ τοῦ θεοπάτορος καὶ βασιλέως δαβὶδ εἰς ᾄσμα κυρίου τῷ ἐλέῳ τὴν κρίσιν παραζευγνύντος ἀκούουσα, κἀντεῦθεν μὴ τοσοῦτον ὕμνοις καὶ ᾠδαῖς καὶ λογικαῖς λατρείαις χαίρειν θεὸν ἐν ταῖς ἑορτίοις τῶν ἡμερῶν συλλογιζομένη, ὁπόσον ἄρα τῷ ἐκ τοῦ ἐλέου καὶ τῆς κρίσεως ᾄσματι, - τοῦτο δὲ καὶ τὸ ἐν εὐαγγελίοις οὐαὶ καὶ τὸν ταλανισμὸν ἐκεῖνον ὑφορωμένη, ὃν εἰς τοὺς ὑποκριτὰς φαριφορωμένη, ο σαίους ὁ σωτὴρ ἀπετείνατο, ὅτι προσωπείῳ τῆς τῶν ἑορτάδων ἡμερῶν φυλακῆς μεγίστην ἔνδον ἀνομίαν περικαλύπτομεν, τὴν κρίσιν παρὰ φαῦλον τιθέμενοῖ καὶ τὸν ἔλεον, πρὸς τούτοις κἀκεῖνο τῆς ἀββακούμ προφητείας εὐλαβουμένη ἡ βασιλεία μου, μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῖν, εἰς τὴν παροῦσαν οἰκονομίαν ἐλήλυθας. εἰ γὰρ τὸ ἐν σαββάτῳ κατολισθῆσαν κτῆνος εἰς βόθυνον ἀνέλκεσθαι ὁ σωτὴρ ἐκεῖθεν διεκελεύσατο, καὶ μηδαμῶς τὴν τῆς νομικῆς ἀργίας παράλυσιν ὑποστέλλεσθαι· πόσῳ μάλιστα χρὴ τὸν τοῦ ἀλόγου κτήνους ἀσυγκρίτως ὑπερκείμενον ἄνθρωπον, τὸν λόγῳ τετιμημένον, τὸν θεοῦ εἰκόνα σεμνολογούμενον, καὶ ἐν ἑορτίοις ἡμέραις, ἐφ᾽ αἷς ἔργου παντὸς σχολὴν ἄγομεν, τοῦ βόθρου πειρᾶσθαι πᾶσι τρόποις ἀνέλκειν, εἰς ὃν αὐτὸν ἡ παλαμναία καὶ μαινὰς ἀδικία ἐπὶ κεφαλῆς ὠθήσασα κατεκρήμνισε. καὶ εἰ χριστὸς αὐτὸς τοῦ σκιώδους νόμου τὴν ἐπιφυλλίδα ξέων καὶ τὸ λέμμα καὶ τὴν ἀνθέρικα καὶ τὸν σῖτον τῆς ἀληθείας παραγυμνῶν ἐν τοῖς σάββασιν ἐτερατούργει, νοσοῦντας θεραπεύων, συντετριμμένους ἰώμενος, καὶ τὴν ἐν αὐτοῖς ἀνέκαθεν νενομισμένην ἐκεχειρίαν καὶ ἀπραξίαν ἐπὶ σωτηρίᾳ τῶν κακῶς ἐχόντων καινοτομῶν· πῶς ἡμῖν οὐ τὰς πολλὰς περιαιρετέον τῶν δικαστηρίων ἀδικίας, ὑπέρ τε τῆς τῶν πασχόντων ἄδικα ἐκδικήσεως καὶ τῆς τῶν τοιαῦτα δρώντων ἀναχαιτίσεως; καὶ ταῦτα νῦν, ὁπότε ἡ βασιλεία μου τὰς τῆς ἀδικίας τε καὶ πλεονεξίας ῥίζας ἀτεχνῶς ἀποδενδρωθείσας ἐκρίβωσε, καὶ πολλοὺς ἐπέγνω τῶν ἀνθρώπων εἰς τοὐμφανὲς νῦν ἐκρήξαντας ἣν ἐκ μακροῦ ὤδινον πονηρίαν καὶ τρόπων σκαιότητα, ὡς ἀδεῶς τοῖς παρανόμοις ἐπιτολμᾶν καὶ ἀνυποστόλως τὰ πάντων ἐκθεσμότατα δρᾶν, εἶτα καὶ σοφοὺς γενομένους τοῦ κακοποιῆσαι περιστέλλειν αὐτὰ μορφαῖς τισι λόγων καὶ τὸ εἰδεχθὲς τῆς κακίας ἔξωθεν ἐπιχρώζειν πιθανῶν ῥημάτων κομμωτικαῖς ἐπιθέσεσιν· ὅτε καὶ μάλιστα δεῖ πλειόνων δικαστηρίων ἐφ᾽ οὕτω κακομηχάνοις ἀνθρώποις πρὸς τὴν τοῦ δικαίου καὶ ζήτησιν καὶ ἀνερεύνησιν. καὶ ἄλλως δὲ πῶς ποτε καὶ τῷ δικαίῳ συνάδει καὶ τῷ θεῷ ἐστιν εὐαπόδεκτον, παντελῆ τοῖς δικαστηρίοις ἐπιψηφισθῆναι σχολὴν διὰ τὰ καὶ πάλιν τερατουργηθέντα ὑπὸ θεοῦ καὶ τῶν αὐτοῦ θεραπόντων παράδοξα καὶ αὖθις τερατουργηθήσεσθαι προσδοκώμενα; ἄρα γὰρ ἐν ταῖς ἀβύσσοις τῶν ἑαυτοῦ θαυμάτων ἡμᾶς περικλῦσαι νεύσαντος τοῦ θεοῦ, εἰ πᾶσαι ὁμοῦ αἱ τοῦ ἐνιαυσιαίου κύκλου ἡμέραι ἄλλοτε ἄλλα διαλάχωσι θαύματα, ἡμεῖς ἁπάσαις αὐταῖς ἀπραξίαν ἐπικηρύξομεν, καὶ πάντη μὲν τοῖς δικαστηρίοις τὰς θύρας ἐπιζυγώσομεν, πᾶσαν δὲ παῤῥησίαν τῇ ἀδικίᾳ ἀνοίξομεν, ὡς ταῖς ἡμῶν ἑορταῖς ταύτην μᾶλλον ἐνεορτάζειν καὶ παιανίζειν κατὰ τῆς δικαιοσύνης τὰ νικητήρια; πολλοῦ γε καὶ δεῖ. ταῦτα δὲ οὕτως ἡ βασιλεία μου προεμηθεύσατο διὰ τὸ καὶ μύρια τὰ ἄτοπα τίκτεσθαι καθ ' ἑκάστην ἐκ τῆς τῶν δικαστηρίων σχολῆς, πλεονεξίας, ἁρπαγὰς, μνησικακίας, καὶ τἄλλ᾽ ὁπόσα ταύταις ἑπόμενα· δι ἃ καὶ τὴν τῶν δώρων προσαγωγὴν θεὸς οὐ προσίεται, μήδ᾽ αὐτῶν τῶν ἱερῶν περιβόλων ψαύειν συγχωρῶν τῷ προσάγοντι, εἰ μὴ πολὺ πρότερον τῷ διενεχθέντι καταλλαγεὶς καὶ τῷ προσκεκρουκότι σπεισάμενος, εἶτα προσενέγκοι τὸ καρποφόρημα. πότε τοίνυν αὐτοῖς λυθείη τὰ τῆς διαφορᾶς, καὶ πηνίκα τὸ τῆς εἰρήνης φῶς τὴν ἐν ταῖς καρδίαις σφῶν βαθεῖαν ἀχλὺν τῆς ἔχθρας διασκεδάσειε, τῶν δικαστηρίων μακροὺς ἐλιττόντων κύκλους διὰ τὴν τῶν ἑορτίων ἡμερῶν παρολκὴν, καὶ τῶν ὑποθέσεων ἀλύτων ἐς μακροὺς ἡλίους καταγηρασκουσῶν; τοῦ νόμου καὶ ταῦτα πᾶσαν δίκην, ὁποία τέως μὴ ἐγκληματικὴ, ἐντὸς τριετίας διαγορεύοντος τέμνεσθαι. ἐκ δὲ ταύτης αὖθις τῆς ῥίζης δύο τινὲς ἀνίσχουσι παραφυάδες κακῶν· οἱ γὰρ δυσμενῶς ἔχοντες πρός τινα, ἢ τὸ τῶν ἀχράντων μυστηρίων πῦρ φρίττουσιν, ὡς ἐκεῖθεν ἀτεχνῶς καταφλεγόμενοι, καὶ τὴν μετάληψιν οὐ θαῤῥοῦσι τῷ συνειδότι βαλλόμενοι, καὶ οὕτω τοῦ ἁγιασμοῦ ἄμφω καὶ ψυχὴν καὶ σῶμα στερίσκουσι, καὶ ζημιοῦνται τὸν ἀτίμητόν τε καὶ ἄφθαρτον μαρ γαρίτην διὰ πρᾶγμα φαυλότατόν τε καὶ φθαρτὸν καὶ τοῦ μηδενὸς πολλάκις τιμώμενον· ἢ καὶ κατὰ τοὺς λυττῶντας ἀναιδεῖς τῶν κυνῶν τῆς μυστικῆς τραπέζης ἀδιαφόρως καθάλλονται, καὶ κατὰ τὸν μέγαν ἀπόστολον εἰς κρίμα ἑαυτοῖς καὶ τοῦ ποτηρίου σπῶσι καὶ τοῦ ἄρτου ἐσθίουσιν. ὁρᾷς ὅποι κακοῦ τοὺς τῶν ἀνθρώπων διαδικαζομένους ἐκκυλίει τὸ τῶν ἀπράκτων ἡμερῶν δαψιλὲς, καὶ ἡλίκος αὐτοῖς ὁ κίνδυνος ἐπικρέμαται; ἡ γοῦν βασιλεία μου καὶ τὸν θεὸν εἰδυῖα τῇ κρίσει θεραπευόμενον, ὡς καὶ ἐν αὐτῇ τῇ καταδρομῇ τῆς φαρισαϊκῆς ὑποκρίσεως τοῦ ἐλέου τὴν κρίσιν εὑρίσκουσα προτιθέμενον, καὶ προσέτι τοῖς σπλάγχνοις ζήλου πῦρ ὑποσμήχουσα καὶ ἄντικρυς ὑβριοπαθοῦσα, εἰ τὰ μὲν βάρβαρα τῶν ἐθνῶν, παρ ' οἷς μὴ ἔγγραφος κεῖται νόμος, φύσει μόνῃ τὸ ἐκεῖθεν ἑαυτοῖς ἀποπληροῦσι ὑστέρημα καὶ τὰς δίκας ἐς μήκιστον οὐ φέρουσι παρατείνεσθαι, ἡμεῖς δὲ τοῦτο τὸ μέρος πλεῖστον αὐτῶν ἀποδέομεν (δέον μᾶλλον ἐκείνοις μὲν ἡμᾶς εἰς ἀγαθὸν προκεῖσθαι ἀρχέτυπον, αὐτοὺς δὲ τῶν ἡμετέρων χαρακτήρων ἀπομάττεσθαι τοῦ καλοῦ τὰ ἰνδάλματα)· ταῦτα τοίνυν οὐκ ἐν φορητοῖς τιθεμένη ἡ βασιλεία μου, πλεῖστά τε περὶ τὸ πρᾶγμα γνωσιμαχεῖ, καὶ τῷ ἁγιωτάτῳ μου δεσπότῃ καὶ οἰκουμενικῷ πατριάρχῃ καὶ τῇ ἱερᾷ καὶ θείᾳ συνόδῳ κοινοῦται τὰ τῆς βουλῆς καὶ τοῦ σκέμματος. καὶ δὴ καὶ τὴν αὐτῶν τιμιότητα συνῳδὰ φρονοῦσαν αὐτῇ εὑροῦσα ἡ βασιλεία μου, συνεῖσα δὲ καὶ τοὺς ἐν ταῖς ἀνεσίμοις ἡμέραις τιμωμένους ἁγίους ἀτιμίαν μᾶλλον ἢ τιμὴν οἰομένους ἐξ ἧς οἰχήσεσθαι τέλεον παρακινδυνεύει τὸ δίκαιον, ταῦτα θεσπίζει, ταῖς τε τῶν σεπτῶν πανηγύρεων τελεταῖς τὸ εἰκὸς τῆς αὐτῶν τιμῆς ἀπονέμουσα, καὶ τῇ τῶν ἀδικουμένων ἐκδικήσει τὸ πρέπον ἀπομερίζουσα· ἵνα μὴ, ὅ φησιν ὁ ἀπόστολος, ἐκ τοῦ ἀγαθοῦ κατεργάζοιτο θάνατος, ἐκ τῆς ἐν ταῖς ἑορταῖς δηλαδὴ τοῦ θεοῦ θεραπείας ἡ τῶν ἀδικουμένων πλείων συντριβὴ καὶ ἀπώλεια, μηδ᾽ ἡ σεμνωνυμία τῆς ἀργίας καὶ τῆς ἀπραξίας τὸ εὔφημον, ἐνεργόν τε ἅμα ποιοῖτο τὴν ἀδικίαν καὶ ἔμπρακτον. α. Θεσπίζομεν οὖν ἐκείνας εἶναι τῶν ἡμερῶν ἀπράκτους, ἃς ἐν τῇ παρούσῃ διατάξει ῥητῶς ἀπαριθμησόμεθα. καὶ τινὰς μὲν αὐτῶν τὸ πάντη ἄπρακτον ἔχειν, ὡς μηδαμῶς δι ὅλου τοῦ αὐτῶν διαστήματος συνίστασθαι δικαστήριον, εἰ μὴ βασιλεία ἴσως οἰκονομίας τρόπῳ ἢ ἀνάγκῃ (ὁποῖα πολὺ τὸ περιπετὲς τῶν πραγμάτων νεανιεύεται) θελήσει καθίσαι καὶ ἐν αὐταῖς δικαστήριον· τινὰς δὲ ἀπὸ μέρους ἄγειν τῶν δικαστηρίων σχολὴν, ὡς οἷον ἕωθεν μέχρι καὶ εἰς αὐτὸν τὸν τῆς λειτουργίας καιρὸν, ἵνα τοῖς δικασταῖς ἐξείη προσανέχειν εὐχῇ καὶ τῇ περὶ τὸ θεῖον δοξολογίᾳ, καὶ μετὰ τὴν ἱεροτελεστίαν ἐπιμελεῖσθαι καὶ τῆς δικαιοσύνης καὶ τοῖς ἄδικα πεπονθόσιν ἐπαρήγειν κατὰ τὴν τῶν νόμων ἰσχύν. οἱ μέντοι οὕτω μετὰ τὴν θείαν λειτουργίαν ἐπιτετραμμένοι δικάζειν ἐν τοῖς γινομένοις παρ᾿ αὐτῶν σημειώμασι μεμνήσονται τοῦ καιροῦ, καθ ' ὃν τὰ σημειώματα πράττονται. καὶ δὴ πρῶτον περὶ τῶν τελείως ἀπράκτων διαληπτέον. Ἡ τοίνυν κατὰ τὴν ὀγδόην ἡμέραν τοῦ σεπτεμβρίου μηνὸς γενέθλιος ἡμέρα τῆς παναχράντου δεσποίνης καὶ θεομήτορος ἄπρακτος ἔσται. ὡσαύτως καὶ ἡ ιδ΄, τῇ ὑψώσει τετιμημένη τοῦ ζωοποιοῦ σταυροῦ. καὶ ἡ κς ', διὰ τὴν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ ἰωάννου τοῦ θεολόγου μετάστασιν. Ἡ ς΄ τοῦ ὀκτωβρίου, διὰ τὸ τὴν μνήμην ἐν αὐτῇ τελεῖσθαι τοῦ ἁγίου ἀποστόλου θωμᾶ. ἡ θ΄, διὰ τὸν τοῦ ἀλφαίου ἰάκωβον τὸν ἀπόστολον. καὶ ἡ ἱ, διὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν λουκᾶν. Ἡ ιγ ' τοῦ νοεμβρίου μηνὸς, ὅτι ἐν αὐτῇ ἡ μνήμη τοῦ χρυσοστόμου τελεῖται. ἡ ιδ΄, ὅτι ἐν αὐτῇ ὁ ἀπόστολος φίλιππος ἑορτάζεται. ἡ ις΄, ὅτι ὁ εὐαγγελιστὴς καὶ ἀπόστολος ματθαῖος τιμᾶται. ἡ κά, ὅτι τὰ εἰς τὸν ναὸν εἰσόδια τῆς θεομήτορος ἐν ταύτῃ πανηγυρίζεται. καὶ ἡ λ΄, ὅτι ὁ ἀπόστολος ἀνδρέας ἐν αὐτῇ ἑορτάζεται. Ἡ θ΄ τοῦ δεκεμβρίου, ὡς τῆς συλλήψεως ἐν αὐτῇ τελουμένης τῆς ὑπεραγίας μητρὸς τοῦ θεοῦ ἡμῶν. ἡ κ΄ μέχρι καὶ αὐτῆς τῆς ς ' τοῦ ἰανουαρίου, ὡς ἐν αὐταῖς ἑορταζομένων τῶν γενεθλίων καὶ τοῦ βαπτίσματος τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ. Ἡ ιη΄ τοῦ ἰανουαρίου, διὰ τοὺς θείους πατέρας καὶ διδασκάλους, ἀθανάσιον καὶ κύριλλον. ἡ κέ τοῦ αὐτοῦ μηνὸς, διὰ τὴν μνήμην τοῦ μεγάλου πατρὸς γρηγορίου τοῦ θεολόγου. Ἡ β΄ τοῦ φεβρουαρίου, διὰ τὴν τοῦ σωτῆρος ὑπαπαντήν. καὶ ἡ γ΄, διὰ τὴν τῆς μνήμης τοῦ θεοδόχου συμεὼν τελετήν. Ἡ κέ τοῦ μαρτίου, διὰ τὸν τῆς θεομήτορος εὐαγγελισμόν. αἱ πασχαλίαι τῶν ἡμερῶν, ἀπ᾿ αὐτῆς τῆς τοῦ λαζάρου ἐγέρσεως μέχρι καὶ εἰς αὐτὴν τὴν μετὰ τὸ ἅγιον πάσχα ὀγδόην. Ἡ κέ΄ τοῦ ἀπριλλίου, διὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν μάρκον. καὶ ἡ λ΄, διὰ τὸν ἀπόστολον ἰάκωβον, τὸν τοῦ θεολόγου καὶ εὐαγγελιστοῦ ἀδελφόν. Ἡ ἡ τοῦ μαΐου, διὰ τὴν μνήμην τοῦ εὐαγγελιστοῦ ἰωάννου τοῦ θεολόγου. ἡ ἱ, διὰ τὴν τοῦ ἀποστόλου σίμωνος τοῦ ζηλωτοῦ. ἡ κά, διὰ τὴν μνήμην τῶν ἁγίων καὶ ἰσαποστόλων μεγάλων βασιλέων, κωνσταντίνου καὶ ἑλένης. ἡ κς΄, διὰ τὴν τοῦ ἀποστόλου ἀλφαίου τοῦ ἰούδα. Ἡ ια τοῦ ἰουνίου, διὰ τὸν ἀπόστολον βαρθολομαῖον. ἡ ιθ΄, διὰ τὸν ἀπόστολον ἰούδαν τὸν καὶ θαδδαῖον, καὶ λεββαῖον, καὶ ἰάκωβον. ἡ κδ΄, διὰ τὸ τοῦ προδρόμου γενέθλιον. ἡ κθ'΄, διὰ τὴν ἐπὶ τοῖς κορυφαίοις τῶν ἀποστόλων πέτρου καὶ παύλου πανήγυριν. καὶ ἡ λ΄, διὰ τὴν ἐπὶ τοῖς δώδεκα. Ἡ κέ τοῦ ἰουλίου, διὰ τὴν τῆς ἁγίας ἄννης τῆς μητρὸς τῆς θεομήτορος κοίμησιν. Ἡ ς΄ τοῦ αὐγούστου, διὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ μεταμόρφωσιν. ἡ θ΄, διὰ τὴν μνήμην τοῦ ἁγίου ἀποστόλου ματθίου. ἡ ιέ, διὰ τὴν ὑπερένδοξον τῆς ἁγίας Θεοτόκου μετάστασιν. καὶ ἡ κ΄, διὰ τὴν μνήμην τοῦ ἁγίου ἀποστόλου θαδδαίου. καὶ ἡ κδ, διὰ τὴν τοῦ ἀποστόλου βαρθολομαίου. καὶ ἡ κθ΄, διὰ τὴν τοῦ τιμίου προδρόμου ἀποτομήν. Ταύταις ὡς τέλεον ἀπράκτοις συνεξετασθήσονται καὶ αἱ μεσότητες τῆς τεσσαρακονθημέρου νηστείας καὶ τῆς πεντηκοστῆς, καὶ ἡ τοῦ σωτῆρος ἀνάληψις, καὶ αἱ πᾶσαι τῶν ἐν τῷ ἐνιαυτῷ ἡμερῶν κυριώνυμοι· ὡς ἐν αὐταῖς ἀποκεκλεῖσθαι πᾶσαν πάροδον εἰς τὸ δικαστήριον, καὶ μηδέν τι μηδένα τῶν δικάζειν λαχόντων δικαστικὸν διαπράττεσθαι.
2
pr.Αἱ γε μὴν τὸ δικαστήριον ἀπὸ μέρους σχολάζουσαι, καὶ μὴ καθ᾽ ὁλόκληρον (ὡς προδιειλήφαμεν) ἀπρακτήσουσαι, εἶεν ἂν αὗται. Ἡ ς ' τοῦ σεπτεμβρίου μηνός, ὅτι ἐν αὐτῇ τὸ ἐν χώναις τοῦ ἀρχιστρατήγου μιχαὴλ θαῦμα τετερατούργηται. Ἡ κγ ' τοῦ ὀκτωβρίου, ὅτι τὴν μνήμην τοῦ ἀδελφοθέου ἰακώβου τελοῦμεν. ἡ κς, ὅτι τὸν μέγαν μάρτυρα καὶ μυροβλύτην δημήτριον ἑορτάζομεν. Ἡ α΄ τοῦ νοεμβρίου, διὰ τὸ τοὺς θαυματουργοὺς ἀναργύρους κοσμᾶν καὶ δαμιανὸν ἑορτάζεσθαι. ἡ ἡ΄, διὰ τὸ τὴν σύναξιν τῶν ἀσωμάτων τελεῖσθαι. καὶ ἡ κή, διὰ τὸ τὸν ὁσιομάρτυρα στέφανον τὸν νέον πανηγυρίζεσθαι. Ἡ δ΄ τοῦ δεκεμβρίου, διὰ τὴν καλλιμάρτυρα βαρβάραν. καὶ ἡ ς΄, διὰ τὸν ἐν θαύμασι περιώνυμον καὶ μυροβλύτην νικόλαον. Ἡ ἱ τοῦ ἰανουαρίου, διὰ τὸν νύσσης θεῖον γρηγόριον. ἡ ις΄, διὰ τὴν προσκύνησιν τῆς τιμίας τοῦ κορυφαίου τῶν ἀποστόλων πέτρου ἁλύσεως. ἡ ιθ΄, διὰ τὴν ἀνακομιδὴν τοῦ τιμίου νεκροῦ τοῦ θεολόγου γρηγορίου. καὶ ἡ κζ ', διὰ τὴν ἀνακομιδὴν τοῦ σεβασμίου λειψάνου τοῦ χρυσοστόμου. Ἡς τοῦ φεβρουαρίου, διὰ τὸν μεγαλομάρτυρα στρατηλάτην θεόδωρον. ἡ ιζ, διὰ τὸν ἀθλοφόρον θεόδωρον τὸν τήρωνα. Ἡ θ΄ τοῦ μαρτίου, ὡς τῆς μνήμης τελουμένης τῶν ἁγίων μαρτύρων τοῦ χριστοῦ μ΄. Ἡ κγ ' τοῦ ἀπριλλίου, ὡς τοῦ μεγαλομάρτυρος γεωργίου τιμωμένου. Ἡ β΄ τοῦ μαΐου, διὰ τὸν μέγαν ἀθανάσιον. Ἡ η΄ τοῦ ἰουνίου, διὰ τὸν μεγαλομάρτυρα θεόδωρον τὸν στρατηλάτην. ἡ θ΄, διὰ τὸν ὅσιον πατέρα ἡμῶν κύριλλον ἀλεξανδρείας. καὶ ἡ κζ, διὰ τὸν ὅσιον καὶ θαυματουργὸν σαμψών. Ἡ α΄ τοῦ ἰουλίου, ὅτι ἐν αὐτῇ τῶν ἁγίων καὶ θαυματουργῶν ἀναργύρων τὴν μνήμην τελοῦμεν. ἡ β΄, ὅτι τῆς καταθέσεως τῆς τιμίας ἐσθῆτος τῆς θεομήτορος μνημονεύομεν. ἡ ή΄, ὅτι τὸν μεγαλομάρτυρα προκόπιον ἑορτάζομεν. ἡ ια΄, ὅτι τὴν καλλιμάρτυρα εὐφημίαν πανηγυρίζομεν. ἡ κ΄, ὅτι τὸν προφήτην ἠλίαν τιμῶμεν. ἡ κζ ', ὅτι τὸν ἀθλοφόρον καὶ θαυματουργὸν παντελεήμονα ἑορτάζομεν. Καὶ ἡ λὰ τοῦ αὐγούστου, διὰ τὴν τῆς τιμίας ζώνης τῆς ἀχράντου θεοτόκου κατάθεσιν. Αὗται δὴ αἱ πῶς μὲν ἄπρακτοι, πῶς δὲ ἔμπρακτοι. τὰς μέντοι διὰ γέννησιν βασιλικὴν ἢ ἀναγόρευσιν σχολαζούσας τῶν ἡμερῶν καὶ ταύτας ταῖς ἐμπράκτοις ἐγκρίνει ἡ βασιλεία μου, ἀφ᾽ ἑαυτῆς ἀρχομένη τοῦ παρόντος θεσμοθετήματος, καὶ ἐν οἷς αὐτὴ διαπράξαιτο διδάσκουσα τοὺς λοιπούς· οὐχ οὕτω γὰρ ὁ τῆς παρούσης διατάξεως πείσει λόγος τοὺς αὐτῷ προσανέχοντας, ὡς ἡ παρὰ τῆς βασιλείας μου πρᾶξις. αὐτὰς γὰρ τὰς ἡμέρας, ἐν αἷς ἡ βασιλεία μου καὶ εἰς τὸν τῇδε βίον προῆκται καὶ εἰς βασιλέα θεοῦ προνοίᾳ ἀνηγόρευται, ἐμπράκτους εἶναι θεσπίζει, καὶ μηδεμίαν ἐκεχειρίαν ἐν ταύταις ἄγειν τὰ δικαστήρια. πᾶσαι μέντοι αἱ παρὰ τὰς ἄνω καταγραφείσας ἡμέρας τοῦ χρόνου καὶ ἔμπρακτοι ἔσονται, καὶ δικαστήρια ἐν αὐταῖς γενήσονται καὶ ἐκβιβασμοὶ ἀκολούθως ταῖς δικαστικαῖς ἀποφάσεσι. πέπεισμαι δὲ, ὅτι καὶ θεῷ φίλον ἔσται τὸ παρὸν τῆς βασιλείας μου θεσμοθέτημα· ταλανίζων γὰρ τοὺς φαρισαίους ὁ ἰησοῦς καὶ αὐτοῦ τοῦ ἐλέους τὴν κρίσιν προέταξε. Εἶχε τὸ· μηνὶ μαρτίῳ ἰνδικτιῶνος ιδ΄, δι ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς χειρός. τὸ· διὰ τοῦ λογοθέτου τοῦ δρόμου τοῦ ἁγιοθεοδωρίτου μιχαήλ. κηρίνη βούλλη διπτύχου. καὶ ἔξωθεν τὸ· ἀπελύθη μηνὶ ἰουνίῳ ἰνδικτιῶνος ιδ΄ ἔτους σχοδ΄.