JGR III 4.49Imp. Joannis Comneni, ne exactor quicquam ab ecclesia episcopo suo orbata exigat '. (A. 1124 vel 1139.)
Ἰωάννου τοῦ κομνηνοῦ χρυσόβουλλον, διοριζόμενον μηδέν τι ἀπαιτεῖν τὸν πράκτορα ἀπὸ ἐκκλησίας χηρευούσης τοῦ ἐπισκόπου αὐτῆς.
Abrir no leitor do IusCommune →0
pr.Καὶ τί δὲ ἄλλο τῇ βασιλείᾳ μου προυργιαίτερον ἢ περισπουδαστότερον, ἢ τὸ τὰς ἐκκλησίας ἀνωτέρας διατηρεῖσθαι πάσης ἐπηρείας τε καὶ κακώσεως, καὶ μηδὲ τὴν οἱανοῦν βλάβην ἢ ζημίαν ὑφίστασθαι; διὰ ταῦτα οὐδὲ τὸ νῦν εἰς ἀκοὰς τῆς ἡμῶν ἐλθὸν γαληνότητος ἀδιόρθωτον ἀπολειφθῆναι ἠθέλησεν. ἀνηγγέλθη γὰρ ἡμῖν, ὡς τινες τῶν κατὰ χώρας ἀρχόντων ἅμα τῷ ἀποβιῶναι τοὺς ἀρχιερεῖς ἀφαιροῦνται πάντα τὰ εὑρισκόμενα ἐν τῷ ἐπισκοπείῳ, εἴτε εἴδη εἰσί τινα καὶ πράγματα ἢ πολλάκις χρήματα εὑρεθεῖεν, ἑρμαίῳ ἐντετυχηκέναι οἰόμενοι τῇ τελευτῇ τοῦ ἀρχιερέως, τῇ δὲ ἀληθείᾳ τῶν μὴ ἐφειμένων αὐτοῖς κατατολμῶντες καὶ ἐξιδιούμενοι τὰ ἀλλότρια· τινὲς δὲ διὰ τῶν ἐξυπηρετούντων αὐτοῖς τὰ τῶν ἐκκλησιῶν ἀφαιρούμενοι ἐξάντεις ἑαυτοὺς τῷ δοκεῖν καθιστῶσι τοῦ ἀτόπου τούτου ἐγ χειρήματος.
1
pr.Αναστέλλουσα γοῦν τὴν τοιαύτην παράλογον πρᾶξιν ἡ βασιλεία μου καὶ τὸ τοιοῦτον τῆς πλεονεξίας εἶδος ἀναχαιτίζουσα, διορίζεται διὰ τοῦ παρόντος νεαροῦ θεσπίσματος, μηδένα τοῦ λοιποῦ τῶν ἀρχόντων ἑκάστης ἐπαρχίας μετὰ τελευτὴν τοῦ ἐπαρχεώτου μητροπολίτου ἢ ἀρχιεπισκόπου ἢ ἐπισκόπου ἀναλαμβάνεσθαι ἀπὸ τῶν ὄντων ἐν τῇ μητροπόλει ἢ ἐν τῇ ἀρχιεπισκοπῇ ἢ ἐν τοῖς ὑπ᾿ αὐτὰς προαστείοις ἢ χωρίοις ἢ ἀγριδίοις ἢ μοναστηρίοις ἢ νομίσματα ἢ εἴδη τινὰ ἢ πράγματα ἢ ζῶα ἢ ἕτερά τινα διαφέροντα αὐτοῖς, ἀλλὰ μηδὲ ὅλως ἐκεῖσε εἰσέρχεσθαι μήτε αὐτοὺς μήτε τοὺς ἐξυπηρετοῦντας αὐτοῖς. αὐτοὶ μὲν γὰρ οἱ τῶν χωρῶν ἄρχοντες οἱ ἀπερχόμενοι ἢ ἀποστέλλοντές τινας, καὶ ἀναλαμβανόμενοι ἢ ἀπὸ τοῦ ἐπισκοπείου ἢ ἀπὸ τῶν προαστείων καὶ μοναστηρίων εἴδη τινὰ ἢ πράγματα ἢ νομίσματα ἢ ζῶα καταθήσουσι πρὸς τὴν ἐκκλησίαν, ᾗ ὑπόκειται ἡ τοῦτο παθοῦσα ἐπισκοπὴ ἢ ἀρχιεπισκοπὴ ἢ μητρόπολις, νομισμάτων λίτρας· ιβ΄, ὀφειλούσας ἀποδίδοσθαι ἀπροφασίστως πρὸς τὴν ζημιωθεῖσαν ἐκκλησίαν, πρὸς τῷ καὶ τὴν ἐκ τῆς βασιλείας ἡμῶν ἐπισπάσασθαι ἀγανάκτησιν. εἰ δέ τις τῶν ἐξυπηρετούντων αὐτοῖς τοιοῦτόν τι διαπράξεται, κἂν ἀξιωματικὸς εἴη, πρῶτον μὲν ὡς παραβάτης τοῦ ἡμετέρου προστάγματος διὰ δαρμοῦ σωφρονισθήσεται καὶ κουρᾶς, ἔπειτα δὲ καὶ λόγῳ ποινῆς ἀπαιτηθήσεται λίτρας νομισμάτων ἕξ. εἰ δὲ καὶ τῶν ἐκ τῆς τοιαύτης ἐπισκοπῆς κληρικῶν τις ὡς ὑφελόμενός τινα τῶν τῆς ἐκκλησίας πραγμάτων φωραθείη (τολμᾶσθαι γὰρ δὴ καὶ τοιαῦτα πολλὰ παρὰ τῶν κληρικῶν ἡ βασιλεία μου ἀνεδιδάχθη), διορίζεται καὶ τούτους μετὰ ἀκριβῆ ἔλεγχον καὶ τῆς ἀληθείας κατάληψιν τοῦ οἰκείου ἐκπίπτειν βαθμοῦ, ὡς τὰ τῷ θεῷ ἀνατεθειμένα ἀφαιρουμένους καὶ ἱεροσύλους ἄντικρυς λογιζομένους. οὐκ ἐξέσται τοίνυν ἀπὸ τοῦ παρόντος οὔτε κριταῖς οὔτε ἀναγραφεῦσιν οὔτε πράκτορσιν οὔτε δουξὶν οὔτε στρατηγοῖς οὔτε προνοηταῖς οὔτε ἄλλοις τισὶ δημοσιακὰς δουλείας ἐγκεχειρισμένοις, μετὰ τελευτὴν τῶν ἀρχιερέων παραβάλλειν ὅλως τοῖς ἐπισκοπείοις ἢ τοῖς διαφέρουσιν αὐτοῖς ἀκινήτοις ἢ μοναστηρίοις καὶ ἀφαιρεῖσθαί τι τὸ σύνολον ἐξ αὐτῶν, οὔτε μὴν προφάσει δημοσιακῶν τελεσμάτων εἰσέρχεσθαι εἰς τὰ τῆς ἐκκλησίας δίκαια καὶ ἀφαιρεῖσθαι ἃ βούλονται. ἀλλὰ καὶ εἴ τι παρὰ τῆς ἀρχιεπισκοπῆς χρεωστεῖται τῷ δημοσίῳ, μετακλήτους γίνεσθαι τοὺς κληρικοὺς, καὶ εἰ πρόδηλον καὶ ἀναμφίβολον τὸ παρὰ τοῦ δημοσίου ἐπιζητούμενον ἀπὸ τοῦ μέρους τῆς ἐκκλησίας φανείη, τοὺς κληρικοὺς τοῦτο ἀπὸ τῶν τῆς ἐκκλησίας προσόδων διδόναι πρὸς τὸν δημόσιον· μὴ μέντοι ἐπ᾿ ἀδείας ἔχειν τὸν πράκτορα διὰ τὴν τοιαύτην αἰτίαν περιπολεύειν εἰς τὰ προάστεια, καὶ ἀφαιρεῖσθαι ἃ βούλονται. ὁ δὲ προχειρισθησόμενος ἀρχιερεὺς τῶν τῆς ἐκκλησίας ἀντιλήψεται δικαίων. Εἶχε τὸ· μηνὶ ἀπριλλίῳ ἐπινεμήσεως β΄, δι ' ἐρυθρῶν γραμμάτων τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως [τοῦ] πορφυρογεννήτου κυρίου ἰωάννου τοῦ κομνηνοῦ, καὶ ἡ διὰ κηροῦ συνήθης σφραγίς.