JGR III 4.37Imp. Alexii Comneni de jure patriarchae circa monasteria. (A. 1082 vel 1097 vel 1112.)
Ἐπεὶ δὲ χάριν τῶν προσενέξεων καὶ ἑτέρων ἐκκλησιαστικῶν δικαίων ἀπελύθη πρόσταξις τοῦ ἀοιδίμου βασι-
Abrir no leitor do IusCommune →0
pr.Verbotenus inserta reperitur aureae bullae Isaacii Angeli (Nov. XCI infra). Hanc praestat Bals. (?) ad c. syn. septimae (ed. Rhalli II p.): inde ediderunt Bonefid. p., Leuncl. in JGR. I p. λέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, ἐπὶ ὑπομνήσει τινων ἐκκλησιαστικῶν διακόνων ἀναδεξαμένων τῷ τότε τὴν φροντίδα τῶν πατριαρχικῶν μοναστηρίων ἀπὸ τῆς πατριαρχικῆς μεγαλειότητος, μηνολόγημα φέρουσα τὸν δεκέμβριον μῆνα τῆς ἑ ' ἰνδ., ὀφείλεις εἰδέναι καὶ ταύτην, τάδε κατὰ ῥῆμα διαλαμβάνουσαν· Τὴν ἐπιτήρησιν καὶ διόρθωσιν τῶν ψυχικῶν σφαλμάτων ἀναμφίβολον ἔχειν τὸν κατὰ τὴν ἡμέραν ἁγιώτατον πατριάρχην ἐπὶ τοῖς ἐλευθέροις μοναστηρίοις καὶ ἐπὶ τοῖς ἐπιδοθεῖσι καὶ ἐπὶ τοῖς δωρηθεῖσι καὶ ἐπὶ τοῖς κατ᾿ ἐφορείαν ἢ οἰκονομίαν δοθεῖσι· δίκαιον γὰρ κέκτηται εἰσέρχεσθαι καὶ ἀναψηλαφᾶν τὰ ψυχικὰ σφάλματα καὶ εἰς τὰ κοσμικὰ καὶ εἰς τὰ τοῦ δημοσίου μοναστή ρια, καὶ ἁπλῶς εἰπεῖν εἰς τὰ ὑπὸ τὴν ἐνορίαν αὐτοῦ πάντα, κἄν τε πατριαρχικὰ ὦσι κἄν τε βασιλικὰ καὶ αὐτοδέσποτα. καὶ εἰς μὲν τὰ οἰκεῖα, ἃ οὐκ ἐξέδοντο οἱ πρῴην πατριάρχαι εἰς ἐπιδόσεις, ἀκωλύτως ὅταν βούληται εἰσελεύσεται, εἴτε αὐτὸς δι ἑαυτοῦ εἴτε διὰ προτροπῆς αὐτοῦ ὃν ἂν οὗτος ᾿πὸ τῶν ἐκκλησιαστικῶν ἐπιλέξηται καὶ διακρίνῃ εἶναι ἄξιον τοῦ ἐρευνᾶν ταῦτα. εἰς δὲ τὰ ἐλεύθερα καὶ αὐτεξούσια μοναστήρια, ὅταν τὶς προσέλθῃ καὶ εἴπῃ τῷ ἁγιωτάτῳ μου δεσπότῃ καὶ πατριάρχῃ γινόμενον σφάλμα εἰς μοναστήριον, ἢ καὶ ἄλλως ἀπὸ φήμης τινῶν ἢ καὶ ἑνὸς ἀκούσῃ, τότε εἰσελεύσεται ὡς εἴρηται καὶ ἐρευνήσει τὰ ψυχικὰ σφάλματα, κἂν μὴ ὁ εἰπὼν βούληται ὑπεισελθεῖν ἀγῶνα ἀποδείξεως. ὁ γὰρ χριστιανὸς ἄνθρωπος χρέος ἔχει, ὅταν τὶ ἀκούσῃ γενόμενον ἐναντίον, λέγειν τοῦτο τῷ κοινῷ πνευματικῷ πατρὶ καὶ ἀρχιερεῖ· ἴσως δὲ οὐ μὴ βούλεται ὑπεισελθεῖν τὸν ἀγῶνα τοῦτον· καὶ τὸ καταλιμπάνεσθαι διὰ τὴν τοιαύτην αἰτίαν τὰ ψυχικὰ σφάλματα ἀνεπιτήρητα καὶ ἀδιόρθωτα, ἐστὶ τοῦτο πάντη ἄτοπον, μηδενὸς ἐγγράφου οἱουδήτινος βασιλικοῦ ἢ πατριαρχικοῦ κωλύοντος εἰς τοῦτο. πλὴν τὰ μοναστήρια ὀφείλουσι διατηρεῖσθαι ἀκαινοτόμητα ἐν ταῖς ἐρεύναις τῶν ἀποστελλομένων, μηδεμιᾶς ἐντεῦθεν διδομένης δαπάνης· τότε γὰρ καὶ ἡ διόρθωσις τῶν ψυχικῶν σφαλμάτων εὐκόλως σὺν θεῷ γενήσεται. ἐπὶ δέ γε τοῖς κατ᾿ ἐπίδοσιν δοθεῖσι μοναστηρίοις καὶ κατ᾿ ἐφορείαν ἢ οἰκονομίαν ἢ παντελῆ ἐλευθερίαν οὐ μόνον τὰ ἄλλα ψυχικὰ σφάλματα ἐπιζητήσει, ἀλλὰ καὶ εἰ κατελύθησαν ἢ καταλύονται μερικῶς ἢ καθόλου παρὰ τῶν λαβόντων ταῦτα. καὶ εἰ εὑρήσει τινὰς μειώσεις ἐν αὐτοῖς γινομένας, καταναγκάσει τοὺς ταῦτα κατέχοντας ἀποκαθιστᾶν ταῦτα, καθὼς παρέλαβον καὶ κατὰ τὴν εὐπορίαν τοῦ μοναστηρίου· πλὴν ἐπ᾿ ἐκείνοις τοῖς ἐνδεῶς ἔχουσι πρὸς τὴν κατάστασιν, καθ᾽ ἣν ταῦτα παρέλαβον. τὰ δέ γε βελτιωθέντα καὶ ἐπαυξηθέντα καλῶς ἔχοντα οὐκ ἐλαττωθήσονται, ἀλλὰ μενοῦσιν ὡς ἔχουσιν. οἱ δὲ κατ᾿ ἐφορείαν καιρικὴν καὶ ἑτέραν οἰκονομίαν ἐκδοθέντα κατέχοντες καὶ καταλυμηνάμενοι ταῦτα, εἰ μὴ βούλονται ἀποκαθιστᾶν ταῦτα εἰς ὃ παρέλαβον σχῆμα, ἵνα ἀφαιρῶνται, μὴ ὠφελούμενοι ἀφ᾽ ὧν ἔχουσιν ἐγγράφων, προθεσμίας διδομένης αὐτοῖς ἁρμοζούσης· μεταξὺ δὲ τῆς προθεσμίας, ὀφειλούσης· ἐπιτηρεῖσθαι, φροντίσουσιν᾽ ἔργοις αὐτοῖς περὶ τῆς εἰς τὸ ἀρχαῖον αὐτῶν καταστάσεως, ὡς δεδήλωται· τότε γὰρ καὶ ἡ προθεσμία φυλαχθήσεται. αἱ δὲ ἀποταγαὶ, ἐπεὶ παρὰ κανόνας δίδονται καὶ λαμβάνονται, σχολάσουσι παντελῶς ἀπὸ τοῦ νῦν. καὶ ὁ εὑρισκόμενος λαμβάνων ἢ καὶ διδοὺς, εἰ μέν ἐστιν ἡγούμενος, ἵνα ἐκδιώκηται ἀπὸ τῆς ἡγουμενείας· εἰ δὲ χαριστικάριος, ἐκδιωχθήσεται ἀπὸ τῆς μονῆς. αἱ δὲ ἀπὸ τῶν προσερχομένων εἰς ἀπόκαρσιν γι νόμεναι ἑκουσίως κατὰ γνώμην τῶν προσφερόντων προσενέξεις, προσδεχθήσονται καὶ ἀπογραφήσονται ἐν τῷ βρεβίῳ τῆς μονῆς, εἰδήσεως διδομένης περὶ τῶν προσφερομένων καὶ τῷ ἁγιωτάτῳ πατριάρχῃ, κἂν οἱ τὰ μοναστήρια ἔχοντες ὑπομνήματα κέκτηνται περὶ τοῦ λαμβάνειν ἀποταγὰς καὶ προσενέξεις καὶ ἀποκερδαίνειν ταύτας· τοῦτο γὰρ ἀπὸ τοῦ νῦν ὀφείλει σχολάσαι καὶ γίνεσθαι καθὼς ἄνωθεν εἴρηται. ἀλλὰ καὶ αἱ σωζόμεναι προσενέξεις οὐκ ὀφείλουσιν ἐκποιηθῆναι τῇ ἀφορμῇ τῶν ὑπομνημάτων. ἡ μέντοι φροντὶς οὐ μόνον τῶν ψυχῶν τῶν μοναχῶν, ἀλλὰ καὶ αὐτῶν τῶν κοσμικῶν, τῷ ἁγιωτάτῳ πατριάρχῃ ἐπίκειται· καὶ ὅταν θεάσηταί τινα τῶν κοσμικῶν διψῶντα τὴν οἰκείαν σωτηρίαν, πῶς ἐνδέχεται ἵνα κωλύηται τοῦ τάσσειν ἐν τῇ μονῇ ἐπὶ ψυχικῇ σωτηρίᾳ τοῦ προσερχομένου; ἕξει γὰρ ἀκώλυτον ὁ ἁγιώτατος πατριάρχης τὸ τάσσειν, ἤπερ οἱ χαριστικάριοι, κἂν ὑπομνήματα ἔχωσι. πλὴν εἰ κελεύει ὁ ἁγιώτατός μου δε σπότης λαμβάνειν χρείαν ἀδελφάτου τινὰ κοσμικὸν ὄντα ἢ καὶ μοναχὸν ἀπὸ ἑτέρου μοναστηρίου διαφέροντος αὐτῷ, ἵνα μὴ δίδωσι κοσμικῷ ἢ μοναχῷ ἐξωμονίτατον, ὡς ἂν μὴ ἐπιβαρύνηται ἡ μονὴ ἀπὸ τοῦ ἀδελφάτου· εἰ γὰρ ἐπιβαρύνηται, λείψει πάντως καὶ τὸ ἐσωμονίτατον, καὶ γίνεται ἀντὶ μισθοῦ κρίμα. εἰ δ᾽ ἴσως προσέρχεταί τις τῶν λαϊκῶν ἀδύνατος πάντη καὶ πένης τῷ ἁγιωτάτῳ μου δεσπότῃ, ἢ καὶ ἀπὸ τῶν ἀρχιερέων τῶν ἀπολεσάντων τοὺς θρόνους αὐτῶν καὶ δεομένων, καὶ θελήσει τυποῦν αὐτὸν λαμβάνειν χρείαν ἀπό τινος τῶν εὐπορωτέρων μοναστηρίων, ποιήσει τοῦτο καλῶς μὴ ὑπὲρ τὴν δύναμιν τῆς μονῆς τοῦ ἀριθμοῦ τῶν τασσομένων ὄντος. προτιμότεροι γὰρ ὀφείλουσιν εἶναι οἱ ἐσωμονίται τῶν ἄλλων ἁπάντων εἰς τὸ λαμβάνειν τὰς χρείας αὐτῶν.