JGR III 4.52Imp. Manuelis Comneni aurea bulla de immunitate clericorum. (Α. 11442.)
Abrir no leitor do IusCommune →0
pr.Ὁ ἀείμνηστος ἐν βασιλεῦσι κύριος μανουὴλ ὁ κομνηνὸς διὰ χρυσοβούλλου, ἀπολυθέντος κατὰ τὸν φεβρουάριον μῆνα τῆς ζ΄ ἰνδ. τοῦ σχ΄΄ ἔτους, ἐφιλοτιμήσατο πᾶσι τοῖς ὁπουδήποτε τῶν χωρῶν τῆς ῥωμανίας προσκαθημένοις ἱερεῦσι καὶ δημοσιακοῖς τελεσταῖς οὖσι μὴ μόνον ἐξκουσείαν πάσης δημοσιακῆς ἐπηρείας, ἀλλὰ καὶ ἀτέλειαν τοῦ ζευγολογίου. μετὰ δέ τινα καιρὸν ἀπεχαρίσατο τούτοις μετὰ δοχῆς ἀτέλειαν. τὴν δὲ τοιαύτην φιλοτιμίαν τῆς ἐξκουσείας τῶν δημοσιακῶν ἐπηρειῶν ἀπεχαρίσατο καὶ τοῖς ἐν πᾶσι προσωπικοῖς ἐκκλησιαστικοῖς καὶ μοναστηριακοῖς κτήμασι προσκαθημένοις ἱερεῦσι· πλὴν τῶν μὲν δημοσιακῶν ἱερέων τὴν ποσότητα δ᾽ ἀπογραφῆς ἐστενοχώρησε διὰ τὴν δοχὴν τῶν συμπαθηθέντων τελεσμάτων αὐτῶν ὥστε εἰς τὸ ἑξῆς μὴ αὐξάνεσθαι ταῦτα, τοὺς δὲ λοιποὺς προσωπικοὺς ἱερεῖς οὐκ ηὐδόκησεν ἀπογραφῆναι πάντως διὰ τὸ μηδὲ ὀφείλειν γίνεσθαι χάριν τούτων δοχὴν οἱανδήτινα.