IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.38Imp. Alexii Comneni, ut ei qui a sententia ad tribunal imperatoris provocat, XXX dierum spatium concedatur. (A. 1084 vel 1099 vel 1114.)

Τοῦ κουροπαλάτου νικήτα καὶ μεγάλου δρουγγαρίου τῆς βίγλης τοῦ σκληροῦ ὑπομνήσαντος κατεπέμφθη ἡ παροῦσα λύσις παρὰ τοῦ θεοστέπτου καὶ ἁγίου ἡμῶν βασιλέως κυρίου ἀλεξίου τοῦ κομνηνοῦ.

Abrir no leitor do IusCommune →

0

pr.᾿Αγαθόν σοι ζῆλον προσμαρτυρεῖ ἡ ὑπόμνησίς σου, καὶ τὸ ἐπὶ τὰς τῶν κρινομένων κακίας ἀναστέλλεσθαι δίκαιον, ἵνα μὴ οἱ ἀντικρινόμενοι τούτοις ἀπὸ τῆς ἐκείνων κακοτροπίας συντρί βωνται. διὸ διορίζεται ἡ βασιλεία μου, τῷ κατὰ τῆς ἀποφά σεως ἐκκαλουμένῳ εἰς τὸ κράτος αὐτῆς λ΄ ἡμερῶν δίδοσθαι προθεσμίαν, καὶ ἐντὸς τούτων ἀντιεπιφωνήσεις· ἐγγράφους γί νεσθαι τρεῖς διὰ ἀποστολῆς κόμητος παρὰ τοῦ ἐπὶ τῶν δεήσεων πεμπομένου· καὶ εἴπερ ἐντὸς τῆς τοιαύτης προθεσμίας βουληθείη εἰς τὸ τῆς βασιλείας μου παραστῆναι βῆμα, καὶ ἀντικριθῆναι τῷ παρὰ σοῦ δικαιωθέντι ὁ ἐκκαλεσάμενος, τηνικαῦτα διάγνωσίν σοι τῆς κακοτροπίας τοῦ ἐκκαλεσαμένου παρὰ τοῦ ἐπὶ τῶν δεήσεων δίδοσθαι, ὡς ἂν ἔκτοτε ἀκωλύτως τὸ πρᾶγμα μετάγει πρὸς τὸν δικαιωθέντα, τῆς ἀμφιβολίας δι ὅλης τῆς διετίας ὀφειλούσης ζητεῖσθαι καὶ λύεσθαι. ἡ αὐτὴ δὲ παρατήρησις κρατήσει καὶ ἐπὶ τῶν λοιπῶν δικαστῶν, ὧν ἡ διάγνωσις κατ᾿ ἔκκλητον εἰς τὸ τῆς βασιλείας μου βῆμα μέλλει εἰσάγεσθαι. εἰ δὲ δικαστὴς δικαστοῦ ἑτέρου ἀναζητεῖν ἐπιτραπείη ἀπόφασιν διὰ λύσεως, κάνταῦθα ὁ δεύτερος τῆς ὑποθέσεως διαιτητής τὰς ἐπιφωνήσεις ποιήσεται ἐντὸς τοῦ ὁρισθέν τος καιροῦ, καὶ τούτων διακενῆς παρερχομένων, διάγνωσις τῆς τοῦ ἐκκαλεσαμένου περιεργείας τῷ προτέρῳ δοθήσεται δικαστῇ δ᾽ αὐτοῦ, καὶ παρ᾽ ἐκείνῳ ἡ μετένεξις τοῦ πράγματος ἐφ᾽ῳ ἡ δίκη γενήσεται· τῆς ἐπὶ τῇ ἐκκλήτῳ διετίας μενούσης ἀπαρεγχειρήτου. τὸ δὲ παρὸν ὑπομνηστικόν σου καὶ εἰς τὰ λοιπά πάντα καταπεμφθήσεται δικαστήρια, ὡς ἂν εἴδησις πᾶσι γένηται τοῖς δικασταῖς τῶν παρὰ τῆς βασιλείας μου ὁρισθέντων. τῷ δὲ μηνὶ ἰανουαρίῳ ἰνδικτιῶνος ζ ' διὰ γραμμάτων τοῦ βασιλέως ἐρυθρῶν, καὶ ἡ διὰ κηροῦ σφραγίς.