JGR III 4.34Imp. Alexii Comneni rescripta ad rationales, et Rationarium antiquum et novum '. (Α. 1094.)
᾿Αρχὴ σὺν θεῷ τῆς παλαιᾶς λογαρικῆς τοῦ αὐγούστου καίσαρος.
Abrir no leitor do IusCommune →0
pr.A. Ἰστέον, ὅτι ιβ΄ μιλλιαρήσια ἢ ιβ΄ ἀργυρᾶ τῷ νομίσματι λογαριάζονται εἰς τὸ σέκρετον τοῦ γενικοῦ· τὸ γὰρ μιλλιαρήσιον ἀντὶ ἀργυροῦ λογίζεται, τὸ δὲ ἀργυρὸν ἀντὶ μιλλιαρησίου. β΄. Τὰ ἐπερωτήματα τῆς λογαρικῆς τοῦ γενικοῦ. Cf. ἔχειν φόλλεις κδ΄ κατὰ τὴν παλαιὰν παράδοσιν τοῦ αὐγούστου καίσαρος, ἀντιστρέφειν δὲ τὰς στροφὰς· ἐξ ὁλοκλήρου κατὰ Αντιστροφῆς ratio haec est. Tributa διὰ χαράγματος νομίσματος praestanda erant. Quorum summa sicubi infra χάραγμα νόδ΄. Ἕως ὧδε ὀφείλεις ἀπαιτεῖν δικέρατον καὶ μόνον· ἀπὸ δὲ τοῦ ἥμισυ ἕκτου ἤτοι τοῦ διμοίρου τοῦ ἑνὸς χαράγματος νομίσματος ὀφείλεις ἀπαιτεῖν καὶ ἑξάφολλον διὰ χαράγματος· λογαριάζειν δὲ ιβ ' μιλλιαρήσια τῷ νομίσματι ἤτοι τὸ μιλλιαρήσιον λεις φόλ ἀντιστροφὴ κδ. μη νομίσματος κο μ μισμα computaretur, tamen integrum solvendum erat, restituebatur autem quod nimium hoc modo esset solutum vulgaribus numis. μη ιβ΄, μη μη κδ κδ δ τὸ ἀνῆκον τῷ δημοσίῳ. χρὴ δὲ γινώσκειν, ὅτι τὸ ἑξάφολλον προσθήκη ἐγεγόνει λέοντος τοῦ ἰσαύρους. γματος χαρά- νόμι- σμα α α α α λεις ἤ- μιλλι- φόλ κβ΄ | R | S,,, κβ΄ ιε αρή- σια | τοι ἀπαίτει δικέρατον ἑξάφολλον ὁμοῦ σὺν δικεράτῳ καὶ λεις φόλ δ ἑξαφόλλῳ, μη ϊ, δ΄΄, κδ΄, μη μη ϊ, ς΄, κδ΄, μη ΐ, γ ', ή, μη νόμισμα γ, και, ϊ, γ, ιβ΄, ϊ, δ΄, μη ϊ, γ΄, κδ ' γ, ιβ΄ ϊ, γ, μη ϊ, γ, η ϊ, δ΄ ϊ, γ ' ϊ, γ α α σματος νομίἤτοι λεις νόμισμα φόλ- φόλ λεις κα κα S, S, R Coll. I Nov. not. μη Γ΄, κδ, μη ΄, μη ϊ, ς ἤτοι δίΕἰς τὸ νό· μισμα ϊ, δ΄, δ΄ ϊ, γ΄, κδ,
4
pr.μη ι, γ, κδ΄ ϊ, S ς, κδ,, κδ΄ ϊ, γ, μη ϊ, ς, μη μοιρον ϊ, γ΄, η ϊ, δ ϊ, ς σιλικῷ κοιτῶνι. ἐκτὸς δὲ τούτων εἴωθεν ἀπαιτεῖν ὁ πράκτωρ καὶ ὑπὲρ τῆς ἑαυτοῦ ὠφελείας ἐφ᾿ ἑκάστῳ νομίσματι συνήθειαν νο- δούναι ἀνῆκον τῷ δημοσίῳ, ἐλατικὸν φόλλεις ιβ ' ἤτοι νομίσματος κδ. καὶ τὸ μὲν χάραγμα ἤτοι τὸ α νόμισμα μετὰ In Codice haec nota subjicitur: Καὶ ταῦτα μὲν εἰσὶ τὰ λογισθέντα καὶ ἐγνωσμένα τῷ δημοσίῳ καὶ εἰσκομιζόμενα ἐν τῷ βα- μίσματος δωδέκατον ἤτοι μιλλιαρήσιον α ἤγουν φόλλεις κδ΄· καὶ λόγῳ ποδοκοπίου τοῦ ἕλκοντος ἀνθρώπου αὐτοῦ τὸν τελεστὴν φόλ νομίσματος λεις ἀντιστροφή, κδ, μη |, κδ, μη ή, μη, μη μη χαρά β β β τοῦ δικερατοεξαφόλλου ἐστὶ τοῦ δημοσίου· αἱ δὲ λς φόλλεις εἰσὶ τοῦ πράκτορος. Cf. infra c. initio. λεις ἤ- μιλλι- φόλ αρή- σια τοι ὁμοῦ σὺν δικεράτῳ καὶ λεις φόλ. |. | / || η ἑξαφόλλῳ, κδ, μη α, ϊ, γ΄, ιβ΄, μή κδ α, ϊ, δ΄, κδ΄, μη α΄, ϊ, δ΄, κδ ', μη κδ νόμισμα β΄, ιβ΄, μη α΄, ιβ΄, μη δ, μη, μη α, γ, κα, η α΄, ϊ, δ΄ κδα, ϊ, γ β α΄, ϊ, ς΄ α΄, δ΄::: S: α, μη α, κδ β) α σματος φόλ- φόλ- νομί- ἤτοι κδ κδ κδ zd κδ΄ μη μη μη μη μη ἀπαίτει δικέρατον ἑξάφολλον μη Pz px λεις λεις νόμισμα μη, μη μη η μη μη ιβ΄ ιβ κδ΄, μή ϊ, γ ', ή, μή ή, μη γ΄, ιβ΄ δι Εἰς τὸ νόμισμα μη κδ η,, α, ϊ, δ΄ γ Y, NE, α, α,: ἀπαίτει δι- ὁμοῦ σὺν δικεράτω Εἰς τὰ νο- ἑξάφολλον καὶ ἑξαφόλλῳ κέρατον μίσματα νόμισμα νόμισμα νομίσματα ἀπαίτει δι- ὁμοῦ σὺν δικεράτῳ ἑξάφολλον Εἰς τὰ νο- καὶ ἑξαφόλλῳ νοκέρατον μίσματα νόμισμα νόμισμα μίσματα ἀπαίτει δι- ὁμοῦ σὺν δικεράτῳ Εἰς τὰ νο- ἑξάφολλον καὶ ἑξαφόλλῳ νομίσματα κέρατον νόμισμα νόμισμα μίσματα B. Καὶ ἀρχὴ τῆς νέας τῆς νῦν ἀπαιτουμένης διὰ προστάξεως τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ. Blat diff, 30213 Ι. Τὰ ἶσα τῶν ὑπομνήσεων τῶν γεγονότων γενικῶν τοῦ τε τζιρίθνου κυροῦ ἰωάννου καὶ τοῦ σπανοπώλου κυροῦ γεωργίου, ἔτι δὲ καὶ τῶν ἐπὶ ταύταις ἐξενεχθεισῶν προσκυνητῶν βασιλικῶν λύσεων καὶ παρεκβληθεισῶν ἀπὸ τῆς ἐναποκειμένης ἐν τῷ θολωτῷ ὠάτῳ τοῦ μεγάλου παλατίου ἀρχαίας σεκρετικῆς θέσεως τοῦ ῥηθέντος σπανοπώλου, τῶν καὶ περιεχουσῶν οὕτως· α. Μηνὶ μαρτίῳ ς΄ ἡμέρᾳ ἑβδόμῃ ἐνδικτιῶνος β΄ κατεστρώθη ὑπομνηστικὸν ἰωάννου γεγονότος γενικοῦ τζιρίθνου περιέχον οὕτως· Δέσποτά μου ἅγιε. αἱ ἀπαιτήσεις τῶν ἔξω διοικήσεων θράκης καὶ μακεδονίας ἀπητοῦντο καθ᾽ ἕκαστον ἐνιαυτὸν καὶ εἰσεκομίζοντο, καθὼς τύπος ἀρχαῖος παρηκολούθησε. κατὰ δὲ τὴν γ΄ ἰνδ. τοῦ καματηροῦ δημητρίου συμφωνήσαντος εἰσκομίσαι τὸ ἀκρόστιχον τῶν τοιούτων διοικήσεων εἰς τὸ διπλάσιον καὶ μὴ εἰσκομίσαντος, ἐσχιδεύθη τὸ ὀσπήτιον αὐτοῦ ἐγγύς που τοῦ ἱπποδρόμου διακείμενον. εἶτα κατὰ τὴν ιδ΄ ἰνδ. ἀνετέθησαν τῷ προέδρῳ νικηφόρῳ τῷ ἀρταβάσδῳ, ὃς καὶ τὴν ἀπαίτησιν ἀνύσας τῆς αὐτῆς ἰνδικτιῶνος, καὶ τὴν ιε ἰνδ. ἐπιζητήσας ἀνατεθῆναι αὐτῷ, ἀνωμολόγησεν ἐν τῇ ὑπομνήσει αὐτοῦ, ὅτι τὴν ἀπαίτησιν τῶν τοιούτων διοικήσεων ἐνεργῶν εὗρε συνήθως ἀπαιτούμενον ἐν τισι μὲν τῶν χωρίων ἀντὶ μιλλιαρησίου ἑνὸς νόμισμα ἓν, ἐν ἑτέροις δὲ χωρίοις ἀντὶ μιλλιαρησίων β΄ τραχὺ νόμισμα ἓν, ἐν ἄλλοις ἀντὶ μιλλιαρησίων γ ' νόμισμα α΄, καὶ ἐν ἑτέροις ἀντὶ μιλλιαρησίων δ ' νόμισμα ἓν, πάντα δὲ τὰ πρόσωπα καὶ τὰ μοναστήρια καί τινα τῶν χωρίων ἀντὶ μιλλιαρησίων ιβ ' τραχὺ νόμισμα ἕν· καὶ ἀκολούθως καὶ αὐτὸς τοῖς πρὸ αὐτοῦ ἀπαιτηταῖς τὴν τῆς ιδ΄ ἐνδικτιῶνος πεποίηκεν εἴσπραξιν. καὶ ἠρώτησε τηνικαῦτα, ὅπως ἡ τῆς ιε ἰνδ. ὀφείλει παρ᾽ αὐτοῦ προβῆναι ἀπαίτησις. καὶ λύσις ἐδόθη τῆς βασιλείας σου διακελευομένη ἀπὸ πάντων τῶν τε χωριτῶν καὶ τῶν προσώπων ἀντὶ ἀργυροῦ ἑνὸς ἤτοι μιλλιαρησίου ἑνὸς νόμισμα ἓν εἰσπράττεσθαι διά τε τοῦ δικερατοεξαφόλλου, συνηθείας τε καὶ ἐλατικοῦ· ἐπὶ δὲ τῇ ἀπαιτήσει τῶν νομισμάτων τὸ τραχὺ παλαιὸν ἓν ἀπαιτεῖσθαι νόμισμα μετὰ τῶν παρακολουθημάτων αὐτοῦ. ὡς δὲ οἱ μέλλοντες οὕτως ἀπαιτεῖσθαι βαρείαν ἐλογίζοντο τὴν ἀπαίτησιν, ὑπόμνησις ἑτέρα παρὰ τοῦ ἀρταβάσδου ἐγένετο, αὐτὰ ταῦτα τὰ ἀνωτέρω γραφόμενα ἐξιοῦσα ῥητῶς, καὶ λύσις τῆς βασιλείας σου ἀπελύθη ῥητῶς ἔχουσα οὕτως· „Λύσις. Ὅπερ καὶ πρότερον προσέταξεν ἡ βασιλεία μου, τὸ διὰ χαλκῶν νουμίων ἀπαιτεῖσθαι τὰ λεπτὰ ψηφία τῶν τελουμένων δημοσίων, καὶ πάλιν οὕτως ἰδοὺ διορίζεται ἀπαιτεῖσθαι· τὸ μὲν χάραγμα διὰ νομισμάτων, τὰ δὲ λεπτὰ ψηφία ὡς εἴρηται διὰ νουμίων· πλὴν ἐπὶ τῶν δ΄ μιλλιαρησίων τῷ νομίσματι. καὶ οὕτως ὀφείλεις εἰσκομίσαι τῷ δημοσίῳ τὰ νουμία, καθὼς ὡρίσθης ἀπαιτῆσαι αὐτά. γενέσθω δὲ ἡ ἀπαίτησις ὁμοίως ἐπὶ πᾶσι προσώποις τε καὶ χωρίταις. καταστρωθήτω οὖν ἡ παροῦσα λύσις τῆς βασιλείας μου καὶ ἐν τοῖς σεκρετικοῖς χαρτίοις εἰς εἴδησιν. Ταύτης οὖν τῷ σεκρέτῳ προκομισθείσης ἠμφιβάλλετο τὰ περὶ τῆς λύσεως παρὰ τοῖς συνδούλοις μου τοῖς σεκρετικοῖς. οἱ μὲν γὰρ τούτων ἔλεγον διεξιέναι τὴν πρόσταξιν τὸ ἀναλύειν τὰ λεπτὰ ψηφία ἐπὶ τῶν ιβ ' μιλλιαρησίων τῷ νομίσματι, ἤγουν ἔνθα κεῖται νομίσματος ἥμισυ, ψηφίζεσθαι τοῦτο μιλλιαρήσια 5΄, καθὼς ἀπὸ παλαιοῦ διωρίζετο, καὶ αὖθις τὸ τρίτον εἰς μιλλιαρήσια δ ' καὶ καθεξῆς οὕτως ὡς πρὸς ιβ ' μιλλιαρήσια τῷ νομίσματι, καὶ οὕτως ψηφιζομένων καὶ εἰς ποσότητά τινα τῶν λεπτῶν ψηφίων περιϊσταμένων, εἰσπράττεσθαι ἀντὶ μιλλιαρησίων δ΄ νόμισμα ἓν μετὰ τῶν παρακολουθημάτων αὐτοῦ. οἱ δὲ τῶν σεκρετικῶν ἔλεγον, ὡς τοῦτο διωρίζετο ἡ βασιλικὴ πρόσταξις, τὸ τὰ λεπτὰ ψηφία ἐπὶ τῶν δ΄ μιλλιαρησίων τῷ νομίσματι ψηφίζεσθαι, καὶ ἔνθα κεῖται νομίσματος ἥμισυ λογίζεσθαι τοῦτο ἀντὶ μιλλιαρησίων β΄ ὡς ἐπὶ τῶν δ΄ μιλλιαρησίων τῷ νομίσματι, ἔνθα δὲ κεῖται νομίσματος τέταρτον ἐκεῖσε εἰσπράττεσθαι μιλλιαρήσιον α. τοιαύτης οὖν οὔσης τῆς ἀμφιβολίας, καὶ λύσιν μὴ δεξάμενοι ἄχρι τῆς σήμερον διὰ τὴν τῆς βασιλείας σου ἀποδημίαν, προέβη ἡ τῶν β΄ ἐγχρονιῶν ἀπαίτησις τῆς τε ιε ἰνδ. καὶ ὰ ἰνδ. ὡς τὸ συμφέρον τοῦ δημοσίου καὶ ὠφέλιμον τῷ σεκρέτῳ κατενοήθη, ἤτοι τὸ λογίζεσθαι το ἀναγραφόμενον νομίσματος ἥμισυ ἀντὶ μιλλιαρησίων ς ' καὶ ἀπαιτεῖν ὑπὲρ τούτων τραχὺ νόμισμα ἓν ἥμισυ μετὰ τῶν παρακολουθημάτων αὐτοῦ. ἐπεὶ δὲ ἡ βασιλεία σου ἐνεδήμησε καὶ ἡ τῆς ἰνδ. β΄ τῶν διοικήσεων ἐπέστη ἀπαίτησις, ἀναφέρω τὰ περὶ τούτων, ὡς ἂν παρὰ τοῦ θείου κράτους σου τὰ τῆς προσκυνητῆς λύσεως ἑρμηνευθῶσι καθαρώτερον ῥήματα. Λύσις. Ἡ προγεγονυῖα λύσις τῆς βασιλείας μου σαφής ἐστι πάντη καὶ ἀναμφίβολος. τοῦτο γὰρ προσέταξεν ἡ βασιλεία μου, τὸ μὲν χάραγμα νόμισμα διὰ τραχέων ἄσπρων νομισμάτων ἀπαιτεῖσθαι, τὰ δὲ λεπτὰ ψηφία διὰ νουμίων χαλκῶν· καταλογί ζεσθαι δὲ τὰ νουμία ἐπὶ τῶν δ ' μιλλιαρησίων τῷ νομίσματι, β΄ νουμίων χαλκῶν, καὶ ὑπὲρ τοῦ τριμοίρου τελεῖσθαι μιλλιαρήσιον α΄ φόλλεις ή΄, ὑπὲρ τοῦ τετάρτου μιλλιαρήσιον α΄, ὑπὲρ τοῦ ἕκτου φόλλεις ις ', ὑπὲρ τοῦ ὀγδόου φόλλεις ιβ ', ὑπὲρ τοῦ δωδεκάτου φόλλεις ή΄, ὑπὲρ τοῦ κδ΄ φόλλεις δ΄, ὑπὲρ τοῦ μη΄ φόλλεις β΄. ὡς δεδήλωται οὖν σαφὴς καὶ ἀναντίῤῥητός ἐστιν ἡ λύσις τῆς βασιλείας μου. τὴν δὲ ἀσάφειαν οὐδὲν ἄλλο ἐνταῦθα παρήγαγεν, εἰ μὴ ἡ τῶν διοικητῶν αἰσχροκερδία. οὐ λέγει γὰρ ἡ βασιλεία μου τῶν σεκρετικῶν· οἱ γὰρ σεκρετικοὶ γνωρίσαντες ἴσως, ὅτι οὐ κατὰ τὴν πρόσταξιν τῆς βασιλείας μου γίνεται ἡ ἀπαίτησις, καὶ σκοπὸν ἔχοντες λογαριάσαι τοὺς διοικητὰς καθὼς ἀπήτησαν ὑπομιμνήσκουσι περὶ τούτου. ἀλλ᾽ ἡ βασιλεία μου τοῦτο προστάσσει, ἵνα οἱ μὲν διοικηταὶ λογαριασθῶσι καθὼς ἀπήτησαν τὸ τῶν διοικήσεων ἀκρόστιχον, καὶ ἀπαιτηθῶσι τὸ ἐπέκεινα τῆς προστάξεως τῆς βασιλείας μου ἀπαιτηθὲν παρ᾽ αὐτῶν διὰ τὴν ἀσάφειαν ταύτης ἣν λέγουσι· τοῦ λοιποῦ δὲ ἡ ἀπαίτησις κατὰ τὴν δηλωθεῖσαν πρόσταξιν τῆς βασιλείας μου γίνηται καὶ λογαριάζηται καὶ μηδὲν πλέον ἀπαιτοῦσιν οἱ διοικηταί. οὐδὲ γὰρ ἄδειαν δίδωσιν ἡ βασιλεία μου τοῖς ἀπαιτηταῖς ἐπέκεινα τῶν ῥητῶς προσταττομένων αὐτοῖς ἀπαιτεῖν τι. καὶ ὤφειλον μᾶλλον οἱ τὴν τοιαύτην ὑπεραπαίτησιν ποιήσαντες διοικηταὶ καὶ ποινὴν τὴν προσήκουσαν ὑπὲρ ταύτης ἐκτίσαι· συμπαθέστερον δὲ ἡ βασιλεία μου εἰς αὐτοὺς διατιθεμένη διορίζεται λογαριασθῆναι μόνον αὐτοὺς καὶ ἀπαιτηθῆναι ὅσον ἀπήτησαν, καθὼς δηλονότι ὡμολόγησαν νοεῖν τὴν λύσιν τῆς βασιλείας μου ἐκείνην· ἀπὸ τοῦ νῦν δὲ γίνεσθαι τὴν ἀπαίτησιν κατὰ τὸν ἀληθῆ σκοπὸν τῆς τοιαύτης προστάξεως ὡς καὶ ἀνωτέρω καθαρῶς ἐδηλώθη καὶ κατὰ μέρος. καταστρωθήτω οὖν εἰς εἴδησιν ἡ παροῦσα λύσις τῆς βασιλείας μου. τὸ· μηνὶ φεβρουαρίῳ ἰνδ. β΄, διὰ γραμμάτων ἐρυθρῶν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως, καὶ ἡ διὰ κηροῦ συνήθης σφραγίς. εἶχε καὶ τὸ· κατεστρώθη τοῦ λογοθέτου καὶ τοῦ μεγάλου λογαριαστοῦ. β '. Ἐν τῇ αὐτῇ θέσει εὕρηται καὶ ἑτέρα γραφὴ ἔχουσα οὕτως· Μηνὶ αὐγούστῳ ιδ΄ ἡμέρᾳ ζ ' ἰνδ. β΄ κατεστρώθη ὑπομνηστικὸν τοῦ γενικοῦ λογοθέτου κυροῦ γεωργίου τοῦ σπανοπώλου περιέχον οὕτως· Δέσποτά μου ἅγιε. τῆς ἀπαιτήσεως τῶν κατὰ τὴν δύσιν δημοσιακῶν τελεσμάτων κατὰ τὴν παρελθοῦσαν ιε ἰνδ. καὶ τὴν μετ᾿ αὐτὴν ὁ ἐπὶ ζημίᾳ τῶν ὑπηκόων τῆς ἁγίας βασιλείας σου προβάσης, οἷα τῶν διοικητῶν τὸ ταύτης παρερμηνευσάντων πρόσταγμα, καὶ τὸ μὲν χάραγμα διὰ νομισμάτων ἀπαιτούντων, τὰ δὲ λεπτὰ ψηφία ἐπὶ τῶν ιβ ' μιλλιαρησίων τῷ νομίσματι συμποσούντων, καὶ ἀντὶ τούτων γ΄ νομίσματα εἰσπραττομένων ἤγουν ἀντὶ μιλλιαρησίων δ΄ νόμισμα ἓν, ὑπεμνήσθη πρὸ μικροῦ τὸ θεῖον κράτος σου, καὶ διὰ σεβαστῆς προσέταξε λύσεως, τὸ μὲν χάραγμα διὰ τραχέων ἄσπρων νομισμάτων͵ ἀπαιτεῖσθαι, τὰ δὲ λεπτὰ ψηφία διὰ νουμίων χαλκῶν, καταλογίζεσθαι δὲ τὰ νουμία ἐπὶ τῶν δ ' μιλλιαρησίων τῷ νομίσματι, ὥστε τὸν χρεωστοῦντα ϊ νομίσματος διδόναι μιλλιαρήσια β΄ νουμίων χαλκῶν, καὶ ὑπὲρ τοῦ γ΄ μιλλιαρήσιον α΄ φόλλεις ή΄, ὑπὲρ τοῦ δ΄ μιλ λιαρήσιον α΄, ὑπὲρ τοῦ ς΄ φόλλεις ις΄, ὑπὲρ τοῦ ἡ΄ φόλλεις ιβ΄, ὑπὲρ τοῦ ιβ΄ φόλλεις ή΄, ὑπὲρ τοῦ κδ΄ φόλλεις δ΄, καὶ ὑπὲρ τοῦ μη΄ φόλλεις β΄. οὕτω τῆς προσκυνητῆς ταύτης ἐχούσης λύσεως, τινὲς διὰ πόλεως εἰωθότων τελεῖν τὰ ἀνήκοντα τοῖς κτήμασιν αὐτῶν δημόσια μέλλοντες παρασχεῖν τὰ μὲν διὰ χαράγματος τέλη διὰ νομισμάτων καὶ ζητοῦνται καὶ παρέχουσιν, ὡσαύτως καὶ τὰ λεπτὰ ψηφία διὰ νουμίων, κατὰ τὸ τῆς βασιλείας σου πρόσταγμα, καὶ λόγος ἀμφιβολίας περὶ τούτων οὐδὲ εἷς· ἐπὶ δέ γε τοῖς δικερατοεξαφόλλοις παρεισάγουσιν ἀμφιβολίαν τινά. τοῦ γὰρ τραχέως νομίσματος ἔχοντος ἐξ ἀρχῆς δικερατοεξάφολλον φόλλεις λ΄, διενίστανται οἱ ὀφείλοντες τελέσαι καὶ ἐπὶ τοῖς διὰ χαράγματος ἀπαιτουμένοις νομίσμασι καὶ ἐπὶ τοῖς εἰς ποσότητα νομισμάτων κορυφουμένοις νουμίοις, τῶν δ᾽ δηλονότι μιλλιαρησίων ἀντὶ νομίσματος ἑνὸς ὡς ἡ πρόσταξις ἔχει καταλογιζομένων, μὴ τὸ ἐπακολουθοῦν ἐξ ἀρχῆς τῷ νομίσματι δικερατοεξάφολλον ἤτοι φόλλεις λ΄ παρασχεῖν, ἀλλὰ μόνας φόλλεις ί, τὸ τρίτον δηλονότι τῶν λ΄. ἐγὼ δὲ ὁ ἀνάξιος δοῦλός σου οὐκ ἐλαχίστην ἐκ τούτου τῷ δημοσίῳ ζημίαν προσγινομένην κατανοῶν καὶ ἄλλως δὲ τὰς σεκρετικὰς εἰς τὸ μέλλον συζητήσεις προορώμενος, ζητῶ προσταχθῆναί μοι ῥητῶς, ὅσην δικερατοεξαφόλλων ποσότητα καὶ ἐπὶ τοῖς χαράγμασι καὶ ἐπὶ τοῖς εἰς ποσότητα νομισμάτων καταλογιζομένοις νουμίοις ὀφείλω ζητεῖν. Λύσις. Καὶ ἐπὶ τοῖς διὰ χαράγματος ἀπαιτουμένοις νομίσμασι καὶ ἐπὶ τοῖς νουμίοις τῶν δ΄ δηλονότι μιλλιαρησίων ἀντὶ τοῦ ἑνὸς νομίσματος, ὡς αὐτός τε ὑπέμνησας καὶ ἡ πρὸ μικροῦ ἀπολυθεῖσα πρόσταξις περιέχει, τὸ ἥμισυ νῦν τοῦ πρώην ἀπαιτουμένου δικερατοεξαφόλλου ἀπαιτεῖσθαι ἡ βασιλεία μου διορίζεται φόλλεις ιὲ καὶ μόνας καὶ μηδὲν πλέον ἐφ᾽ ἑκάστῳ νομίσματι, εἴτε διὰ χαράγματος εἴτε διὰ νουμίων ὡς εἴρηται ἀπαιτουμένας. γ΄. Ὑπόμνησις. ᾿Αλλὰ καὶ ἐπὶ τῇ ἀπαιτήσει τῶν συνηθειῶν καὶ ἐλατικῶν ὁρισθῆναί μοι τῷ ἀναξίῳ δούλῳ σου ζητῶ, εἴτε διὰ νομισμάτων ὀφείλω καὶ ταῦτα ζητεῖν εἴτε διὰ νουμίων. ἄχρι γὰρ τῶν ζ΄ νομισμάτων ἀπαιτεῖται χάριν συνηθείας καὶ ἐλατικοῦ ὑπὲρ ἑκάστου νομίσματος μιλλιαρήσιον α΄ φόλλεις ιβ΄, αὐξομένης δὲ τῆς περὶ τῶν νομισμάτων ἀπαιτήσεως, αὔξεται καὶ ἡ συνήθεια σὺν τῷ ἐλατικῷ, καὶ ἕως μὲν νομίσματα ἱ εἰσπράττεται χάριν συνηθείας καὶ ἐλατικοῦ νόμισμα α΄, ϊ· εἰς πλέον δὲ ποσὸν τῆς τῶν δημοσίων ἀπαιτήσεως παρεκτεινομένης καὶ ἄχρι νομισμάτων κ΄ περιϊσταμένης ζητεῖται συνήθεια καὶ ἐλατικὸν νομίσματα γ΄. ἐπεὶ οὖν ἐκ νουμίων ἐξ ἀρχῆς ἐν τοῖς λεπτομερεστέροις τῶν νομισμάτων τέλεσιν ἡ τῶν συνηθειῶν καὶ ἐλατικῶν ἀπαίτησις συνίσταται, ἐγὼ μὲν καὶ ἀντὶ τοῦ α καὶ ϊ νομίσματος καὶ ἀντὶ τῶν γ ' νομισμάτων καὶ τῶν ἐπέκεινα τούτων ὑπέρ τε συνηθείας καὶ ἐλατικοῦ διδομένων νουμία ζητῶ λαμβάνειν ἤγουν ἀντὶ νομίσματος α΄ μιλλιαρήσια δ΄. τοῖς δ ' οὕτως αὐτὰ ζητουμένοις ἐπαχθὲς τοῦτο δοκεῖ· τὰ μὲν γουμία διὰ νουμίων παρέχειν ἐνισταμένοις καθ ' ὅμοιον τοῖς δημοσιακοῖς τούτων τελέσμασι, τὰ δὲ νομίσματα διὰ νομισμάτων. ἡ δὲ κραταιὰ βασιλεία σου τὸ δοκοῦν αὐτῇ καὶ περὶ τούτου προσταξάτω μοι. Λύσις. Καὶ τὴν τῶν συνηθειῶν καὶ ἐλατικῶν εἴσπραξιν διὰ νουμίων ἡ βασιλεία μου προβαίνειν διορίζεται καὶ μόνας ιή φόλ λεις εἰσπράττεσθαι ἐφ᾽ ἑκάστῳ νομίσματι εἴτε διὰ δ΄ μιλλιαρησίων ὡς ἄνωθεν διείληπται, κἂν εἰς πολὺ ποσὸν τὸ παρ᾽ ἑκάστου τελούμενον δημόσιον κορυφοῦται κἂν εἰς ἔλαττον. δὸς οὖν εἴδησιν ἔγγραπτον τῶν τοιούτων οἰκονομιῶν τῷ ἐνεργοῦντι τὰς δυτικὰς διοικήσεις, ἵνα κατ᾿ αὐτὴν ἀπαιτήσῃ τό τε δικε ρατοεξάφολλον καὶ τὰ τῶν συνηθειῶν καὶ τοῦ ἐλατικοῦ, ὡς καὶ τοιουτοτρόπως ὀφείλει λογοριασθῆναι ἐφ᾽ οἷς ἀπὸ μαρτίου μηνὸς τῆς παρούσης β΄ ἰνδ. ἡ κακῶς ἐκληφθεῖσα τοῖς διοικηταῖς περὶ τῶν δ΄ μιλλιαρησίων προτέρα λύσις τῆς βασιλείας μου διὰ τῆς μεταγενεστέραςα ὐτῆς προστάξεως ἐσχόλασε. τὸ δὲ· μηνὶ ἰουνίῳ ἰνδ. [β΄], δ᾽ ἐρυθρῶν γραμμάτων τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου, καὶ ἡ διὰ κηροῦ συνήθης σφραγίς. εἶχε καὶ τὸ· κατεστρώθη τοῦ λογοθέτου καὶ τοῦ μεγάλου λογαριαστοῦ. Αἱ ὑπογραφαὶ τῶν σεκρετικῶν. Ὁ ἀνάξιος δοῦλος τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως καὶ γενικὸς μιχαὴλ ὁ κουτρίκος. Ὁ λογαριαστὴς τοῦ σεκρέτου τοῦ γενικοῦ βασίλειος ὁ τζιρίθων. Ὁ τοῦ αὐτοῦ σεκρέτου βασιλικὸς νοτάριος γεώργιος ὁ ἀπιμπιθιούμ. Ὁ τοῦ αὐτοῦ σεκρέτου τοῦ γενικοῦ βασιλικὸς νοτάριος κωνσταντῖνος ὁ ῥωθωνᾶς. Ἰωάννης βασιλικὸς νοτάριος τοῦ σεκρέτου τοῦ γενικοῦ ὁ σερβλίας. Ὁ βασιλικὸς νοτάριος τοῦ σεκρέτου τοῦ γενικοῦ νικόλαος ὁ τρίφυλλος. Ὁ κριτὴς τοῦ βήλου καὶ ἐπὶ τοῦ ἱπποδρόμου ἰωάννης ὁ μανουηλίτης τὸ παρὸν ἶσον τῇ ἐμφανισθείσῃ μοι πεπιστωμένῃ σεκρετικῇ παρεκβολῇ ἰσάζον εὑρὼν ὑπέγραψα.