IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.51Imp. Joannis Comneni de dote adulterae.

Νεαρὰ βασιλέως κυροῦ ἰωάννου τοῦ μεγάλου κομνηνοῦ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐμάθομεν δὲ καὶ ἄλλο τὶ παρανομώτατον ἐξ ἔθους εἰς τὰς ἡμετέρας ἐπαρχίας πολιτευόμενον. εἰ γάρ τινος γυναῖκα εὑρίσκετο μοιχευθεῖσα, τὴν προῖκα αὐτῆς πᾶσαν ἐλάμβανον οἱ τὴν χώραν ἐκείνην διενεργοῦντες εἰς τιμωρίαν λόγῳ τοῦ δημοσίου. τοῦτο γοῦν τὸ παρανομώτατον ἔθος ἀνατρέποντες ὁρίζομεν, ἐν πάσαις ἡμῶν ταῖς ἐπαρχίαις τὴν προῖκα τῆς μοιχευομένης γυναικὸς κερδαίνειν τοὺς παῖδας, εἴπερ ἔχει ἐκ τοῦ ὑβρισμένου γάμου· εἰ δὲ εἰσὶ παῖδες ἐκ προτέρου γάμου, τότε τὴν προῖκα ἐξ ἴσου μερίζεσθαι τῶν τε παίδων ἕκαστον κελεύομεν καὶ τὸν ὑβρισμένον ἄνδρα λόγῳ δεσποτείας, καὶ ἔστω αὐτῷ τοῦτο ὥσπερ παραμύθιον τῆς ὕβρεως. εἰ δὲ μὴ εἶεν παῖδες μήτε ἐκ προτέρου γάμου μήτε ἐκ τοῦ ὑβρισμένου, τότε τὸν ἄνδρα κελεύομεν μόνον κερδαίνειν τὴν προῖκα τῆς μοιχαλίδος. εἰ δέ τινας καὶ ἄλλας τιμωρίας κατὰ τῶν τοιούτων γυναικῶν οἱ νόμοι διακελεύονται, καὶ ταῦτα κρατεῖν πανταχοῦ κελεύομεν, τὸν δὲ μοιχὸν τιμωρεῖσθαι κατὰ τοὺς κειμένους νόμους.