JGR III 4.71Imp. Manuelis Comneni de argentariorum mensis ad clericos ex emtione pertinentibus. t (A. 1152 vel 1167.)
5431 Ἐστὶ δὲ καὶ πρόσταγμα τοῦ ἀοιδίμου βασιλέως κυρίου μανουὴλ τοῦ κομνηνοῦ, ἐξενεχθὲν μὲν κατὰ μῆνα νοέμβριον ἐπινεμήσεως ιε΄ ἐπὶ ὑπομνήσει τινῶν κληρικῶν καταλλακτῶν· καταστρωθὲν δὲ ἐν τῷ σεκρέτῳ τῶν οἰκειακῶν κατὰ μῆνα ἰανουάριον ἐπινεμήσεως ιέ, καὶ ταῦτα ῥητῶς παρακελευόμενον·
Abrir no leitor do IusCommune →0
pr.Ὅσοις περιῆλθον ἐξ ἀγορασίας τὰ τοιαῦτα καταλλακτικὰ τραπεζοτόπια, δίδωσιν ἄδειαν ἡ βασιλεία μου ἐναλλαγῆναι ταῦτα εἰς ἅπερ ἂν εὑρήσητε ἀξιόλογα καὶ ῥωμαϊκὰ πρόσωπα. ὑμᾶς γὰρ ἱερωμένους ὄντας τὴν τοιαύτην ἐπιστήμην μετέρχε - σθαι οὐκ ἐνδέχεται, ὅτι οὐδὲ δυνατὸν ἀναστέλλεσθαι διὰ προσήκοντος σωφρονισμοῦ, ὁπηνίκα τὶ ποιεῖτε παρὰ τὸν ἐπαρχικὸν ὁρισμὸν, διὰ τὸ εἶναι ἱερωμένους. ὅσοι οὖν ἐξ ὑμῶν ἐξ ἀγορασίας, ὡς εἴρηται, ταῦτα κέκτησθε, προσκομισάτωσαν ἀξιόλογα πρόσωπα τῷ ἐπάρχῳ· καὶ ἵνα δέξηται αὐτὰ, καὶ σφραγίσῃ τραπεζίτας ἀντ᾿ αὐτῶν, κατὰ δωρεὰν καὶ ἄνευ συνηθείας καὶ δόσεως οἱασδήτινος.