JGR III 4.30Imp. Alexii Comneni aurea bulla, qua Christodulo monacho insula Patmos ad monasterium ibi condendum conceditur. (A. 1088.)
Abrir no leitor do IusCommune →0
pr.Καὶ πᾶσι μὲν ὑπέχειν τὰς ἀκοὰς τοῖς εὐλόγως τὰς αἰτήσεις ποιουμένοις δίκαιόν τε ὁμοῦ καὶ θεοφιλὲς καὶ τῆς θείας ἐχόμενον ἐντολῆς, τοῖς δέ γε κατ᾿ ἀρετὴν ᾿διαφέρουσι, καὶ ὅλως διὰ βίου ἀνακειμένοις θεῷ, πολλῷ μᾶλλον δὲ θειότερον καὶ κρείττονος λόγου ἐπάξιον. τὸ γὰρ συναίρεσθαι τούτοις καὶ χεῖρα ὀρέγειν βοηθείας, ἐν οἷς ἄρα καὶ δέοιντο, θεοῦ ἄντικρυς συνεργείᾳ, κατὰ τὸν μέγαν καὶ θεῖον ἀπόστολον, καὶ τῆς ἐναρέτου πολιτείας καὶ διαγωγῆς συντήρησις. διά τοι τοῦτο καὶ ἡ βασιλεία μου καὶ πᾶσι μὲν τοῖς ἄλλοις δίκαιον ἡγεῖται συμπαθέστερον ἐπικλίνεσθαι καὶ τὰς τοῦ ἐλέους ἐποχετεύειν πηγὰς δαψιλεῖς, μάλιστα δὲ τῶν ἁπάντων οἷς κατὰ μονὰς ὁ βίος ἐστὶ καὶ τῆς κοσμικῆς ἀποδιῃρημένος περιφορᾶς καὶ συγχύσεως. ἔνθεν τοι καὶ τῷ εὐλαβεστάτῳ μοναχῷ χριστοδούλῳ καὶ ἡσυχαστῇ, τῷ πρὶν ἐν τῷ ὄρει τοῦ λάτρους τὰ κατὰ θεὸν ποιουμένῳ διατριβὰς καὶ τὸν ἀσκητικὸν διανύοντι δίαυλον, ἡσυχίας τυγχάνοντι διαπύρῳ ἐραστῇ καὶ ἔργον τιθεμένῳ διηνεκὲς ἐν τοῖς τοῦ θεοῦ δικαιώ μασι κατὰ μονὰς ἀδολεσχεῖν, αἴτησιν προτειναμένῳ μάλα θεἀρεστόν τε καὶ εὔλογον, ὑπέσχε τὰς ἀκοὰς ἡ γαληνότης ἡμῶν συμπαθῶς καὶ τὴν αἴτησιν ἐξεπλήρωσεν εὐχερῶς. ἐπεὶ γὰρ ὁ θεοφιλὴς οὗτος ἀνὴρ δ᾽ ἔρωτα ἡσυχίας καὶ πόθον βίου ἐρημικοῦ καταγώγιον ἐπεζήτει εὑρεῖν τῷ οἰκείῳ τρόπῳ καὶ βίῳ κατάλληλον, διέγνω δὲ τὴν πάτμον νῆσον, ἄλλως μὲν οὖσαν τραχεῖάν τε καὶ λυπρὰν, πίειραν δὲ καὶ πρὸς καρπῶν ἐπιτηδειοτάτην πνευματικῶν φορὰν, εἴ τις ἐν αὐτῇ καταβαλεῖν ἐθέλοι τὰ θεοφιλῆ τῶν ἀρετῶν σπέρματα, καὶ ἀρετῆς ὡς εἰπεῖν ὑπάρχουσαν ἐργαστήριον (πρώτως γὰρ διὰ τὸ καθάπερ τινὰ κλῆρον εἰληφέναι τὰς ἐν αὐτῇ τοῦ τῆς βροντῆς υἱοῦ καὶ τῷ χριστῷ διαφερόντως ἠγαπημένου διατριβὰς, ἔπειτα δὲ καὶ διὰ τὸ τῆς θέσεως τοῦ τόπου ἐρημικὸν καὶ μονώτατον, καὶ μὴ τινας ἔχειν τοὺς ἐκεῖ παραβάλλοντας διὰ τὸ τῆς ἠπείρου ἀπῳκῆσθαι μακρὰν), προσῆλθε τῇ βασιλείᾳ μου, ἐκλιπαρῶν μάλα περιπαθῶς συλλήπτορα ταύτην ἐφευρεῖν πρὸς τὴν τοῦ οἰκείου ἐκπλήρωσιν ἐφετοῦ, καὶ ἐξαιτούμενος ἀφορισθῆναι μὲν ἀπ᾿ ἐντεῦθεν τῷ δημοσίῳ τὰ ἐν τῇ νήσῳ κῷ ὁθενδήποτε αὐτῷ προσκτηθέντα ὅσα καὶ οἷα εἰσὶ, ἀντιλαβεῖν δὲ τὴν εἰρημένην ἅπασαν νῆσον δῶρον ἀναφαίρετον, καὶ ἐκκοπῆναι μὲν τὰ ἐπικείμενα ταύτῃ δημόσια τέλη ὅσα καὶ οἷα εἰσὶ, ἐλευθέραν δὲ τὴν τοιαύτην νῆσον δωρηθῆναι αὐτῷ καὶ πάσης ἀπηλλαγμένην σεκρετικῆς συζητήσεως, ὡς ἂν φροντιστήριόν τι ἐν αὐτῇ ἀνεγείροι, τοὺς οἰκείους τε μαθητὰς ἐπὶ τὸ αὐτὸ συναγάγοι, καὶ οὕτως ἀπε ρισπάστως προσομιλοίη θεῷ καὶ τὰς ὑπὲρ τοῦ κράτους ἡμῶν θερμοτέρας ποιοῖτο εὐχάς. α. Ὅθεν τῆς τούτου ἐπακούσασα παρακλήσεως ἡ ἡμῶν θεοσέβεια διορίζεται διὰ τοῦ παρόντος εὐσεβοῦς χρυσοβούλλου λό γου, προσαφορισθῆναι μὲν τῷ δημοσίῳ κατὰ τὴν αἴτησιν τοῦ εὐλαβεστάτου γέροντος ὅσα καὶ οἷα ἐν τῇ νήσῳ κῷ ὁθενδήποτε αὐτῷ προσεκτήθησαν, δωρεῖται δὲ αὐτῷ τὴν δηλωθεῖσαν νῆσον μετὰ πάσης αὐτῆς περιοχῆς καὶ διακρατήσεως, οὐ καιρικῶς οὐδὲ χρόνοις ἀριθμητοῖς, ἀλλ᾽ ἐπ᾿ ἀναφαιρέτῳ καὶ διηνεκεῖ δεσποτείᾳ καὶ κυριότητι καὶ ἄχρις ἂν ὁ παρὼν διαρκοίη αἰὼν, διορισαμένη ἐκκοπῆναί τε καὶ λογισθῆναι καὶ τὰ ταύτης ἅπαντα δημόσια τέλη καὶ βάρη, οἷα καὶ ὅσα τυγχάνουσι, τῆς προγραφῆς τοῦ λογισμοῦ γιγνομένης ἐν τοῖς σεκρετικοῖς χάρτοις διὰ κιν ναβάρεως χειρὶ τοῦ πρωτοπροέδρους κωνσταντίνου καὶ ἐπὶ τῶν δεήσεων τοῦ χοιροσφάκτου τοῦ οἰκείου ἀνθρώπου τῆς βασιλείας μου. ὡς γὰρ ἐξαίρετόν τι ἀνάθημα καὶ καλλιέρημα μέγιστον διὰ μέσου τοῦ τὴν αἴτησιν ἀνενεγκόντος μοναχοῦ τὴν τοιαύτην νῆσον ἡ βασιλεία μου ἀφιεροῖ τῷ θεῷ, καὶ ἔσται ἀπό γε τῆς σήμερον καὶ εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους ἀπέσπασμένη μὲν τῶν βασιλικῶν δικαίων, ἀπηλλαγμένη δὲ καὶ τῶν σεκρετικῶν ἀρκύων, μόνῳ δὲ ἀνατεθειμένη θεῷ καὶ τοῖς ἐν αὐτῇ μοναχοῖς, οἳ καὶ μόνοι ἐν αὐτῇ αὐλισθήσονται, μὴ συγχωροῦντές τισι τῶν λαϊκῶν λόγῳ παροικίας ἐγκατοίκους ταύτῃ γίνεσθαι, ἐμπορίας ἴσως ἢ ἄλλο τὶ ἐπιτήδευμα βίου μετερχομένους· μόνοι γὰρ ἐν κοσμικῷ σχήματι τῇ νήσῳ ἐγκατοικήσουσιν οἱ μι σθαρνοῦντες τοῖς μοναχοῖς, καὶ οὗτοι ἄζυγες καὶ μήτε γι ναιξὶ συνοικοῦντες, μήτε μὴν παῖδας ἔχοντες. πᾶσαν γὰρ ὁδὸν πονηρᾶς μεθόδου ἀποκλείει τῷ σατανᾷ ἡ βασιλεία ἡμῶν· καὶ διὰ τοῦτο τοῖς λείοις τε καὶ βλαπτικοῖς προσώ ποις, γυναιξί τε καὶ παισὶ καὶ εὐνούχοις, ἀφ᾽ ὧν ὡς τὰ πολλὰ κατὰ τῆς ψυχῆς ἀναῤῥιπίζονται πόλεμοι, ἄβατον εἶναι τὴν νῆσον παντάπασι διορίζεται, καθὰ δηλονότι καὶ ὁ εὐλαβέστατος οὗτος ἀνὴρ τὴν βασιλείαν μου ᾐτήσατο· πάρεξ μέντοι τῶν μισθίων, ὡς εἴρηται, ὅσον χρήζουσιν οἱ μοναχοὶ εἰς δουλείαν τῆς νήσου, καὶ τούτων ἄζυγα βίον ἐχόντων, καὶ ἐγγὺς τἄλλα τῆς μοναχικῆς πολιτείας τυγχανόντων, κἂν μόνῳ τῷ σχήματι διαλλάττοίεν. καθέξει οὖν τὴν τοιαύτην νῆσον αὐτός τε ὁ πολλάκις μνημονευθεὶς εὐλαβέστατος ἀνὴρ μετὰ τῶν ὑπ᾿ αὐτὸν μοναχῶν, τῶν τε νῦν ὄντων καὶ τῶν ἐς ὕστερον ἐσομένων, καὶ σὺν τούτοις ἡ παρὰ τούτου ἀνεγερθησομένη ἐν τῇ νήσῳ πάτμῳ ἱερὰ μονὴ ἀτελῶς, ἀβαρῶς, κυρίως καὶ αὐθεντῶς, ἀναφαιρέτως τε καὶ αἰωνίως· καὶ καθὼς ἂν συνεργοίη τούτῳ θεὸς, κατὰ τὸ αὐτὸ βουλητὸν ταῦτα διαθήσειε, κἂν εἰς εὐφορωτάτην τε καὶ εὐπρόσοδον ἐκ λυπρᾶς καὶ τραχείας τῇ οἰκείᾳ μεταγάγοι σπουδῇ, εἰς ἴδιον κέρδος τὰς ἐντεῦθεν προσόδους λογίσεται σὺν ἅμα τοῖς ὑπ᾽ αὐτὸν μοναχοῖς, μὴ παρά τινος τὸ σύνολον λογοπραγούμενος ἢ ἀνακρινόμενος. ἀποχρῶσα μέντοι ἔσται τούτῳ ἡ ἐπὶ τῇ τοιαύτῃ νήσῳ διαιωνίζουσα δωρεὰ τῆς βασιλείας μου, καὶ οὐκ ἔξω΄ τῶν ὁρίων ταύτης καθ᾽ ἑτέραν νῆσον ἐπικτήσεταί τι τὸ σύνολον. καὶ αὐτὰ γὰρ ὅσα ἐν τῇ νήσῳ κῷ ὅθεν δήποτε αὐτῷ προσεκτήθησαν μέχρι τοῦ νῦν, τῷ δημοσίῳ ἀπεντεῦθεν προσαφορισθήσονται, καὶ ὡς μηδέποτε τῇ κατ᾿ αὐτὸν μονῇ προσαρμόσαντα λογισθήσονται, πάρεξ μέντοι τοῦ ὁλοκλήρου νησιδίου τῆς λειψὼ, καὶ τῶν ἐν τῇ νήσῳ λέρῳ δεσποζομένων παρ᾿ αὐτοῦ μέχρι τοῦ νῦν· τῶν γὰρ τοιούτων δεσπόσει κατὰ τὴν τῆς προγεγονυίας παρὰ τῆς βασιλείας μου ἐπὶ τούτοις χρυσοβούλλου γραφῆς περίληψίν τε καὶ δύναμιν, καὶ καθὼς ἄχρι τῆς δεῦρο δεσπόζων τούτων ἐτύγχανε· ἕτερον δὲ τι κατ᾿ οὐδένα τρόπον ἐν οἱᾳδήτινι νήσῳ οὐδαμῶς ἐπικτήσεται. αὐτῶν δὲ τούτων μόνων καὶ τῆς ὅλης νήσου πάτμου ὅ τε ἱερὸς οὗτος ἀνὴρ καὶ οἱ ὑπ᾽ αὐτὸν σύμπαντες δεσπόσουσι μοναχοὶ, οἵ τε νῦν ὄντες καὶ οἱ μετὰ ταῦτα ἐσόμενοι, ἔτι δὲ καὶ ἡ ἐν τῇ νήσῳ πάτμῳ ὡς εἴρηται ἀνεγερθησομένη μονὴ ἔσται κυριαρχοῦσα τούτων ἀπαρασπάστως τε καὶ ἀνυπεξαιρέτως, ὡς πάσης σεκρετικῆς εὑρεσιλογίας, μᾶλλον δὲ γλωσσαλγίας, ὑπερτεροῦσα, καὶ ἀδιάσειστον- καὶ ἀπερίτρεπτον τὴν ἐπ᾿ αὐτοῖς δεσποτείαν ἔχειν ὀφείλουσα εἰς αἰῶνα τὸν ἅπαντα· ἥτις καὶ αὐτοδέσποτος καὶ αὐτεξούσιος μετὰ τῆς ὅλης νήσου διαμενεῖ ἐς ἀεὶ, καθ᾽ ἑαυτὴν ἀγομένη καὶ διευθυνομένη κατὰ τὸ μέλλον ἐπὶ ταύτῃ γενέσθαι τυπικὸν καὶ τὴν διάταξιν παρὰ τοῦ δηλωθέντος εὐλαβοῦς μοναχοῦ χριστοδούλου καὶ κτήτορος, καὶ οὔτε αὕτη, οὔτε τὰ ὑπ᾽ αὐτὴν, ὡς ἄνωθεν εἴρηται, οὔτε ἡ νῆσος αὐτὴ ὑπὸ βασιλικά ἢ μητροπολιτικὰ ἢ ἐπισκοπικὰ ἢ ἐκκλησιαστικὰ ἢ ὑπό τινα ὅλως ἰδιωτικὰ ὑπαχθήσεται πρόσωπα· οὔτε μὴν ἐξόριστός τις πεμφθήσεται πώποτε ἐν αὐτοῖς, ἀλλ᾽ ἐλευθεριάσουσι καθαρῶς ἄχρὶς αἰῶνος παντὸς, καὶ πλουτήσουσι διὰ τῆσδε τῆς εὐσεβοῦς χρυσοβούλλου γραφῆς τὸ αὐτοδέσποτόν τε καὶ ἐλεύθερον.· ἐξκουσευθήσεται μέντοι ἥ τε ῥηθεῖσα ἅπασα νῆσος, καὶ αὐτὴ ἡ μονὴ μετὰ τῶν ὑπ᾽ αὐτὴν πάντων, πρὸς δὲ καὶ τὸ διαληφθὲν νησίδιον μετὰ τῶν ἐν αὐτῷ πάντων, ἀπό τε μιτάτων ἀρχόντων ταγματικῶν καὶ θεματικῶν, ὁωμαϊκῶν τε παρα-. γ ταγῶν καὶ ἐθνικῶν· ἔτι τεῥώσων, βαράννων, κουλπίννων, ἰγγλίνων, φράγγων, νεμίτζων, βουλγάρων, σαρακηνῶν, ἀλανῶν, ἀβασγῶν, ἀθανάτων καὶ λοιπῶν ἁπάντων ῥωμαίων τε καὶ ἐθνικῶν· ἀντιμιτάτων· φραγγιτάτων· ἀπομιτάτων· ἀπλήστων ἢ μεσαπλήστων κριτῶν, στρατηγῶν, ἀπαιτητῶν· καὶ τῶν ὑπὲρ τῶν ἀπλήστων χορείας χρειῶν· ἐπιθέσεων μονοπροσώπων· δόσεως κανισκίων ἢ ἀντικανισκίων· σιταρκήσεως κάστρων· ἀγορᾶς μουλαρίων, μεσομουλαρίων, βορδωνίων, μεσοβορδωνίων, ἵππων, παρίππων, κηλωνίων, ὀνοκηλωνίων, ὀνοθηλείων, φορβάδων, βοῶν ἐργατικῶν καὶ ἀγελαίων, χοίρων, προβάτων, αἰγῶν, ἀγελάδων, βουβάλων, λαγωῶν, ἐλάφων, κυνῶν λαγωνικῶν ἢ ποιμενικῶν καὶ λοιπῶν τετραπόδων ζώων, χηνῶν, νηττῶν, περδίκων, ταώνων, γεράνων, κύκνων, φασιανῶν, ὀρνίθων ἀγρίων ἢ χειροήθων, περιστερῶν καὶ λοιπῶν πτηνῶν, καὶ τῶν ἐξ αὐτῶν πάντων ὠῶν· παροχῆς γεννήματος ἐξ ἀγορασίας γεγενημένης· ἐνοχῆς ἀνωτέρων ἢ ἑτέρων πρακτόρων καὶ ἀρχόντων οἰκοδομῶν· προσόδων ἀερίων, καπνίων, ἀερικοπράτων, κομοδρόμων· συνωνῆς καστροκτισίας, ὁδοστρῶν, γεφυρῶν, παροικιατῶν, ἐννόμων, φραγγομιτῶν, φραγγετῶν· σιδήρου δόσεως ἢ καρφοπετάλου καὶ μαζίου· ἐκβολῆς χρειῶν τῶν χορηγουμένων δικασταῖς ἢ πράκτορσιν ἢ ἑτέροις ἄρχουσι, δουξὶ, καπετάνοις, στρατηγοῖς, ἀπαιτηταῖς καὶ λοιποῖς πρέ σβευσιν ἐθνῶν διερχομένοις, ἢ καὶ στρατιᾷ τινι· δόσεως προσκυνητῶν· ἐκβολῆς χορτασμάτων· διατροφῆς προελευσιμαίων, βεστιαριτών, μανδατώρων τοῦ δρόμου πρέσβεις ἀγόντων ἢ ἐξορίστους ἢ κατά τινα ἄλλην χρείαν διερχομένων, βασιλικῶν ἀνθρώπων ἐπί τινα ἀποστελλομένων δουλείαν τοῦ δημοσίου· ἐκδανεισμοῦ γεννήματος οἴνου, κρεῶν, τυροῦ καὶ ἑτέρων πανποίων εἰδῶν· ἐξοπλίσεως πλωΐμων, τοξοτῶν, ἱπποτοξοτῶν, ματζουκάτων, κουνταράτων καὶ ἑτέρων στρατιωτῶν· ἐξωνήσεως ζευγαρίων, σίτου, κριθῶν, βρώμου, ὀσπρίων παντοίων, ἐλαίου, κέγχρου, λιναρίου καὶ τοῦ τούτου σπέρματος, καννάβεως καὶ τῶν ἄλλων σπερμάτων· κηρίου ἢ μέλιτος παροχῆς· κοπῆς καὶ καταβιβάσεως οἱασδήποτε ξυλῆς, ἢ μετακομιδῆς ἑτέρου εἴδους· ἀγρῶν, ζερμώνων πολεμικῶν, χαρβῶν καὶ λοικτίσεως πῶν ἄλλων· πρίσεως σανίδων· φοσσάτου διατροφῆς καὶ ἀπλήστων ἐπὶ πόλεμον ἀπιόντος ἢ ὑποστρέφοντος· καθίσματος· καὶ ὑποδοχῆς τῶν ἐν ὑπεροχῇ ἀρχόντων, δομεστίκων τῶν σχο λῶν, δουκῶν, καπετάνων, στρατιωτῶν, κριτῶν καὶ τῶν ἀντι προσωπούντων αὐτοῖς ἐποπτῶν, στρατευτῶν, ὀρθωτῶν, ἀνα γραφέων, ἐξισωτῶν, δικαιοφρόνων, συνόδων, τοπο τηρητῶν, ταξιάρχων, τουρμάρχων, μεράρχων, χαρτουλάρχων τοῦ δρόμου καὶ τῶν θεμάτων, κομήτων δομεστίκων... τῶν θεμάτων, δρουγγαροκομήτων καὶ παραφυλάκων καὶ παντὸς ἑτέρου δουλείαν τοῦ δημοσίου μεταχειριζομένου· καὶ λοιπῆς ἁπάσης ἐπηρείας τε καὶ κακώσεως, νῦν δὲ οὔσης καὶ ἐς ὕστερον ἐπινοηθησομένης, καθὼς ἂν ὁ καιρὸς καὶ τὰ πράγματα ἐπιζητοῖεν γίνεσθαι. Διὸ παρεγγυώμεθα καὶ πάντας ἐξασφαλιζόμεθα ἀπό τε τῶν κατὰ καιροὺς σεκρεταρίων γενικῶν καὶ στρατιωτικῶν λογοθέτων τῶν ἐπὶ τῆς ἡμετέρας σακέλης καὶ τοῦ βεστιαρίου, οἰκονόμου τῶν εὐαγῶν οἴκων, τῶν ἐπὶ τῶν οἰκειακῶν καὶ τῶν ἐφόρων τῶν βασιλικῶν, κουρατόρων ἰδικῶν, γηροτρόφων, ὀρφανοτρόφων, τῶν ἐπὶ κουρατόρων τοῦ οἴκου, τῶν ἐλευτοῦ θείου ταμείου ἡμῶν, θέρων καὶ τῶν οἰκιστικῶν, καὶ τῶν ὑπ᾿ αὐτοὺς λογαρια... στῶν, χαρτουλάρων, βασιλικῶν νοτάρων καὶ νοτάρων, τοῦ μηδένα τῶν ἁπάντων ἐν οἱῳδήποτε χρόνῳ καθ ' οἱονδήτινα τρόπον ἐπ᾿ ἀδείας ἔχειν ἀθετεῖν μερικῶς ἢ καθ ' ὁλόκληρον τὸν παρόντα χρυσόβουλλον λόγον τῆς βασιλείας μου, γεγενημένον κατὰ τὸν ἀπρίλιον μῆνα τῆς ἑνδεκάτης ἰνδικτιῶνος ἐν ἔτει τῷ σφις, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. ᾿Αλέξιος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ κομνηνός.