JGR III 4.65Imp. Manuelis Comneni ne morientium episcoporum bona ab exactoribus diripiantur. (A. 1151 vel 1166.)
Τὸ κατὰ τὸν σεπτέμβριον μῆνα τῆς ιδ ' ἰνδ. ἀπολυθὲν πρόσταγμα τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως, χάριν τοῦ μὴ ἁρπάζεσθαι τὰ τοῖς τελευτῶσιν ἐπισκόποις ἀνήκοντα παρὰ τῶν πρακτόρων, τάδε κατὰ ῥῆμα διαλαμβάνον·
Abrir no leitor do IusCommune →0
pr.Πρᾶγμα καὶ εἰς θεοῦ τολμώμενον περιφρόνησιν καὶ εἰς ἀθέτησιν θεσμῶν φυσικῶν παρὰ τῶν (ὅ φασι) μήτε θεοῦ ὄπιν μήτ᾿ ἀνθρώπων νέμεσιν ὑφορωμένων ὡς ἔοικεν, οὐκ ἀνεκτὸν ὅλως ἐλογίσθη τῇ βασιλείᾳ μου εἰς ἀκοὰς αὐτῇ πεπτωκός. ἔνθεν τοι καὶ ὡς πάντη τοῦ τῶν χριστωνύμων ἀνάξιον ἐπαγγέλ ματος διορθοῦται τοῦτο ἡ βασιλεία μου. ἀνηνέχθη γὰρ αὐτῇ, ὡς ἐν ταῖς ἀπὸ τοῦ ζῆν ἐκδημίαις τῶν ὁπουδήποτε ἀρχιερατευόντων ἐν ταῖς τοῦ θεοῦ ἁγιωτάταις ἐκκλησίαις, πῆ μὲν καὶ πρὸ τῆς αὐτῶν ἐκφορᾶς πῆ δὲ καὶ μετὰ τὴν ἐκφορὰν, οἱ κατὰ χώραν ἐνεργοῦντες προφάσει τῆς αὐτῶν τελευτῆς τῶν τε κελλίων αὐτῶν ἀπανθρώπως κατεπεμβαίνουσι καὶ τῶν ὑπὸ τὰς λαχούσας αὐτοὺς ἐκκλησίας ἀκινήτων· καὶ ἀφαιροῦνται μὲν ἅπαντα τὰ ἐν τούτοις παρευρεθέντα τῶν ὑπαρχόντων αὐτοῖς, καθολικὴν δὲ ποιοῦνται τῶν τοιούτων ἀκινήτων ἀπαίτησιν, καὶ παντοίως ἑτέρως ταῦτα συντρίβουσιν. α. Ἡ γοῦν βασιλεία μου μηδὲ μέχρι καὶ εἰς ἄκουσμα μόνον ἀνασχετὴν ἡγησαμένη τὴν τοιαύτην τόλμαν αὐτῶν, ἵνα μὴ καὶ τῆς ἐπὶ τοῖς θανάτοις τῶν ἀρχιερέων ἐπιούσης ταῖς κατ᾿ αὐτοὺς ἐκκλησίαις ζημίας καὶ συμφορᾶς οὗτοι βαρυσυμφορώτεροι γίνοιντο καὶ τῆς ἐπ᾿ αὐτοῖς ἀνίας ἀνιαρώτεροι, διορίζεται διὰ τῆς παρούσης προστάξεως, μηκέτι παρὰ τῶν κατὰ χώραν τὰς δουκικὰς ἀρχὰς διεπόντων ἢ ἀναγραφὰς ἢ ἕτερ᾽ ἄττα δικαίῳ τοῦ δημοσίου ἐνεργούντων τοιοῦτόν τι κατὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἢ τῶν ὑπ᾿ αὐτὰς ἀκινήτων ἢ τῶν κελλίων τῶν ἀρχιερέων ἐν ταῖς αὐτῶν τελευταῖς τοῦ λοιποῦ νεωτερισθῆναι. ἀλλ᾽ εἰ μὲν ἐνδιαθήκως οἱ ἀρχιερεῖς τελευτῷεν, κατὰ τὰς αὐτῶν βουλάς τε καὶ διατάξεις ἅπαντα γίνεσθαι, ὅσον ἐπὶ τοῖς παρευρισκομένοις ἐν τοῖς κελλίοις αὐτῶν· εἰ δ᾽ ἴσως καὶ ἀδιάθετοι ἀπαλλάττοιντο, πάντα καὶ οὕτω συντελεῖσθαι κατὰ τὸ τοῖς ἱεροῖς κανόσι καὶ τοῖς νόμοις δοκοῦν. τοῖς ἀκινήτοις μέντοι τῶν χηρευουσῶν ἐκκλησιῶν οὐδὲ πόδα ὅλως ἐπιβαλεῖ τις τῶν κατὰ χώραν δουκῶν ἢ τινῶν ἑτέρων, ὡς εἴρηται, οὐδὲ τὸ οἱονοῦν ἐκεῖθεν ὁπωσοῦν ἀναλάβηται· ἀλλὰ πάντα παρὰ τῶν μερῶν τῶν τοιούτων ἐκκλησιῶν ἐν αὐτοῖς οἰκονομηθήσεται, καθὼς ἄρα καὶ περὶ τούτου νομίμως καὶ κανονικῶς διηγόρευται, μέχρις ἂν δηλαδὴ οἱ μετὰ τοὺς τεθνηκότας ἀρχιερεῖς εἰς ἐκκλησίας ἐπικηρυττόμενοι κατὰ χώραν γεγονότες αὐτοὶ τῆς τούτων οἰκονομίας ἀνθέξονται. εἰδέναι ὀφείλοντος τοῦ εἰς ἀθέτησίν τινος τῶν ἐν τῇ παρούσῃ προστάξει τῆς βασιλείας μου διωρισμένων χωρήσοντος, ὡς εἰ καὶ θεὸς ἐπὶ τῷ τοιούτῳ αὐτοῦ τολμήματι πρός γε τὸ παρὸν παρασιωπήσεται, πάντως εἰς τὸ μέλλον αὐτῷ τὴν ἀξίαν δίκην ταμιευόμενος, ἀλλ᾽ ἡ βασιλεία μου καὶ εἰς τὸ παρὸν πικρότερον αὐτὸν μετελεύσεται, σωματικαῖς ποιναῖς αὐτὸν καθυποβαλοῦσα, μελῶν τε οἰκείων ἀκρωτηριασμοῖς καὶ τῶν ὑπαρχόντων δημεύσει καὶ ὑπερορίᾳ μακρᾷ. οὐ μόνον γὰρ εἰς τὸ ἁπλοῦν ἀπεντεῦθεν ἀποδώσει ὁ τοιοῦτος τῇ ἐκκλησίᾳ τὸ ἐξ αὐτῆς τοιουτοτρόπως παρ᾿ αὐτοῦ ἀφαιρεθησόμενον, ἀλλὰ καὶ πρὸς τοῦ δημοσίου εἰς τὸ διπλοῦν ἀσυμπαθῶς ἀπαιτηθήσεται τὴν τοιαύτην ποσότητα· εἰδήσεως ἀκριβεστάτης διδομένης περὶ τούτου παρὰ τοῦ τηνικαῦτα ἀρχιερέως τῷ κατὰ τὴν ἡμέραν μυστικῷ, ὃς καὶ ὀφείλει καὶ ἄμφω οἰκονομεῖν, πρόφασιν δὲ πάντως οὐχ ἕξει περὶ τῆς ἁμαρτίας αὐτοῦ. ἦλθε γὰρ ἡ βασι λεία μου εὐαγγελικῶς καὶ ἐλάλησεν αὐτοῖς διὰ τῆς παρούσης προστάξεως, ἥτις καταστρωθήσεται καὶ τῷ ἱερῷ χαρτοφυλακείῳ ἐναποτεθήσεται, ἀρκέσουσα ταῖς ἁγιωτάταις ἐκκλησίαις, κἂν ἰσότυπα καὶ μόνα ταύτης πεπιστωμένα παρὰ τῶν μερῶν αὐτῶν ἐμφανίζηται. ἕξουσι γὰρ πρωτοτύπων ἰσχὺν ταῦτα, καὶ τοῖς πορισομένοις προσέσονται εἰς ἀσφάλειαν αἰωνίζουσαν.