JGR III 4.55Imp. Manuelis Comneni de juramento Judaeorum. (A. 1148.)
Ὑπόμνησίς τινος ἀπὸ ἰουδαίων χριστιανοῦ γενομένου, περιέχουσα ὁποῖος ἐστὶν ὁ ὅρκος τῶν ἰουδαίων.
Abrir no leitor do IusCommune →0
pr.Τολμῶν ὁ ἀνάξιος καὶ πανευτελὴς δοῦλος τῆς κρατίστης καὶ ἁγίας σου βασιλείας δέομαι, δέσποτά μου ἅγιε. ἐξ ἰουδαίων ἐγενόμην ὁ δοῦλός σου ἀπὸ τοῦ δουλικοῦ σου κάστρου. ἀτταλείας. φιλανθρωπίᾳ δὲ θεοῦ, τοῦ μὴ ἐλθόντος καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, εἰς ἐπίγνωσιν ἦλθον τῶν ἐμῶν ἁμαρτιῶν, καὶ βάπτισμα ἅγιον διὰ μετανοίας ἐδεξάμην. εἶτα δ᾽ εὐτυχίαν τοῦ ἐνθέου κράτους σου ἐβάπτισα καὶ ἕτερα τρία ἀδέλφιά μου· καὶ ὑπεμνήσθη παρ᾽ ἡμῶν ὁ τρισμακάριστος καὶ ἅγιος ἡμῶν αὐθέντης καὶ βασιλεὺς, ὁ πατὴρ τῆς θεοστεφοῦς καὶ ἁγίας βασιλείας σου, ὡς ἂν δωρήσηται ἡμῖν τὸ ἰουδαϊκὸν ἐκεῖνο τῶν ἡμετέρων γονέων οἴκημα καὶ τὰ ἐν αὐτῷ ἀποκείμενα ὀλιγοστὰ πράγματα, κατασχεθέντα παρὰ τῶν ἰουδαίων· καὶ διὰ τῆς ἀντιλήψεως τῆς ἁγίας βασιλείας αὐτοῦ εἰσηκούσθη ἡ ὑπόμνησις ἡμῶν, καὶ ἐγένετο ἡμῖν τιμία καὶ προσκυνητὴ λύσις πρὸς τὸν πράκτορα, παραδοθῆναι ἡμῖν τὸ τοιοῦτον οἴκημα. κατὰ ταύτην οὖν τὴν πρόσταξιν γέγονεν οὕτως· καὶ τῇ ἀντιλήψει τῆς ἁγίας βασιλείας σου γέγονε τὸ τοιοῦτον οἴκημα παρ᾽ ἡμῶν τῶν δούλων ναὸς ἅγιος οὕτω καλούμενος ἡ ἁγία ἀνάστασις, καὶ μοναχούς τινας ἐν αὐτῷ κατετάξαμεν, ἐπὶ τῷ ὑπερεύχεσθαι τῆς ἁγίας σου βασιλείας καὶ πάντων τῶν χριστιανῶν. ἐξεκαλέσαμεν δὲ τὸν πράκτορα καὶ περὶ τῶν ἡμετέρων πραγμάτων, ὡς ἂν ἀποδοθῶσιν ἡμῖν· καὶ ἔξαρνοι ἐγένοντο οἱ ἰουδαῖοι. προσέταξεν οὖν ὁ πράκτωρ ἡμῖν, λυθῆναι τὴν ὑπόθεσιν ἡμῶν διὰ συκοφαντικοῦ καὶ τελείου· καὶ ἐγὼ μὲν ὡς χριστιανὸς ἵνα πληρώσω τὸν συκοφαντικὸν, αὐτοὶ δὲ τὸν τέλειον, πλὴν οὐχ ὡς αὐτοὶ θέλουσιν, ἀλλ᾽ ὡς ἂν ἐγὼ δώσω αὐτοῖς ἐγγράφως, ἐστὶ δὲ οὕτως· ἐν πρώτοις, ἵνα ζώσηται τὴν βάτον, καὶ καβαλλικεύσῃ τὸν ἀσκὸν, καὶ ἐμβῇ εἰς τὴν θάλασσαν, καὶ πτύσῃ τὴν περιτομὴν αὐτοῦ τρίτον, λέγων οὕτως· „μὰ τὸν βαρασῆ, βαραᾶ, ἀδωναῒ, ἐλωῒ, τὸν δια„περάσαντα τὴν ἐρυθρὰν θάλασσαν τὸν ἰσραὴλ ἀβρόχως, καὶ „ποτίσαντα αὐτοὺς ὕδωρ ἐκ πέτρας, καὶ δόντα αὐτοῖς μάννα „φαγεῖν καὶ ὀρτυγομετρίαν, εἰ καὶ αὐτοὶ ἀχάριστοι ἐγένοντο „[οὐ] παραιτησάμενοι τὰ τοῦ χοίρου κρέα; μὰ τὸν νόμον, ὃν „δέδωκεν ἀδωναῒ, καὶ τὸν ἐμπτυσμὸν τοῦ σώματος τῆς περι„τομῆς, καὶ τὴν βάτον, ἣν τῇ ἐμαυτοῦ ὀσφύϊ περιζώννυμαι· „οὐκ ἐπὶ ψεύδους ὀμνύω τὸ ὄνομα κυρίου σαβαώθ· εἰ δὲ ἐπὶ „ψεύδους ὀμνύω, ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας μου, ψη„λαφήσω ὡς ὁ τυφλὸς τοῖχον, καὶ ὡς μὴ ὑπάρχων ἔχων ὀφθαλ„μοὺς πεσοῦμαι σὺν τούτοις πᾶσιν, ἀνοιξάτω ἡ γῆ τὸ στόμα „αὐτῆς, καὶ καταπιέτω με, ὡς δαθὰν καὶ ἀβειρών. καὶ οὗτοι τὸν ὅρκον τοῦτον ἀσμένως ἐδέξαντο. εἶτα μετὰ τὸ ὀμόσαι ἐμὲ· τὸν συκοφαντικὸν, οὐκ ἠθέλησαν πληρῶσαι τὸν τέλειον· ἀλλὰ δώροις τὸν πράκτορα μετελθόντες ἐξέφυγον τὸν ὅρκον. διὰ γοῦν τοῦτο δέομαι καὶ παρακαλῶ τὸ ἔνθεον κράτος σου, γενέσθαι μοι τιμίαν καὶ προσκυνητὴν λύσιν πρὸς τὸν κατὰ τὴν ἡμέραν πράκτορα, διοριζομένην, ἢ τὸν τοιοῦτον ὅρκον ὀμόσαι καὶ μὴ βουλομένους τοὺς ἰουδαίους, ἢ ἀναμφιβόλως ἀποδοῦναι ἡμῖν τὰ εὐλόγως παρ᾽ ἡμῶν ἐπιζητούμενα πράγματα. καὶ εἰ τοῦτο γένοιτο, δέσποτά μου ἅγιε, οὐ παύσομαι παρ ' ὅλην μου τὴν ζωὴν τῆς ἁγίας σου βασιλείας ὑπερεύχεσθαι· ἧς ὡς δοῦλος ἀνάξιος τολμήσας ἐδεήθην. ᾿Αντιγραφή βασιλική. Ὑπόδειξον τὴν παροῦσαν λύσιν τῆς βασιλείας μου τῷ μεγαλεπιφανεστάτῳ δουκὶ τῶν κιβυῤῥαιωτῶν, καὶ οὗτος ἵνα μετακαλέσηται καὶ τοὺς παρά σου διεγκαλουμένους ἰουδαίους. καὶ ἐὰν σου τὸν συκοφαντικὸν ἐπομοσαμένου, ὡς ὑπέμνησας, οὗτοι ἀναποδίζουσι πρὸς τὸν ἐν τῇ ὑπομνήσει σου δηλούμενον τέλειον, παραπείσῃ αὐτοὺς ἢ τὸν τοιοῦτον ἀποδοῦναι τέλειον, καθὼς ἐντὸς ἀνατάττεται, ἢ ἃ λέγεις πράγματα ἀντιστρέψαι πρὸς σὲ. τῷς μηνὶ νοεμβρίῳ ἐπινεμήσεως ια΄ δ᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός. Παρεκβολὴ γενομένη περὶ ὁ ἰουδαίων. Παρεξεβλήθη ἀπὸ τοῦ ἐπαρχικοῦ βιβλίου ὁ ὅρκος, ὃν ὀμνύουσιν οἱ ἰουδαῖοι, ὁ καὶ περιέχων οὕτως. ἐν πρώτοις, ἵνα ζώσηται τὴν βάτον, καὶ κρατήσῃ ἐν ταῖς χερσὶν αὐτοῦ τὸ μεγαλεῖον, καὶ εἴπῃ οὕτως· εὐλόγητος κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ διαγαγὼν ἡμᾶς διὰ ξηρᾶς τὴν ἐρυθρὰν θάλασσαν, ὅτι οὐ ψεύδομαι. εἰ δὲ καὶ διαψευδόμενος εὑρεθῶ, δώῃ μοι κύριος ὁ θεὸς τὴν λέπραν τοῦ γιεζῆ καὶ τοῦ ἀμμᾶ, ἠλεὶ τοῦ ἱερέως τὴν καταδίκην, καὶ ἀνοιξάτω ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ καταπίετω με ζῶντα, ὡς δαθὰν καὶ ἀβειρών. Ἡ ὑπογραφή. Ὁ κριτὴς τοῦ βήλου καὶ ἐπὶ τοῦ ἱπποδρόμου, βασίλειος ὁ πεκούλης, τὰ παρόντα ῥήματα τοῦ ὅρκου ἀπὸ τοῦ ἐπαρχικοῦ βιβλίου παρεκβαλὼν καὶ ἰσάζοντα εὑρὼν ὑπέργραψα καὶ ἐσφράγισα. Εἶχε καὶ βούλλαν κάτωθεν ἀπῃωρημένην, ἔχουσαν ἐξ ἀμφοτέρων τῶν μερῶν γράμματα, οὕτως ἔχοντα· ἐκ τῆς σφραγίδος ἴσθι τὸν γεγραφότα. κριτὴν πεκοίλην ὃς θέλει γνωριζέτω.