IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.66Imp. Manuelis Comneni de diversis causis. (A. 1166.)

Νεαρὰ τοῦ βασιλέως κυροῦ μανουὴλ τοῦ κομνηνοῦ περιέχουσα πολλῶν ἀμφιβολιῶν λύσεις.

Abrir no leitor do IusCommune →

0

pr.Ἔννομον ἐπιστασίαν οἱ πάλαι σοφοὶ τὴν βασιλείαν ὡρίσαντο, χρῆμα γοῦν ἀτεχνῶς θεσπέσιον· διὰ τοῦτο καὶ πρόνοιαν θεοῦ μεγαλομερῆ ταύτην εἶναι καὶ πεπιστεύκασι καὶ διδάσκουσιν. εἰ γὰρ δίκαιος ὁ κύριος καὶ δικαιοσύνας ἠγάπησε, προσήκει δή που καὶ τὸν ἐξ ἐκείνου λαχόντα βασιλεύειν τῶν ἐπὶ γῆς αὐτόν τε δίκαιον εἶναι καὶ τῶν ὑπ᾿ αὐτοῦ προβαλλομένων εἰς τὸ δικάζειν τὰς εὐθυδικίας περισπούδαστον ἔργον ποιεῖσθαι καὶ ἀποδέχεσθαι. ἢ τί γὰρ ἂν εἴη βασιλέως ἔργον τιμιώτερον ἕτερον καὶ τοῖς βασιλευομένοις λυσιτελέστερον; ταῦτα τοίνυν οὐδὲ ἡ βασιλεία μου ἀγνοήσασα, μάλιστα μὲν ἠβούλετο καὶ ηὔχετο, μηδένα μὲν εἶναι τὸν ἀδικούμενον ὑπὸ τὴν αὐτῆς ἐπικράτειαν· εἰ δ᾽ οὖν, ἀλλὰ μὴ ῥᾳθυμοτέρους εἶναι τῶν τὰ παράνομα δρώντων περὶ τὴν τῶν ἀδικουμένων ἐκδίκησιν τοὺς εἰς αὐτὴν τεταγμένους παρὰ τῆς βασιλείας μου. νυνὶ δὲ πολλοὺς ὁρῶσα πλεονεκτικῆς χειρὸς καὶ ἀδίκου τραυματίας γινομένους, καὶ ἀγρῶν ἀφαιρέσεις καὶ οἰκημάτων ὑπομένοντας καὶ πραγμάτων ἄλλων ἀποστερουμένους, ἔπειτα θυροκοποῦντας διηνεκῶς τὰ δικαστήρια καὶ χρονοτριβοῦντας ἀνήνυτα, καὶ πρὸς τὸ μηδεμιᾶς ἐκεῖθεν θεραπείας ἐπιτυγχάνειν εἰς τὸ χεῖρόν τε καὶ ὀδυνηρότερον ταῖς πληγαῖς ἐπιξαινομένους, καὶ τὸν τρυγίαν ἐντεῦθεν τῆς ἀδικίας ἀποροφῶντας, ἔνθα τυχεῖν τῆς ἐκδικήσεως ἤλπιζον· καὶ γὰρ, ἵν ἐρῶ τὸ τοῦ σολομῶντος, εἶδον ἀνομίαν ὑπὸ τὸν ἥλιον, ἄνθρωπον θνητὸν ἀθανάτῳ δίκῃ περιπεσόντα, καὶ ταύτην ὥσπερ τινὰ κλῆρον πατρῷον εἰς τρίτην πολλάκις καὶ τετάρτην γενεὰν τοῖς ἐγγόνοις αὐτοῦ κατὰ διαδοχὴν παραπέμψαντα· ταῦτα τοίνυν, ὡς εἴρηται, κατανοοῦσα ἡ βασιλεία μου, ἤλγησε μὲν ὡς εἰκὸς ἐπὶ τοῖς γενομένοις καὶ τὴν ψυχὴν ἠνιάθη, αἰτιασαμένη μὲν τὴν τῶν δικαστῶν ῥαθυμίαν, οἰκτειρήσασα δὲ καὶ τοὺς ἀδικουμένους τῆς ἀπογνώσεως. διὸ καὶ κατὰ τὸ δυνατὸν τὴν τοῦ κακοῦ τούτου περισκοποῦσα διόρθωσιν, καὶ τοῖς τὰ χείριστα πάσχουσι κατὰ τὸ ἐγχωροῦν ἐπαμύνουσα, πρὸς τὴν ἐφεξῆς ῥηθησομένην οἰκονομίαν ἀπέβλεψε.

1

pr.Βούλεται γὰρ ἀπὸ τῆς σήμερον τοὺς ἐφ᾽ ἑκάστῳ δικαστηρίῳ συνεδριάζειν ὀφείλοντας καὶ συνδιαγνωμονεῖν τῷ τούτου προϊσταμένῳ τεταγμένους εἶναι καὶ ἀφωρισμένους, τοὺς μὲν εἰς τοῦτο, τοὺς δὲ εἰς ἐκεῖνο τὸ δικαστήριον, ἵνα μὴ πάντων εἰς ἓν κατὰ ταὐτὸν συνερχομένων ἀργεῖν ἐπισυμβαίνει τὰ λοιπά δι ἐρημίαν τῶν δικαζόντων· οὕτω δὲ καὶ τὸ νῦν ἐπικρατοῦν ἔθος περιαιρήσεται, τὸ ἐκ διαλειμμάτων δικάζειν αὐτούς. εὐδοκοῦμεν γὰρ τρισσάκις ἀπροφασίστως μιᾶς ἑκάστης ἑβδομάδος δικάζειν ἕκαστον τῶν προκαθημένων τῶν δικαστηρίων, συνερχομένων παρ᾽ αὐτοῖς τῶν ὑπ᾿ αὐτοῖς δικαστῶν. ἐπικεῖσθαι δὲ καὶ τοῖς ἐναγομένοις ἀνάγκην, δι ὅλους παραβάλλειν ἐν τοῖς δικαστηρίοις καὶ μὴ ἀπολιμπάνεσθαι, μέχρις ἂν ἐκπερατωθῇ τὰ τῆς ὑποθέσεως, εἴγε τέως καὶ οἱ ἐνάγοντες διηνεκῶς ἐπι σπεύδουσι τμηθῆναι τὴν προσαρμόσασαν αὐτοῖς ἀγωγήν. δεῖσθαι μέντοι τοὺς ἐναγομένους καὶ διαμηνυμάτων οὐχὶ συχνῶν καὶ κατατριβόντων ἐπίτηδες τοὺς ἐνάγοντας, ἀλλὰ μετὰ τὴν τοῦ λιβέλλου δόσιν καὶ τὴν εἴδησιν τῆς κατ᾿ αὐτὸν φερομένης ἀγωγῆς εἴ τινες ἴσως ἀπειθοῦσι, τρισὶν αὐτοὺς τριακονθημέροις καλεῖσθαι προγράμμασι· καὶ εἰ μὴ ἐντὸς αὐτῶν ἀπαντήσουσι, καταδικάζεσθαι ἀκολούθως τοῖς νομοθετηθεῖσι παρὰ τοῦ ἀοιδίμου πάππου τῆς βασιλείας μου, καὶ τοῦ μακαρίτου βασιλέως κυρίου λέοντος τοῦ σοφοῦ. καὶ ταῦτα μὲν οὕτω γίνεσθαι διαταττόμεθα. β΄ 13. Ἐπεὶ δὲ καὶ τῇ τῶν συνηγόρων ἀπεραντολογίᾳ καὶ τῇ πολλῇ τούτων ἐνστάσει προσωχθήκει ἡ βασιλεία μου (σπούδασμα γὰρ αὐτοῖς κατεφώρασε πολλάκις ὥρας ὑποσυλᾶν καὶ σεσοφισμένως φυγοδικεῖν, οἷς τὰς αὐτὰς πολλάκις δικαιολογίας ἀνακυκλοῦσι, καὶ τῶν προτέρων δυσαποσπάστως ἐξερχόμενοι προκόπτειν οὐκ ἐῶσι τὸ δικαστήριον), διορίζεται μετὰ συστολῆς ἱσταμένους τοὺς συνηγόρους ὡς τὸ πρὶν δικάζεσθαι, καὶ μὴ συγκαθῆσθαι τοῖς δικασταῖς ἐν τῷ δικάζεσθαι, καὶ μὴ κατὰ ταὐτὸν τοῖς λόγοις χωρεῖν (ἀφ᾽ ὧν συγχεῖται μὲν ἡ ἀκρόασις, ἐκκρούεται δὲ καὶ τῶν δικαστῶν ἡ ἀκριβὴς καὶ συντετηρημένη διάγνωσις)· ἀλλὰ θατέρου μέρους ἐφησυχάζοντος μετ᾿ εὐταξίας καὶ καταστάσεως τὰ οἰκεῖα δίκαια προτείνειν τὸν προλογίζοντα, εἶτα τὸν μὲν ἠρεμεῖν, ἀντιδικαιολογεῖσθαι δὲ μετὰ τῆς ἴσης ἀδείας τὸν ἕτερον· καὶ οὕτω λέγειν τοὺς δικαστὰς ἃ διαγινώσκουσι. κἂν εἰ μιᾶς γνώμης ἅπαντες γένοιντο, ἐπὶ τὰ πρόσω χωρεῖν τοὺς δικαζομένους· εἰ δὲ διαφωνήσουσι πρὸς ἀλλήλους, τοὺς μὲν συνηγοροῦντας καὶ πάλιν ἐν ἠρεμίᾳ μένειν, τοὺς δὲ δικαστὰς καθ ' ἑαυτοὺς σκοπεῖν τὸ ἀμφήριστον καὶ δίχα τῆς οἱασοῦν προσπαθείας εἰς ἓν συνέρχεσθαι πάντας καὶ ἀποφαίνεσθαι τὸ παρ᾽ αὐτῶν διαγινωσκόμενον. εἰ δέ γε μὴ ὁμογνωμονήσουσι πάντες, ἀλλά τινες διαφωνοῦσι τοῖς πλείοσιν ἢ ἐξισοῦνται οἱ διαφωνοῦντες, ἐκείνων τὴν ψήφων προκρίνεσθαι, οἷς καὶ ὁ τοῦ δικαστηρίου προεστώς συμφωνεῖ. οἱ δὲ μὴ στοιχοῦντες τοῖς παρ᾽ ἡμῶν διατεταγμένοις περὶ αὐτῶν, ἀλλὰ τὰ αὐτὰ δικαιολογούμενοι, καὶ μὴ παραδεκτέοι μὲν ὄντες τοῖς δικασταῖς, ὅμως δὲ τοῖς αὐτοῖς ἀνερυθριάστως ἐπιμένοντες, κἀκεῖνα λέγοντες, ἃ καὶ προδικαιολογησάμενοι ἀπεπέμφθησαν (ἐστὶ μὲν ὅτε καὶ αὐτολεξεὶ, ὅτε δὲ καὶ τὰς λέξεις πρὸς τὸ λαθεῖν ὑπαλλάσσοντες, ὁποῖα καὶ τῆς βασιλείας μου δικαζούσης γεγόνασι), καὶ τὸν ἡμέτερον διορισμὸν παραβαίνοντες τοῦ συνηγορεῖν κωλυθήσονται· πάντως γὰρ ἀδικεῖσθαι οἰόμενοι ἐπὶ τὴν ἐκ νόμων ἀποτεταμιευμένην τούτοις τῆς ἐκκλήτου βοήθειαν καταφυγεῖν ὤφελον. μελήσει δὲ πάντως καὶ τοῖς δικάζουσι, ἐμμερίμνως τὰς διαγνώσεις ποιεῖσθαι καὶ τὰς ἀποφάσεις, εἰδόσιν ὅτι μεγάλαι ζημίαι, πολλάκις δὲ καὶ σωμάτων ἀκρωτηριασμοὶ ταῖς αὐτῶν ἀποφάσεσιν͵ ἐπακολουθοῦσιν. ἵνα οὖν μὴ τοῦ λοιποῦ ἀπέραντα εἴη τὰ δικαστήρια, τὸν ἐν διαφόροις βιβλίοις τῶν βασιλικῶν ἐγκατεστρωμένον ἀναζωπυροῦμεν νόμον, καὶ νενεκρωμένον οἷον εἰπεῖν καὶ ἀργίαν παντελῆ κατεψηφισμένον ἀνιστῶμεν, διοριζόμενοι κατ᾿ ἐκεῖνον, τὰ μὲν ἐγκληματικὰ τῶν δικαστηρίων ἐντὸς διετίας περατοῦσθαι, τοῖς δὲ χρηματικοῖς τὸν τῆς τριετίας χρόνον ἐξαπλοῦμεν· αὔταρκες γὰρ αὐτοῖς τὸ τοσοῦτον διάστημα τοῦ καιροῦ, κἂν εἰ καὶ ἴσως τινὲς ὑποθέσεις πολὺ τὸ γρυφὸν ἔχουσαι καὶ τὸ δυσχερὲς εὑρίσκειντο καὶ τὴν λύσιν οὐκ εὐμαρῶς παραδεχόμεναι. εἰ δὲ παρ᾽ αἰτίαν τοῦ ἐνάγοντος ἡ προθεσμία ἐκμετρηθήσεται μὴ λελυμένης τῆς ὑποθέσεως, ἀπεντεῦθεν ἔσται καταδεδικασμένος, προσκαταβάλλων τῷ ἐναγομένῳ καὶ τὰ δαπανήματα. εἰ δὲ τοῦ ἐνάγοντος ἐπαγρυπνοῦντος καὶ ἐπισπεύδοντος ἡ δυστροπία τοῦ ἐναγομένου τὸν τοσοῦτον χρόνον ἐπὶ κενοῖς ποιήσει παραδραμεῖν, ἐκ τούτου καὶ μόνου καταδικασθήσεται ἀπαιτούμενος καὶ τὰ δαπανήματα, καὶ οὐδεμιᾶς ἑτέρας ἀξιωθήσεται βοηθείας ἢ δικαιώσεως. εἰ δὲ τῶν καιρῶν σχολαζόντων αἴτιοι τῆς ἀπράκτου παραδρομῆς τοῦ καιροῦ οἱ δικάζοντες γένοιντο, τῶν προσόντων αὐτοῖς δικαστικῶν ὀφφικίων μετακινηθήσονται· ποῦ γὰρ ἂν εἴη δίκαιον, τοὺς ἐπὶ σωτηρίᾳ τῶν κακῶς πασχόντων τὸ δικάζειν λαχόντας, εἶτα πρὸς συντριβὴν αὐτῶν κεχρημένους τῷ λειτουργήματι, καὶ ἔτι δικαστικῶν ὀφφικίων προϊστασθαι, ἢ συνδικάζειν τοῖς τούτων προϊσταμένοις; ἐπεὶ δὲ τεταγμένοι ὀφείλουσιν εἶναι ἐφ᾿ ἑκάστῳ τῶν δικαστηρίων δικασταὶ, τοῦ μὲν δικαστηρίου τοῦ κατ᾿ αὐτοὺς δικάζοντος ἐξ ἀνάγκης παρ᾿ αὐτῷ συνελεύσονται. τούτου δὲ ἴσως διά τινα αἰτίαν μὴ ἐνεργοῦντος, παρὰ τοῖς ἑτέροις πολιτικοῖς δικαστηρίοις ἀκωλύτως ἀποπληρώσουσι τὸ οἰκεῖον λειτούργημα. γ΄ 18. Πάντα δὲ κάλον (ὅ φασι) κινοῦσα ἡ βασιλεία μου ἐπὶ τῷ περιαιρεῖν τὰς ἐν δικαστηρίῳ γινομένας ὑπερθέσεις, καὶ ταῦτα θεσμοθετεῖ, μηκέτι τριακονθήμερα τὰ τρία ἐπιφω· νήματα γίνεσθαι, ὅτε ἀπόφασις καὶ διάγνωσις γίνεται δι ὅρκων τέμνουσα τὰ ἀμφίβολα· ἀλλὰ τὰ προκλητικὰ τῆς τε τῶν ὅρκων ὑποδοχῆς καὶ τελεσιουργίας τρία μὲν γίνεσθαι, πλὴν πεντεκαιδεκαήμερα· καὶ εἰ μὴ ἐντὸς αὐτῶν τὰ τῶν ὅρκων συντελεσθείη, καταδεδικασμένον εἶναι καὶ ὡς ἀναποδίσαντα λογίσασθαι τὸν ἐπιφωνηθέντα καὶ τοὺς ὅρκους μὴ ὑποδεξάμενον ἢ μὴ πληρώσαντα. δ΄ 22. ᾿Αλλὰ καὶ τὰς ἐκκλήτους τὰς ἐν δικαστηρίῳ γινομένας ἐν τῇ βασιλευούσῃ τῶν πόλεων καὶ ταῖς πέριξ αὐτῆς ἐνιαυτῷ κλείεσθαι· καὶ τὸν καταδικασθέντα παρά τινος καὶ ἐκκαλεσάμενον ἐντὸς χρόνου ἀναγκάζεσθαι τὴν ἔκκλητον γυμνάζειν καὶ συμπληροῦν, ἢ μὴν μὴ οὕτω ποιοῦντα ὑπεύθυνον γίνεσθαι καὶ τὰ ἀπὸ καταδίκης διδόναι. εἰ δὲ καὶ ἐν ἑτέρᾳ τινὶ ἐπαρχίᾳ καταδικασθῇ, καὶ εἰ εἰς τὸ βῆμα τῆς βασιλείας μου ἐκκαλέσηται ἢ εἰς ἕτερον πολιτικὸν δικαστήριον, σὺν τῷ προγραφέντι· ἐνιαυτῷ ἔχειν πεφιλοτιμημένον καὶ τὸ νόμιμον διάστημα, ὥστε διὰ τούτου καταλαβόντα τὴν μεγαλόπολιν πρὸς ἀνάγκης ἔχειν καὶ αὐτὸν ἐντὸς τοῦ δηλωθέντος ἐνιαυτοῦ καὶ γυμνάζειν καὶ περατοῦν τὴν ἔκκλητον, ἢ μὴν ἀναγκάζεσθαι στέργειν τῇ προτέρᾳ ἀποφάσει καὶ ἀπαιτεῖσθαι τὰ ὀφειλόμενα. ε΄ 24. Ἔτι καὶ τοῦτο προσκείσθω. τινὲς θεματικοὶ ἔν τε τῇ βασιλίδι τῶν πόλεων καὶ ἀλλαχοῦ, ἔνθα διάγει ἡ βασιλεία μου, παραβάλλοντες ἐνιστῶσι κατά τινων δικαστήρια ἢ παρεισπράξεις ἢ ἄλλας ἀδικίας τινὰς ὑποστάντες ἢ παρὰ πρακτόρων ἢ θεματικῶν ἢ ἑτέρων τινῶν. διοριζόμεθα γοῦν, τοὺς μέλλοντας δίδοσθαι λιβέλλους ἐν τοῖς τοιούτοις δικαστηρίοις ὀκταημέρους εἶναι, παντοίως ὀφείλοντος τοῦ δικάζοντος τὰς τοιαύτας τῶν ὑποθέσεων ἐπισπεύδειν συντόμως αὐτὰς λύειν, ὥστε μὴ ἀναγκάζεσθαι τοὺς θεματικοὺς διὰ τὸ παρατεταμένον τοῦ καιροῦ καὶ τὴν τῶν δαπανημάτων ἔνδειαν τὴν τῶν δικαστηρίων ἀποφυγὴν τιμιωτέραν τῆς τούτων γυμνασίας λογίζεσθαι. ς΄ 26. Ἔτι καὶ τοῦτο νομοθετείσθω. πολλοῖς τὸ οἰκεῖον περίεργον, ἢ μᾶλλον εἰπεῖν πανοῦργον, ὑποτίθησι τὴν νεαρὰν τὴν νομοθετήσασαν τὸ περὶ τῆς προτιμήσεως δίκαιον περιγράφειν προσχήματι ἀντιχρήσεως· κἀντεῦθεν τὰ ἀκίνητα, ἐφ οἷς ἕτερος προτιμᾶται, κατὰ ἀντίχρησιν λαμβάνειν τινὲς μηχανῶνται, καὶ ἐκ τούτου τὸν προτιμώμενον ἀποκλείειν ἐπιχειροῦσιν, ὡς τάχα τοῦ ἀκινήτου, ἐφ᾽ οὗ ἡ προτίμησις, μέλλοντος πρὸς τὸν δεσπότην ἐπανελθεῖν μετὰ τοῦ ἀντιμετρηθῆναι τὸ δάνειον. καὶ τούτῳ τῷ τρόπῳ τὸν προτιμώμενον περιγράφονται, καὶ τὰ τῆς νεαρᾶς ἀναποτέλεστα μένουσι, τοῦ ἀκινήτου ἀπομένοντος παρὰ τῷ κατὰ ἀντίχρησιν τάχα τοῦτο λαμβάνοντι. πολλάκις δὲ καὶ ἕτερόν τι ποιοῦσι περίεργον· πεφύκασι γὰρ τῶν ἀνθρώπων οἱ δύστροποι καὶ ἐν τοῖς προδήλοις πράγμασι μηχανὰς ἐπινοεῖσθαι καὶ δόλους συῤῥάπτειν, καὶ πᾶν ὃ ἂν εἴπῃ τὶς ἐφευρίσκειν εἰς τὴν τοῦ ἀληθοῦς καὶ δικαίου ἐπήρειαν ἢ καὶ τελείαν ἀναίρεσιν. ποῖον δὲ τοῦτο; ὅτε μέλλει ἐκποιηθῆναι ἀκίνητον, ἐφ᾽ ᾧ τις ἔχει πλησιασμὸν ἢ ἀνακοίνωσιν, τὸ μέρος τοῦ πωλουμένου ἀκινήτου τὸ πλησιάζον τῷ ἔχοντι τὴν προτίμησιν γείτονι παρακρατοῦντες οἱ κτήτορες τὸ λοιπὸν πωλοῦσι πρὸς ὃν βούλονται, καὶ ἐκ τούτου τὸ τῆς προτιμήσεως ἀπόλλυται δίκαιον, ἅτε τοῦ πλησιάζοντος μὴ πραθέντος. καὶ συμβαίνει τὰ τῆς νεαρᾶς νομοθεσίας περιγράφεσθαι, ὡς τῆς ἐννοίας τοῦ νόμου παραβαινομένης, τῶν δὲ ῥημάτων τάχα φυλαττομένων· περιγράφει γάρ, φησιν ὁ νομικὸς, ὁ ποιῶν ὅπερ ὁ νόμος οὐκ ἐκώλυσεν, οὐ μὴν αὐτὸ βούλεται γίνεσθαι. τὰς τοιαύτας τοίνυν κακοτροπίας περιαθροῦσα ἡ βασιλεία μου, καὶ τὰς τῶν ἐν κακίᾳ σοφῶν μηχανὰς διακόπτουσα, διορίζεται καὶ ἐπὶ τῆς ἀντιχρήσεως τὸ τῆς προτιμήσεως εἰσάγεσθαι δίκαιον, καὶ ἐπὶ τῇ ἀντιχρήσει ἐκεῖνα κρατεῖν, ἃ ἐπὶ τῶν δωρεῶν ἐν τῇ προμνημονευθείσῃ νεαρᾷ διωρίσθησαν. ὡσαύτως τὸ τοῦ πλησιασμοῦ δίκαιον δοθήσεται, κἄν τις μέρος μὲν ἀκινήτου πωλήσῃ, ἐφ᾽ ᾧ ἕτερος προτιμᾶται, μέρος δέ τι ἐλάχιστον καταλείψῃ ἀδιάπρατον, τὸ πλησιάζον τυχὸν τῇ οἰκίᾳ τοῦ γείτονος ἢ τῷ ἀγρῷ, ἐν οἷς ὁ πλησιασμὸς θεωρεῖται· καὶ μὴ τὰς τοιαύτας περιεργίας νικᾶν τὴν ἀλήθειαν καὶ ἄπρακτον μένειν τὸ τὰ περὶ τούτου νομοθετῆσαν διάταγμα τῇ περιεργίᾳ νικώμενον καὶ περιγραφόμενον. ζ΄ 38. Σὺν τούτοις καὶ τοῦτο θεσπίζοντες τοῖς προγραφεῖσι συντάττομεν 39. πολλοὶ τῶν ἀνθρώπων ἐν τοῖς ἐπιτελευτίοις αὐτῶν διατάγμασιν ἐπιτρόπους ἤγουν διοικητὰς τῶν παρ᾿ αὐτῶν διορισθέντων καταλιμπάνουσι, καὶ τούτοις ἀνατιθέασι τὴν τῶν πραγμάτων αὐτῶν οἰκονομίαν τε καὶ διοίκησιν, τὸν χριστὸν κληρονόμον γράφοντες, τὸ γλυκὺ τοῦτο καὶ κοσμοσωτήριον καὶ πρᾶγμα καὶ ὄνομα. τοῦτο δὲ δοκοῦσι ποιεῖν, δ᾽ ὧν τοῖς πένησι τὰς περιουσίας αὐτῶν καταμερισθῆναι προστάττουσι· τοῦ γὰρ αὐτοῦντος λαμβάνοντος, ἵσταται ὁ χριστὸς συγκοιλαίνων τούτῳ τὴν χεῖρα, ἐφ᾿ ὅσον γάρ, φησιν, ἑνὶ τούτων τῶν ἐλαχίστων ἀδελφῶν ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. παρακελευόμεθα γοῦν, ὅταν ἐπιτροπικαὶ τοιαῦται διοικήσεις πρόκεινται, καὶ εἰς εὐσεβεῖς αἰτίας διανομαὶ, καὶ πρὸς ψυχικὰς οἰκονομίας καὶ ὀρφανῶν, ἀφηλίκων τε καὶ πενήτων ἀναγωγὰς καὶ διατροφὰς τείνουσαι, μὴ χώραν ἔχειν ἐν ταύταις τοὺς τῶν δικαστηρίων ὑπερβιβασμοὺς καὶ τὰς ἐντεῦθεν χρονοτριβήσεις. συμβαίνει γὰρ ἐντεῦθεν τὰς τῶν τελευτώντων ζημιοῦσθαι ψυχὰς, καὶ τοὺς ἐπ᾿ ἀγαθῷ καὶ κοινῇ λυσιτελείᾳ τοῦ παντὸς τεθέντας νόμους εἰς τουναντίον περιΐστασθαι. οὐδὲ γὰρ δίκαιον κρίνει ἡ βασιλεία μου, τὴν ἐπὶ τοῖς λοιποῖς δικαστηρίοις κρατοῦσαν ἀκολουθίαν καὶ ἐπὶ τοῖς τοιούτοις πολιτεύεσθαι, ἀλλὰ τὰς ἐπὶ ταῖς τοιαύταις ὑποθέσεσιν ἀμφιβολίας ἀπεντεῦθεν λύεσθαι, μὴ λιβέλλου διδομένου, εἰδήσεως δὲ τριημέρου, ἢ καὶ ἐς τετάρτην παρεκτεινομένης. μή τινος γὰρ δικαστικῆς ὑπερθέσεως ἐπαγομένης ἡ τῶν προσόντων ἑκάστῳ δικαίων γενήσεται κατεξέτασις, καὶ μετακληθήσεται καὶ ἄμφω τὰ μέρη δίχα τινὸς ὑπερημερίας, καὶ ἀπαιτηθήσεται ἑκάτερα τὰ μέρη τὰ δοκοῦντα συντείνειν αὐτοῖς προβάλλεσθαι, καὶ οὕτω δ᾽ ὀλίγου καιροῦ, μηνιαίου τυχὸν ἢ καὶ εἰς δεύτερον παρεκτεινομένου, κατὰ τὸ δόξαν τῷ δικαστῇ προσήκουσαν δέξοιτο λύσιν τὸ ἀνακύψαν ἀμφίβολον· τηρουμένων δηλονότι τῶν νόμων ἐπὶ τῆς οἰκείας ἕδρας καὶ παγιότητος, ὅσοι μὴ μετὰ τὸν τοῦ τελευτήσαντος θάνατον εὐθὺς τοὺς ἐκείνου διαδόχους εἰς δικαστήριον ἕλκεσθαι διορίζονται, ἀλλὰ μετὰ παραδρομὴν ἡμερῶν τινων, καθὼς τὰ περὶ τούτων πλατύτερον τοῖς βασιλικοῖς· διηγόρευται. εἰ δέ γε ὁ ἐπίτροπος εἰς ὑπερθέσεις φανείη χωρῶν καὶ τοιαῦτα σκαιωρῶν φωραθείη, καὶ πρὸς ὑπερβιβασμοὺς χωρήσει μὴ ποιῶν καθὼς ὁ διαθέμενος διετάξατο, τῆς ἐπιτροπῆς καὶ οἰκονομίας τῶν τοῦ τελευτήσαντος πραγμάτων μετακινηθήσεται· ἀνατεθήσεται δὲ αὕτη οἷς ἂν ὁ βασιλεὺς διορίσηται, ἢ τούτου ἴσως ἀποδημοῦντος ὁ τῆς πόλεως ἔπαρχος ἅμα τῷ τῆς ἁγιωτάτης ἐκκλησίας οἰκονόμῳ τὴν τούτου ποιήσονται οἰκονομίαν τε καὶ διοίκησιν, ὀφείλοντος εἴδησιν διδόναι τῶν ἐπὶ ταῖς τοιαύταις ὑποθέσεσιν οἰκονομουμένων τῷ βασιλεῖ, ἢ τῷ κατὰ τὴν ἡμέραν ἁγιωτάτῳ πατριάρχῃ, εἰ τύχῃ τὸν βασιλέα ἀπόδημον εἶναι, καὶ μὴ κατὰ πρόσταξιν αὐτοῦ τὰ τοῦ τελευτήσαντος πληρωθῆναι θελήματα. η΄ 55. Ἐπεὶ δὲ καὶ τὰ πρόστιμα τὰ τοῖς ἐγγράφοις ἐντιθέμενα ἐξ ὁμολογίας τῶν συναλλαττόντων δ᾽ ἀσφάλειαν καὶ παραφυλακὴν τῶν συμπεφωνημένων ἐγγράφονται, ὥστε τὸν ἀθετοῦντα τούτοις ὑποπεσεῖν, νῦν δὲ καὶ τοῦτο εἰς παντελῆ ἀχρηστίαν ἦλθεν, ἅτε τῶν δικαστῶν ἐφ᾽ οἷς οὐ δεῖ φιλανθρωπευομένων, καὶ ἐν ἀλλοτρίαις συμφοραῖς μαλακιζομένων καὶ χαυνουμένων· ἐπὶ τῷ τοῦ καλοῦ ζήλῳ καὶ τῇ τῶν ἀδικουμένων ἐκδικήσει διοριζόμεθα, καὶ ταῦτα ἀπαιτεῖσθαι ἐκ παραβάσεως κατὰ τὴν τῶν νόμων δύναμιν, ναὶ μέντοι καὶ καρποὺς καὶ πᾶν διαφέρον, καὶ πᾶν ἄλλο τοιοῦτον ἀκολούθως ταῖς νομικαῖς διατάξεσιν, ἀλλὰ καὶ τὰ κατὰ βίαν ἢ φόβον ἢ ἁρπαγὴν καὶ τὰ παρὰ τῶν ἄλλως ἁμαρτανόντων μεθ᾽ ὅπλων ἢ καὶ χωρὶς τούτων ἀφαιρούμενα μετὰ τῆς νομίμου ποινῆς ἀντιστρέφεσθαι, ὡς ἂν τῇ τούτων ἁπάντων ἀπαιτήσει ἀναστολὴ γένηται τῶν βουλομένων πλεονεκτεῖν, καὶ μὴ πρόχειροι εἰς κακίαν οἱ πολλοὶ γένοιντο, βλέποντες ἀκόλαστον τὸ κακὸν καὶ μηδεμίαν ἐπὶ τούτοις γενομένην τὴν ἐπεξέλευσιν. πάντα μὲν γὰρ, εἰ δυνατὸν, ἠβούλετο ἡ βασιλεία μου πρὸς τὸ βέλτιον μεταῤῥυθμίσαι· ἀλλ᾽ ἐπεὶ τοῦτο ἐργῶδες, ἢ τό γε ἀληθέστερον καὶ ἀδύνατον, καθ᾽ ὅσον ἐστὶν ἐφικτὸν διὰ θεσπισμάτων νεαρῶν καὶ τῆς ἀπὸ τούτων ἀνάγκης διορθωτέον τὰ κακῶς γινόμενα καὶ πραττόμενα. 9'. Ἐπεὶ δὲ ἀνωτέρω διωρίσατο ἡ βασιλεία μου, μερισθῆναι τοὺς πολιτικοὺς δικαστὰς καὶ ἀφορισθῆναι ἑκάστῳ δικαστηρίῳ τοὺς παρ᾽ ἐκείνῳ συνέρχεσθαι μέλλοντας, ἐν ταὐτῷ δὲ ἀναγκαῖόν ἐστι καὶ τοὺς συνηγόρους ὁμοίως ἐπιμερισθῆναι· φροντίσουσιν ὅ τε πανσέβαστος σεβαστὸς καὶ μέγας δρουγγάριος, καὶ οἱ μεγαλοεπιφανέστατοι ὅ τε πρωτασηκρῆτις καὶ ὁ δικαιοδότης ἑνωθέντες ποιῆσαι τὸν τούτων ἐπιμερισμὸν ἐξ ἴσου ἐφ᾽ ἑκάστου τῶν τεσσάρων δικαστηρίων, τοῦ μεγάλου δρουγγαρίου, τοῦ προκαθημένου τῶν δημοσιακῶν δικαστηρίων, τοῦ πρωτασηκρήτου καὶ τοῦ δικαιοδότου· ὡς ἂν οὕτως ἕκαστον τῶν τοιούτων δικαστηρίων ἀνεμπόδιστον τὴν οἰκείαν ἔχῃ ἐνέργειαν, καθὼς ἡ βασιλεία μου ὑπετύπωσεν. Εἶχε τὸ· μηνὶ μαρτίῳ ἰνδ. ιδ΄, δι᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός, καὶ τὴν συνήθη δίπτυχον προσκυνητὴν βούλλην. καὶ τὸ· διὰ τοῦ λογοθέτου τοῦ δρόμου τοῦ ἁγιοθεοδωρίτου μιχαήλ. καὶ ἔξωθεν τὸ· ἀπελύθη μηνὶ ἰουνίῳ ἰνδικτιῶνος ιδ ἔτους σχοδ΄. ἦν δὲ τὸ τοιοῦτον βασιλικὸν προσκυνητὸν πρόσταγμα καὶ ἐν διαφόροις κατεστρωμένον πολιτικοῖς τε καὶ ἐκκλησιαστικοῖς σεκρέτοις.