JGR III 4.56Imp. Manuelis Comneni aurea bulla de instrumentis ecclesiarum. (Α. 1148.)
᾿Απελύθη χρυσόβουλλος λόγος τοῦ αὐτοῦ κραταιοῦ ἁγίου ἡμῶν βασιλέως κατὰ μῆνα φεβρουάριον, ἐπινεμήσεως ια΄ τοῦ ςχνς ' ἔτους, ὁ καὶ ἰατὴρ λεγόμενος ὡς ἰώμενος τὰ χωλεύοντα ἴσως δικαιώματα τῶν ἁπανταχοῦ ἐκκλησιῶν, ἐπισκοπῶν δηλονότι καὶ μητροπόλεων καὶ αὐτῆς τῆς μεγάλης ἐκκλησίας. ὃς καὶ κατὰ ῥῆμα οὗτωσὶ διαλαμβάνει·
Abrir no leitor do IusCommune →0
pr.Ὁ μὲν μετὰ μωσέα τοῦ ἐκλεκτοῦ λαοῦ ἐκεῖνος στρατηγὸς ἰησοῦς τὰ ἱεριχούντεια καθελεῖν ἐπειγόμενος ὀχυρώματα τοῖς ἱερεῦσι κύκλῳ σαλπίζειν ἐκέλευε, καὶ οὕτω παραδόξως τὰς τῶν τειχῶν ἐπάλξεις κατέῤῥιπτε. ἡ δὲ τοῦ νέου τῷ θεῷ ἐκλεκτοῦ καθηγουμένη τούτου λαοῦ βασιλεία μου, μετὰ τὸν ἐν βασιλεῦσιν ἐκεῖνον ἄλλον μωσέα, τοῦ λαοῦ σωτῆρα καὶ ὁδηγὸν, τὸν ἀοίδιμον λέγω αὐθέντην τῆς βασιλείας μου καὶ γεννήτορα, ὥσ περ τινὰ τείχη καθελεῖν ἐπειγομένη ἱεριχούντεια τὰς τοῦ κοινοῦ τῶν χριστιανῶν ἐχθροῦ ὀχυρώσεις, τοῦ δυτικοῦ λέγω δράκοντος, τοῦ τῆς σικελικῆς κατατυραννοῦντος γῆς, κἀκεῖθεν κατα τῆς τῶν ῥωμαίων ἐπικρατείας λάθρα ἑρπύσαντος, ἀναλόγως οἷα πνευματικάς τινας σάλπιγγας τὰς τῶν τὸν θεὸν ἐξιλεουμένων καθ ' ἑκάστην ὑπὲρ ἡμῶν ἀρχιερέων εὐχὰς πρὸς ἐκείνου καθαίρεσιν συνεργούσας ἐδέησεν. ἀλλὰ καὶ αὐτὸς ὁ θεόπτης μωσῆς ὁπηνίκα τῷ ἀμαλὴκ συνεκρότει τὴν μάχην, ἱερεῦσιν ἑκατέρωθεν στηριζόμενος οὕτω τοῦτον κατετροποῦτο καὶ ὑπερίσχυε· κατ᾿ ἐκεῖνον οὖν καὶ ἡ βασιλεία μου τοῦ ἀρχιερατικοῦ δεομένη ὑποστηρίγματος εἰς τὴν κατὰ τοῦ νέου τούτου ἀμαλὴκ προκειμένην ἀντιπαράταξιν, καὶ ὥσπερ τινὰ στύλον φωτὸς τοῦ νέου ἰσραὴλ προηγούμενον καὶ τὰ τούτου κατευθύνοντα διαβήματα, τὰς τούτων ἔχειν εὐχὰς ἐθέλουσα τὸν παρόντα χρυσόβουλλον λόγον τῇ μητρὶ πασῶν τῶν ἐκκλησιῶν, τῇ νέᾳ σιών, τῷ τῆς τοῦ θεοῦ σοφίας ἐνδιαιτήματι, καὶ τοῖς κατὰ τὰς νήσους πάσας καὶ τὴν ἀνατολὴν καὶ τὴν δύσιν ἀρχιερεῦσιν ἐβράβευσε, τὰς ὑπὲρ τῆς βασιλείας μου τούτων εὐχὰς ἐπὶ πλέον ἀναῤῥωννύουσα. ἀκριβῶς γὰρ οἶδεν ἡ βασιλεία μου, ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ ὡς γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ, ψευδὴς δὲ ἵππος εἰς σωτηρίαν, κατὰ τὸν θεῖον φάναι προφήτην καὶ ψαλμογράφον καὶ θεοπάτορα.
1
pr.Τοιγάρτοι καὶ τὸ ἀπερικλόνητον πάντη φυλάττεσθαι θέλουσα, τῇ τε πασῶν προκαθημένῃ ἐκκλησιῶν καὶ τοῖς μνημονευθεῖσι πᾶσιν ἀρχιερεῦσι τῶν ὁπουδήποτε ἁγίων ἐκκλησιῶν, καὶ τὸ ἀσφαλὲς τῶν προσόντων ταύταις δικαιωμάτων ἐπὶ τῇ κατοχῇ τῶν ἀκινήτων αὐτῶν βεβαιότερον καθιστῶσα, προσεπανορθοῦσα δὲ καὶ εἴ τί που χωλεῖον ἴσως ἐστὶν ἐν τοῖς αὐτῶν δικαιώμασι καὶ τῆς ἀκριβείας λειπόμενον· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ εἴ τί που ὀφεῖλον ἐπακολουθῆσαι δικαίωμα πρὸς τὴν ἀσφαλῆ τῶν τοιούτων ἀκινήτων δεσποτείαν, κατοχήν τε καὶ κυριότητα γενέσθαι ἴσως οὐκ ἔφθασεν· αὐτὸν δὴ τὸν παρόντα χρυσόβουλλον λόγον ἰατῆρα ἡ βασιλεία μου τούτου δὴ τοῦ ἐλλείποντος αὐτοῖς ἐπιδέδωκεν, οἷον ἄρτιον καὶ ὁλομελὲς δεικνύντα τὸ ἐπὶ τούτοις δίκαιον καὶ εἰς τὸ παντελὲς ἀδιάσειστον. δι οὗ καὶ βεβαιοῖ μὲν καὶ ἀσφαλέστερον τίθησι πᾶν προσὸν ταῖς κατ᾿ αὐτοὺς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις καὶ αὐτῇ τῇ τούτων προκαθημένῃ δικαίωμα ἐπὶ τοῖς αὐτῶν ἀκινήτοις, ὁποῖον ἂν καθέστηκε κἂν ὁπουδήποτε ταῦτα διάκεινται, καὶ τὸ καλὸν κάλλιον τίθησι τῇ ἐπικρίσει τε καὶ ψήφῳ τῆς βασιλείας μου. πᾶν δὲ ἐν αὐτοῖς ἐν ὁποίοις εἴποι τὶς θεωρούμενον, εἴτε ἐν χρυσοβούλλοις λόγοις διαφόρων βασιλέων εἴτε ἐν σιγιλλίοις εἴτε ἐν ἁπλαῖς προστάξεσιν εἴτε ἐν λύσεσιν εἴτε ἐν πρακτικοῖς ὑποσκάζον, καὶ κατά τι τοῦ ἀκριβοῦς καὶ τῆς ὀφειλομένης ἀκολουθίας λειπόμενον, ἀπό τε βασιλικῶν προσταγμάτων καὶ νόμων ἐπανορθοῖ· καὶ διορίζεται, μὴ κατά τι πρόκριμα ἐκ τούτων εἶναι ταῖς δηλωθείσαις πάσαις ἁγιωτάταις ἐκκλησίαις εἰς τὸν αἰῶνα τὸν ἅπαντα, ἀλλὰ τὸ ὑπόσαθρον ἐκείνων καὶ ἀσθενὲς εὐτονώτατον εἶναι καὶ ἀνάλωτον πάσῃ δικαιολογίᾳ τοῦ βουλομένου λέγειν τὶ ὑπὲρ τοῦ δημοσίου, τῷ παρόντι χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας μου ῥωννύμενον καὶ σφόδρα ἐνδυναμούμενον. καὶ ἵνα ἀπὸ τῶν πολλῶν, ὧν ἄν τις ἐννοήσειεν, ὀλίγων τινῶν ἡ βασιλεία μου ἐπιμνησθείη, ἐὰν τυχὸν δωρεὰ αὐτοῖς παροίκων ἄποσος εἴη ἢ μέτρων γῆς, αὐτούργιά τινα ἐκαίνισαν ἐν τοῖς τοιούτοις κτήμασι τυχὸν μὴ δεδωρημένα αὐτοῖς· ἢ ἐδωρήθησαν μὲν, οὐκ ἀνετράπησαν δὲ αἱ περὶ τούτων προστάξεις· ἢ ἐπὶ προαφωρισμένοις δεδωρημένοις αὐτοῖς, αἱ περὶ προαφωρισμένων προστάξεις οὐκ ἀνετράπησαν· ἤ τινα τῶν πορισθέντων αὐτοῖς βασιλικῶν προσταγμάτων οὐδόλως κατεστρώθησαν· ἢ κατεστρώθησαν μὲν εἴς τινα τῶν σεκρέτων, οὐ μὴν γε καὶ ἐπὶ τοῖς προσφόροις σεκρέτοις· ἢ καταστρωθέντα ἀπώλοντο, ἶσα δὲ τούτων πεπιστωμένα εὑρίσκονται· ἢ πρακτικὰ ὀφείλοντα προβῆναι οὐ προέβησαν, ἢ προβάντα οὐ κατεστρώθησαν, ἢ ὁρισθέντα γενέσθαι λογίσιμα οὐκ ἐγένοντο· ἢ κατά τινα ἴσως ἄλλην ὁποίαν ἄν τις εἴπῃ αἰτίαν εἴτε κατὰ μέρος εἴτε καὶ καθ᾽ ὁλόκληρον τὰ προσόντα ταῖς πολλάκις διαληφθείσαις ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ τῇ μητρὶ πασῶν χωλεύουσι δικαιώματα κἀντεῦθεν οὐκ ἔχουσι τὸ ἀπερικλόνητον, κἂν μὴ ῥητῶς ἐνταῦθα πᾶσα ὁποιαδήτις αἰτία ὑποσκάζειν ποιοῦσα τὰ δικαιώματα ἐκπεφώνηται· ἢ ὤφειλον τυχὸν καὶ ἕτερα δικαιώματα προσεπορεχθῆναι αὐταῖς ἐπὶ τοῖς τοιούτοις ἀκινήτοις, ὡς τινων πάντως προβάντων ἐν αὐταῖς (εἰ γὰρ μηδόλως τὶ δικαίωμα ἐπί τινι τῶν προσόντων αὐταῖς ἀκινήτων κέκτηνται, οὐδέν τι ἀπὸ τοῦ παρόντος χρυσοβούλλου λόγου ὠφεληθήσονται)· κατὰ μηδέν τι ταῦτα πάντα, καὶ ὅσα ἄν τις ἄλλα εἰς νοῦν λάβῃ ποτὲ ὑπὲρ τοῦ δημοσίου ἀγωνιζόμενος, καταβλάψαι ποτὲ τὰς τοῦ θεοῦ ἁγιωτάτας ἐκκλησίας, τόν τε τῆς τοῦ θεοῦ σοφίας οἶκον καὶ τὰς λοιπὰς μητροπόλεις, ἀρχιεπισκοπὰς καὶ ἐπισκοπὰς, δυνήσεται ἐπὶ τοῖς (ὡς εἴρηται) διαφέρουσιν αὐταῖς ἀκινήτοις ἀφ᾽ οἱωνδήποτε δικαιωμάτων. εἰ γὰρ μηδέν τι μηδαμῶς δικαίωμα ἐκτήσαντο ἐπί τισιν ἴσως τῶν προσόντων αὐταῖς ἀκινήτων, οὐδεμίαν ἀπὸ τοῦ παρόντος χρυσοβούλλου λόγου ὠφέλειαν ἕξουσιν, ὥσπερ οὐδὲ ἐφ᾿ οἷς ἔσχε τὴν κατοχὴν ὁ δημόσιος ἀφ᾽ οἱασδήτινος εὐλόγου αἰτίας μέχρι τῆς σήμερον· ἐπὶ τούτοις γὰρ πᾶσι τὸ ἀκριβές παραφυλαχθήσεται. Εἴ τις οὖν θελήσει διὰ φιλοχρηματίαν ἢ δι ἑτέραν αἰτίαν τινὰ καταφρονῆσαι τῶν ἐν τῷ παρόντι χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας μου διωρισμένων, πρῶτα μὲν τὸ τῆς ἁγίας τριάδος φέγγος, ὅτε παριστάμεθα τῷ φοβερῷ βήματι, μὴ θεάσαιτο· ἐκπέσοι δὲ καὶ τῆς τῶν χριστιανῶν μερίδος, ὡς ὁ ἰούδας τῆς δωδεκάδος· προσεπιτούτοις καὶ τὴν ἀρὰν ἐπισπάσαιτο τῶν ἀπ᾿ αἰῶνος προκεκοιμημένων πρωτοτόκων ἁγίων δικαίων καὶ θεοφόρων πατέρων. Leuncl. conj. ἐπετράπησαν vel ἀνεγράφησαν. Male.