IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.33Imp. Alexii Comneni de his qui ad orientales ecclesias nominati sunt. (Α. 1094.)

᾿Ανάγνωθι καὶ τὴν κατὰ τὸν νοέμβριον μῆνα τῆς β΄ ἶνδ. ἀπολυθεῖσαν πρόσταξιν τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, καὶ διοριζομένην τοὺς ψηφισθέντας εἰς ἀνατολικὰς ἐκκλησίας ἔχειν καὶ αὖθις τὰ προσόντα αὐτοῖς ἡγουμενεῖα καὶ ἀδελφάτα καὶ ὀφφίκια, ἥτις ἔχει κατὰ ῥῆμα οὕτως·

Abrir no leitor do IusCommune →

0

pr.᾿Ανέμαθεν ἡ βασιλεία μου, ἁγιώτατε δέσποτά μου καὶ οἰκουμενικὲ πατριάρχα, ὅτι τῶν ἐν ταῖς τοῦ θεοῦ ἐκκλησίαις ψήφων προβαινουσῶν τινες τῶν εἰς τὰς ψήφους ἐπιλεγέντων, ἡγεμονεύοντες ἐν μοναστηρίοις καὶ οἰκονομοῦντες ἢ καὶ ἑτέρας τινὰς ὑπηρεσίας διενεργοῦντες καὶ ἁπλῶς τυγχάνοντες μοναχοὶ, ἕτεροι δὲ ἔν τε τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν ἑτέραις ἀπό τε ὀφφικίων καὶ ἑτέρων τινῶν λειτουργιῶν τὰ ζωαρκῆ κεκτημένοι, δυσχερῶς ἔχουσι τὸν τῆς ἱερωσύνης ζυγὸν ὑπελθεῖν καὶ ταῖς ἐκκλησίαις ἐπιστατῆσαι αἷς ἐπεκηρύχθησαν· δεδιότες μήποτε τῶν τοιούτων ἐκκλησιῶν ἐν τοῖς τῆς ἀνατολῆς μέρεσι διακειμένων ἐπιλείψειε τούτοις τὰ ἀναγκαῖα, ἅτε τῶν μὲν ἐν αἷς ἐπεψηφίσθησαν· ἐκκλησιῶν πάντη τυγχανουσῶν ἀπόρων καὶ ἀπροσβάτων αὐτοῖς παντελῶς, στερουμένων δὲ καὶ αὐτῶν διὰ τὸ τὴν ἐπιστασίαν τούτων ὑπεισελθεῖν τῶν προσουσῶν αὐτοῖς ἡγουμενειῶν καὶ οἰκονομιῶν καὶ ἑτέρων λειτουργιῶν, καὶ τῶν ἁπλοϊκῶς λεγομένων ἀδελφάτων, ἢ καὶ ὀφφικίων καὶ ἑτέρων τινῶν ὑπηρεσιῶν.

1

pr.Διορίζεται τοίνυν ἡ βασιλεία μου οἰκονομικῷ τινι λόγῳ διευθετοῦσα τὰ κατ᾿ αὐτοὺς, μή τινα τούτων διὰ ταῦτα δυσχεραίνειν τῷ ζυγῷ τῆς ἀρχιερωσύνης ὑποδραμεῖν. πάντες γὰρ οὗτοι καταπολαύσουσι καὶ πάλιν τῶν προσουσῶν αὐτοῖς ἡγουμενειῶν τε καὶ οἰκονομιῶν, τῶν ἑτέρων τε ὑπηρεσιῶν καὶ λειτουργιῶν καὶ ὀφφικίων καὶ τῶν προσόντων αὐτοῖς ἀδελφάτων, καὶ τὸν τῆς διδασκαλίας ὑπεισερχόμενοι λόγον καὶ τὴν τελειοποιὸν τάξιν ἀναδεξάμενοι καὶ τῶν ἀπ᾿ ἐκείνων προσόδων κατεξουσιάσουσι, μέχρις ἂν ἄνεσιν λάβοιεν, καὶ ἀπὸ τῆς νῦν δυσκληρίας κατασταῖεν πρὸς εὐκληρίαν, τῶν ψηφισθεισῶν αὐτοῖς ἐκκλησιῶν ὡς εἴρηται ἀβάτων οὐσῶν τούτοις ὡς ὑπὸ τῶν ἐχθίστων κατεχομένων ἐχθρῶν. πλὴν τὰ ἐνταῦθα διωρισμένα παρὰ τῆς βασιλείας μου οὐκ ἐπὶ τῶν ἀρχοντικίων κρατήσει καὶ τῶν βαθμῶν τῶν ἱερέων τε καὶ διακόνων καὶ τῶν λοιπῶν τοῦ κλήρου τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας. Κατάστρωσον οὖν τὸ παρὸν πιττάκιον ἐν τοῖς κώδιξι τοῦ χαρτοφυλακίου τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας.