IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.39Imp. Alexii Comneni ne minores XXV annis officia vel dignitates accipiant. (A. 1092 vel 1107.)

Χάριν τῶν λαμβανόντων ὀφφίκια ἢ ἀξιώματα ἀτελῶν κατέστρωται εἰς τὸ δημοσιακὸν σέκρετον πρόσταγμα τοῦ ἀοιδίμου βασιλέως κυρίου ἀλεξίου τοῦ κομνηνοῦ· γίνωσκε καὶ τοῦτο ἔχον οὕτω κατὰ ῥῆμα·

Abrir no leitor do IusCommune →

0

pr.Πολλοὶ προσαγγείλαντες ὠφέλειαν τοῦ δημοσίου τινὰ ἢ αἰτούμενοι κατὰ φιλοτιμίαν λαβεῖν ἢ ἀνταλλάξαι ἢ πωλῆσαι ἀξίωμα οἱονδήποτε ἢ ὀφφίκιον, μεταβιβάζουσι ταῦτα εἰς παῖδας μικρούς. ἵνα οὖν μὴ τοῦτο γίνηται μηδὲ δοκῶσι φενακίζειν ἢ ἀπατᾶν οἱ τοιοῦτοι, διορίζεται ἡ βασιλεία μου, ἵνα ὃς ἂν λάβῃ ἀξίωμα ἢ ὀφφίκιον, εἴτε διὰ προσαγγελίαν εἴτε δι εὔνοιάν τινα εἴτε κατὰ ἐναλλαγὴν εἴτε δωρεὰν καὶ φιλοτιμίαν τῆς βασιλείας μου ἢ ψυχικὸν αὐτῆς, μὴ δέχεσθαι πρόσωπον τιμώμενον ἔλαττον τῶν εἴκοσι χρόνων· ἀλλὰ πάντες οἱ διὰ τὰς αὐτὰς αἰτίας ἢ ἀξίωμα ἢ ὀφφίκιον λαμβάνοντες ἔστωσαν μείζους τῶν κ΄ χρόνων. ὅτε δὲ ἡ βασιλεία μου οὐ διὰ τοιαύτην αἰτίαν ἀλλὰ ἀμέσως τιμήσῃ τινὰ ἢ δωρήσηται ὀφφίκιόν τινι, κἂν ἐλάττων ᾖ τῶν κ΄ χρόνων ὁ τιμώμενος, καταστρώννυέσθω οὕτως ἀναμφιβόλως. καταστρωθήτω οὖν τὸ παρὸν πιττάκιον ἐν τοῖς τῶν ὑφ᾽ ἡμᾶς σεκρέτων χαρτίοις εἰς δήλωσιν τῆς προστάξεως καὶ οἰκονομίας τῆς βασιλείας μου, ὡς ἂν οὗτως ἐνεργῆται ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὰ ἔμπροσθεν. ὀφείλει δὲ προσκεῖσθαι εἰς τὸ πιττάκιον τοῦ ἀμέσως τιμωμένου τὸ, καταστρωθήτω μὴ κωλυόμενον ' ἀπὸ τῆς γεγονυίας προστάξεως παρὰ τῆς βασιλείας μου περὶ τῶν τιμωμένων ἐλαττόνων τῶν κ΄ ἐτῶν. καὶ ἔστω γνώρισμα τοῦτο τῶν ἀμέσως ὡς εἴρηται τιμωμένων ὡς ἐν εἰδήσει τούτου γενομένης τῆς βασιλείας μου. τό· μηνὶ ἰανουαρίῳ ἰνδ. ιε΄ διὰ τοῦ βασιλέως.