IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.50Imp. Joannis Comneni de collatione. (Inter 1118-1143.)

Νεαρὰ βασιλέως κυροῦ ἰωάννου τοῦ μεγάλου κομνηνοῦ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδήπερ ὁ περὶ συνεισφορᾶς νόμος αὐτῇ τῇ τῶν πραγμάτων πείρᾳ εὕρηται οὐκ ἐπὶ τῷ συμφέροντι τῆς ἡμετέρας πολιτείας εἰσενηνεγμένος, ἀλλὰ φανερῶς εἰς βλάβην εἰσήχθη καὶ ἀνατροπὴν πολλῶν καὶ μεγάλων οἰκιῶν, καὶ πολλοὶ προσελθόντες ἐδεήθησαν τὴν βασιλείαν μου, ἵνα γένηταί τις διόρθωσις εἰς τοῦτο, πανταχοῦ τὸ συμφέρον ἡμεῖς τῆς πολιτείας ζητοῦντες καὶ τὸ ὠφέλιμον τοῦ βίου δέον ἐκρίναμεν ποιῆσαί τινα εἰς τοῦτο διόρθωσιν, καὶ μάλιστα ἐπειδὴ πολλοὺς χρόνους ἀργὸς ἦν ἐνταῦθα ὁ τοιοῦτος νόμος, ὕστερον δὲ ὀλίγοις ἔτεσιν ἐπὶ κέρδει ἰδίῳ τινὲς αὖθις εἰς τὴν ἡμετέραν αὐτὸν εἰσήγαγον πολιτείαν. Θεσπίζομεν τοίνυν ἀπὸ τὴν σήμερον ἀργὸν αὖθις εἶναι τὸν περὶ συνεισφορᾶς νόμον καὶ ἄπρακτον παντελῶς ἐπὶ τῶν θηλειῶν· ἀλλ᾿ ἐάν τις ἀποθάνῃ ἔχων θυγατέρα μίαν ἢ πλείους ἀνδράσι συνεζευγμένας, καὶ ἔλαβον αὗται τὴν προῖκα παρὰ τοῦ ἰδίου πατρὸς ἢ συνεφωνήθησαν, εἰ μὲν διάθηται, τὰ τῆς διαθήκης κρατείτω, εἰ δὲ μὴ διάθηται, ἐκείνας μὲν ἀρκεῖσθαι εἰς ὴν ἔλαβον προῖκα ἢ συνεφωνήθησαν, τὸν δὲ πατέρα κληρονομεῖν τοὺς λοιποὺς παῖδας εἴτε ἄῤῥενες ὦσιν εἴτε θήλειαι ὑπὸ τὴν τοῦ πατρὸς ἐξουσίαν. ἔτι ἐὰν ὦσιν αὐτεξούσιοι ἄῤῥενες καὶ ἔχουσι καὶ μέρος τί ποτε ἀπὸ τοῦ βίου τοῦ πατρικοῦ, ἀποθάνῃ δὲ ὁ πατὴρ ἀδιάθετος ἐπὶ παισὶν ὑπεξουσίοις, τούτοις συνεισφέρειν οὐ κωλύομεν. μόνας γὰρ τὰς θυγατέρας τὰς ἄνδρας ἐχούσας ἐμποδίζομεν συνεισφέρειν διὰ τοῦ παρόντος νόμου, τοὺς δὲ ἄῤῥενας παῖδας οὐ κωλύομεν. γινωσκέτω γοῦν πᾶς ἄνθρωπος, ὅτι θυγάτηρ ἐξώπροικος οὐκέτι κληρονομήσει τὸν ἴδιον πατέρα ἀδιάθετον τελευτῶντα, εἰ μήπου μὴ ἔχει ἄλλον υἱὸν ἢ θυγατέρα ὑπεξουσίαν. τότε γὰρ συγχωροῦμεν τὴν θυγατέρα τὸν ἴδιον πατέρα κληρονομεῖν. τὴν γὰρ συνεισφορὰν ἀναιροῦμεν, οὐ μὴν δὲ τὴν κληρονομίαν ἀνατρέπομεν.