IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.35Imp. Alexii Comneni ut si servi in libertatem proclamantes testes produxerint, contraria testium productio dominis non concedatur sed exceptio tantum, et ut servorum quoque conjugiis sacrae benedictiones impertiantur. (Α. 1095.)

Περὶ τοῦ μὴ κρατεῖν ἀντιπαραστατικὴν μαρτυρίαν περὶ τῶν εἰς ἐλευθερίαν ἀναφωνούντων δούλων, καὶ περὶ τοῦ ἱερολογίας καὶ ἐπὶ τῶν δούλων γίνεσθαι καὶ μὴ ἐν τούτοις ἐλευθερίας τυγχάνειν αὐτούς.

Abrir no leitor do IusCommune →

0

pr.A. Δύο ταῦτα ἐπὶ τὰς ἀκοὰς τῆς βασιλείας μου ἦλθεν, ἁγιώτατε δέσποτα, ὡς τινες τῶν προσερχομένων τῷ ἁγίῳ μεγάλῳ τε καὶ θείῳ ναῷ τῆς τοῦ θεοῦ λόγου σοφίας, εἰς ἐλευθερίαν ἀναφωνοῦντες καὶ πρόφασιν τῆς ἐλευθερίας τὸ γένος ποιούμενοι (φασὶ γὰρ ἐξ ἐλευθέρων γεγενῆσθαι γονέων, βουλγάρων τυχὸν ἢ τινων τοιούτων, οὓς εἰς δουλείαν ἡ καθ᾽ ἡμᾶς παρέλαβε πολιτεία) εἰς ἀπόδειξιν τῶν λεγομένων ἀφίενται, καπειδὴς παραστήσωνται μάρτυρας ἄδιαβλήτους, εἰς ἀντιπαραστατικὴν μαρτυρίαν οἱ κύριοι τούτων χωροῦσι, καὶ οὕτως τῶν ἐγκαλούντων διὰ τέλους παραμένειν τοῖς δικαστηρίοις ἀδυνατούντων ἡ δουλικὴ τύχη πάλιν τούτοις ἐπιφορτίζεται· καὶ ὅτι γαμικαὶ δούλων ὁμιλίαι τε καὶ συναρμογαὶ παρὰ τῷ καθ᾽ ἡμᾶς γίνονται πολιτεύματι, οὐ μέντοι γε καὶ ἱερολογία ταύταις ἀκολουθεῖ ', τῶν κυρίων αὐτῶν εὐλαβουμένων μεθ ἱερολογίας ἄλλήλοις συνάπτειν τοὺς δούλους, ἵνα μὴ πρὸς ἐλευθερίαν ἐντεῦθεν συνελασθῶσι.

1

pr.Τῆς γοῦν προσηκούσης ἄμφω τυχεῖν διορθώσεως ἔγνωκε δεῖν, καὶ διὰ τοῦτο τὸ παρὸν διάταγμα συντετηρημένως ἐξέθετο, δι οὗ διορίζεται, κατὰ τῶν εἰς ἐλευθερίαν ἀναφωνούντων δούλων ἀντιπαραστατικὴν μαρτυρίαν μὴ κρατεῖν, μηδὲ χώραν ὅλως ἔχειν αὐτὴν παρ ' οἱῳδήτινι πολιτικῷ ἢ ἐκκλησιαστικῷ δικαστηρίῳ, ἀλλὰ τοῖς ἐγκαλοῦσι μόνοις τὰς ἀποδείξεις ἐπάγεσθαι· καὶ εἴπου μαρτυριῶν εὐπορήσαιεν οὗτοι νόμοις δεκτῶν καὶ μὴ περιτρεπομένων διαβολαῖς, τῷ τῶν μαρτύρων ὅρκῳ τὴν δίκην λύεσθαι, ἀλλὰ μὴ καὶ ἀντιπαραστάσεις τοῖς κυρίοις αὐτῶν ἐγχωρεῖσθαι, ἵνα μὴ τὸ πολὺ τῶν ἀντιθέτων ἄνισον βλάβης αἴτιον τοῖς ἐλαχιστοτέροις γενήσεται· ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ὁμοτελῶν ἡ τοῦ μακαριστοῦ βασιλέως κυρίου βασιλείου νομοθεσία τοῖς δυνατοῖς κατὰ τῶν πενήτων ἀντιπαραστάσεις οὐκ ἐξεχώρησεν, οὕτω κἀνταῦθα τοῖς κυρίοις κατὰ τῶν δούλων ἀπεσβεσμένον ἔσται τὸ τῆς ἀντιπαραστάσεως ἰσχυρὸν, καὶ μόνη κρατήσει παρὰ τούτοις ἡ κατὰ τῶν μαρτύρων διαβολή· τῆς ἀντιπαραστάσεως πάντως μὴ ἀποκλειομένης τοῖς ἐγκαλουμένοις δούλοις, ὅταν τοὺς μάρτυρας κατὰ τῶν ἐν νομῇ ἐλευθερίας ὄντων οἱ πρὸς δουλείαν ἕλκοντες τούτους παράγωσι. τοῖς γὰρ ἐλαχιστοτέροις καὶ ἀσθενοῦσιν ἡ παροῦσα διάταξις χαρίζεται τὴν ῥοπὴν, ἀλλ᾽ οὐχ ὑπὲρ τῶν δυνατῶν καὶ μᾶλλον ἰσχυροτέρων ἐκτέθειται.

2

pr.Προστίθησι δὲ καὶ τὰς ἱερολογίας μὴ μόνον παρὰ τοῖς ἐλευθέροις, ἀλλὰ καὶ παρὰ τοῖς δούλοις κρατεῖν· καὶ γάμον μὴ ἄλλως ἔννομόν τε καὶ τῆς χριστιανικῆς καταστάσεως ἄξιον εἶναί τε καὶ νομίζεσθαι, εἰ μὴ καὶ ἱερολογία τοὺς συναπτομένους συνδεῖ. ἄτοπον γὰρ ἂν εἴη, μιᾶς ἐν πᾶσι τῆς χριστιανικῆς κρατούσης πίστεως, καὶ βαπτίσματος ὁμολογουμένου ἑνὸς, δι οὗ προσήγμεθα τῷ κυρίῳ, καὶ τῆς αὐτῆς σωτηρίας ἐλπιζομένης πᾶσιν ἡμῖν τοῖς πιστεύουσιν, ὑποτρέχειν ἐνίους ὑπόνοιαν, ὡς τοῖς δούλοις ἧττον μέτεστι τοῦ καλοῦ· καὶ τοὺς μὲν ἐλευθέρους κατὰ γάμον ἀλλήλοις συνάπτεσθαι θείᾳ συνδουμένους εὐχῇ πρότερον, τοὺς δούλους δὲ τοῦ τοιούτου διαπίπτειν καλοῦ καὶ μὴ παραλαμβάνειν θεὸν ἐπ᾿ εὐλογίᾳ τῆς συνελεύσεως· ἢ δε διέναι, ὡς εἰ παραλαμβάνοιτο, ἀδικηθείη ἂν περὶ τὴν δεσποτείαν ὁ τούτων κύριος τῆς ἐπ᾿ αὐτοῖς στερισκόμενος δεσποτείας. οὕτω γὰρ, εἰ τοῦτο κρατοίη, δεδιέναι χρὴ καὶ τὸ ἅγιον βάπτισμα, μὴ δοῦλοι ξενωθεῖεν τῶν δεσποτειῶν· ἀλλὰ καὶ αὐ τὴν τὴν τῶν ἀχράντων μυστηρίων μετάληψιν, μὴ καὶ διὰ ταύτης ἐκείνων ἀλλοτριωθεῖεν· κἀντεῦθεν ἐκ τῶν δούλων οἰχήσεται τὸ μέγα καὶ σεβάσμιον τῆς θείας πίστεως ὄνομα, καὶ οὐ δοῦλοι μόνον ἀνθρώπων, ἀλλὰ καὶ τοῦ ἀνθρωποκτόνου γενήσονται ἄνθρωποι· συγκινδυνεύουσι δὲ καὶ οἱ κύριοι τούτων, φόβῳ τοῦ μὴ διαπεσεῖν ὑπηρεσίας ἀνθρώπων τῆς τοῦ θεοῦ δουλείας ἀποξενοῦν ἑαυτοὺς ἀνεχόμενοι. ἀλλ᾽ οὔτε τοῦτο λόγον ἔχει δίκαιον, καὶ τὴν ἱερολογίαν ἐξ ἀνάγκης καὶ ἐπὶ τῶν δούλων κρατεῖν εὔλογον καὶ χριστιανικῆς ἐπάξιον καταστάσεως. ἀλλὰ γὰρ ἐν ἀνθρώποις εἶδεν ἡ τύχη δεσποτείαν καὶ δουλείαν διάφορα, καὶ ἅπερ ἡ καθ᾽ ἡμᾶς πολιτεία παρέλαβε, ταῦτα καὶ ἐπὶ τούτων χρεὼν κρατεῖν· εἷς δὲ κύριος πάντων, μία πίστις, ἓν βάπτισμα, καὶ δούλου καὶ δεσπότου ὅσαγε κατὰ πίστιν διαφορὰν οὐ γινώσκομεν, ὅτι καὶ πάντες ἐπίσης δοῦλοί ἐσμεν τῷ ἐκ δουλείας λυτρωσαμένῳ ἡμᾶς τῷ ἐξ᾽ αὐτοῦ κενωθέντι θείῳ καὶ ζωοποιῷ αἵματι. Καὶ ἐπεὶ ταῦτα καλῶς οὕτως καὶ λυσιτελῶς διατέτακται, δεῖ τὴν μεγάλην ἁγιωσύνην σου δῆλα ταῦτα θέσθαι ἁπανταχοῦ τῶν ἁγίων ἐκκλησιῶν, ὡς ἂν οἱ ἐν αὐταῖς προεστῶτες οὕτω τε τὰ περὶ τῶν ἐλευθεριῶν δοκιμάζωσιν, ἀντιπαραστατικὴν μαρτυρίαν κατὰ τῶν δούλων τοῖς δεσπόταις μὴ συγχωροῦντες· καὶ πᾶσι θῶνται καταφανὲς ἐν ταῖς ὑπ᾽ αὐτοὺς ἐνορίαις, ὡς οἱ μὴ μεθ᾽ ἱερολογίας ἀλλήλοις συνάπτοντες τοὺς δούλους οὐχὶ θεοφιλῆ γάμον συνιστῶσιν ἐν αὐτοῖς, ἀλλ᾽ ἐκπορνεύουσαν μίξιν κρατύνουσιν· οὓς γὰρ μὴ συνάπτει θεὸς δι ἱερολογίας παραλαμβανόμενος, οὗτοι πάντως εἰς ἁμαρτίαν ἀλλήλοις συνέρχονται. καὶ εἴ που προσαγγελθείη τοῦτο παρ ' οἱουδήτινος οὕτως τὸ ἀπὸ τοῦδε γινόμενον, ἴστωσαν οἱ δεσπόται, ὡς οὐ μόνον θείῳ μηνίματι καταστήσονται ἔνοχοι, ἀλλὰ καὶ τῶν δούλων ἀλλοτριωθήσονται εἰς ἐλευθερίαν ἁρπαζομένων. ἐξὸν γὰρ αὐτοῖς κατὰ νόμον θεοῦ συνάπτειν ἀλλήλοις τοὺς δούλους καὶ τὴν ἐπ᾿ αὐτοῖς δεσποτείαν ἔχειν ἀλώβητον, εἰ μὴ τοῦτο ποιοῖεν, ἑαυτοῖς δικαίως πάντως τὴν τῆς δεσποτείας ἐπάγουσιν ἔκπτωσιν. τὸ δὲ παρὸν διάταγμα οὐ μόνον ὀφείλει ἐν ταῖς ἁπανταχοῦ τῶν ἐκκλησιῶν διαγγελθῆναι, ἀλλὰ κὰν τοῖς πολιτικοῖς δικαστηρίοις καταστρωθῆναι· γενέσθαι δὲ διαδόσιμον καὶ εἰς τοὺς τῶν ἐπαρχιωτικῶν προεστῶτας ἀρχῶν, ὡς ἂν εἴδησιν ἔχωσιν ἅπαντες τῶν καλῶς παρὰ τῆς βασιλείας μου ὁρισθέντων. ἐπειδὴ δὲ καὶ γάμοι ἔφθασαν ἤδη γενέσθαι ἐπὶ προσώποις δουλικὴν ἔχουσι τύχην, καὶ οἱ γάμοι κατὰ τὴν ἕως τοῦ νῦν κρατοῦσαν παράλογον συνήθειαν προβεβήκασι, δεῖ καὶ ἐπὶ τούτων τὴν ἱερολογίαν γενέσθαι, ἵνα διὰ ταύτης, κἂν ὀψὲ γένηται, τὸ σεβάσμιον ἔχωσι, τῶν ἀνωτέρω εἰρημένων παρατηρήσεων καὶ ἐπὶ τῶν τοιούτων γάμων κρατεῖν ὀφειλουσῶν. B. Νεαρὰ τοῦ βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ ἐκφωνηθεῖσα κατὰ τὸν μάρτιον μῆνα τῆς γ ' ἰνδ. τοῦ σχγ ' ἔτους ἐξ ὑπομνήσεως θεοδούλου τοῦ ἀρχιεπισκόπου θεσσαλονίκης, περὶ τοῦ μὴ δίδοσθαι ἀντιπαράστασιν μαρτύρων παρὰ τῶν κυρίων τῶν δούλων τῶν ἀναφωνούντων εἰς ἐλευθερίαν ἀλλὰ μόνην διαβολὴν, καὶ περὶ τοῦ ἀνάγκην εἶναι τοῖς δεσπόταις τῶν δούλων ἱερολογεῖν αὐτοὺς καὶ μὴ ἀνέχεσθαι πορνεύειν τούτους πρὸς ἀλλήλους εἰ μὴ βούλονται στερεῖσθαι τῆς ἐπ᾿ αὐτοῖς δεσποτείας καὶ ἐλευθεροῦσθαι τοὺς δούλους, φέρουσα τὸν μῆνα ὑποσεσημασμένον διὰ γραμμάτων τοῦ βασιλέως. α΄. ᾿Ανηνέχθη τῇ βασιλείᾳ μου παρά σου, ἱερώτατε, ὡς ἀμφιβολία τὶς ἀνακύπτει παρὰ τῇ ἐκκλησίᾳ σου ἐκ προσελεύσεώς τινων εἰς ἐλευθερίαν ἀναφωνούντων. λέγουσι γὰρ ἀπο πατέρων γεγενῆσθαι βουλγάρων, λιμοῦ δὲ πρὸ χρόνων κατασχόντος εὐώνως αὐτοὺς ὑπὸ τῶν γονέων διαπεπρᾶσθαι. κἀντεῦθεν οἱ τούτων κύριοι μὴ συνομολογοῦντες εἶναι τούτους βουλγάρους τὰς ἀποδείξεις ἐκείνοις ἐπιφορτίζουσι. καὶ οἱ μὲν τὸ γένος ἀποδεικνύουσι διὰ παραστάσεως μαρτύρων, οἱ δὲ τούτους εἰς δουλείαν κατέχοντες ἀντιπαραστάσεις κατὰ τῶν μαρτύρων λαμβάνουσιν, ἐθέλοντες ἀτονεῖν τοὺς προσερχομένους τῇ ἐκκλησίᾳ, καὶ πρὸς δευτέραν χωροῦσι μαρτυρίαν, κἀκ τούτου ἐπὶ δουλείαν αὖθις οἱ ἐγκαλοῦντες καθέλκονται. καὶ ἐζήτησας οἰκονομήν τινα δικαίαν παρὰ τῆς βασιλείας μου γενέσθαι, ὡς ἐντεῦθεν τῶν προσερχομένων τῇ ἐκκλησίᾳ ἀσθενούντων τοῖς κυρίοις αὐτῶν ἀντιμάχεσθαι διὰ τὸ ἐκ τῆς ἀντιπαραστατικῆς μαρτυρίας ἐμποδίζεσθαι. καὶ σὺ μὲν ἀνήνεγκας ταῦτα. ἡ δὲ βασιλεία μου τὰ τῆς ὑποθέσεως δοκιμάσασα διορίζεται, πάντας τοὺς προσερχομένους σοὶ καὶ εἰς ἐλευθερίαν ἀναφωνοῦντας παραδέχεσθαι, καὶ δικάζειν μετὰ τῶν κυρίων αὐτῶν καὶ τὰς ἀποδείξεις τοῖς ἐγκαλοῦσιν ἐπιφορτίζεσθαι· καὶ εἴγε οὗτοι μαρτύρων εὐπορήσαιεν τοῖς νόμοις δεκτῶν καὶ μὴ διαβολῇ περιτρεπομένων, τῷ ὅρκῳ τῶν μαρτύρων ἀπαυχενίζεσθαι τοῦ ζυγοῦ τῆς δουλείας τοὺς ἐγκαλοῦντας, καὶ μὴ ἀντιπαραστάσεις τοῖς κυρίοις αὐτῶν κατὰ τῶν μαρτύρων ἐκχωρεῖσθαι. πολλὰ γὰρ ἂν ἐκ τοῦ ῥᾴστου ἀδικηθεῖεν οἱ τῇ ἐκκλησίᾳ προσερχόμενοι καὶ πρὸς ἐλευθερίαν ἀναβοῶντες, τῶν κυρίων αὐτῶν δυνατῶς ἐχόντων πλείονας μάρτυρας ἐφευρίσκειν καὶ εἰς δουλείαν καθέλκειν αὐτούς. ἀλλ᾽ εἴπερ ἔχοιεν λέγειν κατὰ τῶν μαρτύρων οἱ τῶν ἐγκαλούντων δεσπόται, χωρείτωσαν καὶ τούτους διαβαλλέτωσαν εἴγε δύνανται, κἀντεῦθεν νικάτωσαν· ἀδιαβλήτων δὲ τῶν μαρτύρων εὑρισκομένων, ἡ νικῶσα πάντως τοῖς ἐγκαλοῦσι δοθήσεται μετὰ τὸν ὅρκον τῶν μαρτύρων, καὶ ἐλεύθεροι οὗτοι ἔσον ταί τε καὶ κληθήσονται. τὴν γὰρ ἀντιπαραστατικὴν μαρτυρίαν τέλεον ἡ βασιλεία μου ἐνταῦθα περιαιρεῖ. εἰ γὰρ τοῖς δυνατοῖς κατὰ τῶν πενήτων ἀντιπαραστατικὴ οὐ δίδοται μαρτυρία καὶ τοῦτο κρατεῖ ἐπὶ χωριτῶν, πολλῷ μᾶλλον εἰκὸς τοῦτο κἀνταῦθα κρατεῖν, ὅσῳ καὶ πλέον τὸ πρὸς ὑπόπτωσιν τῶν δούλων πρὸς τοὺς δεσπότας εὑρίσκεται. καὶ τοῦτο εἰδὼς, ἱερώτατε, οὕτως ποιεῖ τὰς ἀποφάσεις ἐπὶ τῶν προσερχομένων σοὶ καὶ πρὸς ἐλευθερίαν ἀναβοώντων, τῷ παρόντι ἀκολουθῶν ὁρισμῷ τάξιν ἔχοντι νομικοῦ διατάγματος. ἀλλὰ καὶ εἴδησιν τούτου ταῖς ὑπό σε εὐαγεστάταις παράσχε ἐκκλησίαις, ὡς ἂν καὶ οἱ ἐν αὐταῖς προεστῶτες ἀρχιερεῖς οὕτως τὰς περὶ τῶν εἰς ἐλευ θερίαν ἀναβοώντων δίκας τὸ ἀπὸ τοῦδε λύωσιν. εἰ δέ τινες πολλάκις εἰς δουλείαν τινὰς ἕλκουσιν ἐν νομῇ καθεστῶτας ἐλευθερίας, καὶ οἱ ἐγκαλοῦντες εὐποροῦσι μαρτύρων, ἡ ἀντιπαραστατική μαρτυρία τοῖς εἰς δουλείαν ἑλκομένοις οὐκ ἀποκλεισθήσεται, ἀλλ᾽ ἀκεραία τούτοις συντηρηθήσεται. ὑπὲρ γὰρ τῶν ἀσθενεστέρων καὶ ταπεινοτέρων τὴν τύχην ἡ ἀντιπαράστασις ἐξεκλείσθη, ἀλλ᾽ οὐχὶ τοὐναντίον ὑπὲρ τῶν κυρίων αὐτῶν ἐξετέθη. καὶ δεῖ γινώσκειν, ἔνθα μέν τις ἀπὸ δουλείας εἰς ἐλευθερίαν ἀναβοᾷ, ἡ ἀντιπαράστασις τῷ κυρίῳ τούτου οὐ συγχωρηθήσεται· ὅτε δέ τις ἐξ ἐλευθερίας εἰς δουλείαν ἕλκεται καὶ τὴν ἐπίβασιν τῆς ἐναγωγῆς διὰ μαρτύρων κρατύνει ὁ ἐγκαλῶν, τηνικαῦτα μετὰ τῆς τῶν μαρτύρων διαβολῆς καὶ ἡ ἀντιπαράστασις ἐκχωρηθήσεται. β΄. Προσέθου τῇ ὑπομνήσει σου καὶ τόδε, ὡς τινες τοὺς ἰδίους δούλους ἀλλήλοις κατὰ γάμον συνάπτοντες οὐ μεθ᾽ ἱερολογίας τοῦτο ποιοῦσι, ἵνα μὴ τῆς ἐπ᾿ αὐτοῖς διαπέσωσι δεσποτείας ὡς τῆς ἱερολογίας τάχα τοῖς ἐλευθέροις προσηκούσης· καὶ ἐζήτησας κἀνταῦθα ὁρισμόν τινα τοῦ ἡμετέρου δέξασθαι κράτους. καὶ ἴσθι, ὡς ἡ τοιαύτη τῶν ἀνθρώπων ὑπόνοια πολλῷ τῷ μέσῳ τοῦ καλοῦ καὶ καθήκοντος ἀποτρέχει, καὶ ὅλως κρατεῖν παρὰ χριστιανοῖς τὴν τοιαύτην πρᾶξιν οὐ χρή. εἰ γὰρ δούλων καὶ δεσποτῶν διαφορὰν οὐκ οἶδε τὸ ἅγιον βάπτισμα, εἰ τῶν αὐτῶν ἀχράντων μεταλαμβάνουσι μυστηρίων κἂν ταῖς τύχαις μερίζωνται, εἰ μίαν πίστιν παραλαμβάνουσι κἂν τῆς τύχης φέρωσι τὴν ἐξαλλαγὴν, τίς ὅλως ἐπὶ τῆς κατὰ γάμον συναρμογῆς δεδίεται τὴν μεθ᾽ ἱερολογίας συνέλευσιν, καὶ ὑπονοεῖ τῆς ἐπὶ τοῖς δούλοις δεσποτείας ἀπαλλοτρίωσιν ἔσεσθαι θεοῦ ἐπ᾿ εὐλογίᾳ τῶν συναπτομένων παραλαμβανομένου; ἀλλ οὔτε τοῦτο δεκτὸν ἢ παρὰ χριστιανοῖς ὅλως εὔλογον. καὶ διὰ τοῦτο ἡ βασιλεία μου ζήλῳ κινηθεῖσα θείῳ διάταγμα ἐξέθετο γενικὸν καὶ ἐπὶ τὴν μεγάλην τοῦτο ἐκκλησίαν κατέπεμψεν, ὡς ἂν τὸ ἀπὸ τοῦδε καὶ παρὰ δούλοις ἡ ἱερολογία κρατῇ, καὶ ὁ μὲν γάμος ἔχῃ ἐντεῦθεν τὸ σεμνόν τε καὶ τίμιον, οἱ δὲ δοῦλοι τοῖς δεσπόταις δουλεύουσι ὡς καὶ πρότερον, μηδὲν ἐκ τῆς ἱερολογίας περὶ τὴν ὑπηρεσίαν ἐμποδιζόμενοι. εἰ δέ τινες μη τοῦτο παραφυλάξαιεν, ἐκπίπτωσι τότε τῆς ἐπ᾿ αὐτοῖς δεσποτείας, τῶν δούλων εἰς ἐλευθερίαν ἁρπαζομένων. καὶ τοῦτο εἰδὼς διαλαλιὰν ἔκθου εἰς πάσας τὰς ὑπό σε ἐνορίας, ὡς ἂν μεθ ' ἱερολογίας πάντες τοὺς δούλους ἀλλήλοις συνάπτωσι καὶ μὴ γάμον τολμῶσι ποιεῖν ἀνίερον. ἐπεὶ δὲ καὶ γάμοι ἤδη ἔφθασαν γενέσθαι ἐπὶ προσώποις δουλικὴν ἕλκουσι τύχην καὶ οἱ γάμοι κατὰ τὴν ἕως τοῦ νῦν κρατοῦσαν παράλογον συνήθειαν προβεβήκασι, δεῖ καὶ ἐπὶ τούτοις τὴν ἱερολογίαν γενέσθαι, ἵνα διὰ ταύτης, κἂν ὀψὲ γένηται, τὸ σεβάσμιον ἔχωσι, τῶν ἀνωτέρω εἰρημένων παρατηρήσεων καὶ ἐπὶ τῶν τοιούτων γάμων κρατεῖν ὀφειλουσῶν. ᾿Απελύθη μηνὶ μαρτίῳ ἰνδ. γ΄ ἀπὸ τῆς θεοφυλάκτου πόλεως. ἡ δὲ ἐπιγραφὴ βασιλικὴ εἰς τὸν ἱερώτατον ἀρχι επίσκοπον τῆς μητροπόλεως θεσσαλονίκης.