JGR III 4.31Imp. Alexii Comneni de sponsalium dissolutione. (Α. 1092.)
Ὑπόμνησις τοῦ κουροπαλάτου καὶ μεγάλου δρουγγαρίου τῆς βίγλης ἰωάννου τοῦ θρακησίου, μετὰ τὴν περὶ μνηστείας νεαρὰν γενομένη πρὸς τὸν αὐτὸν βασιλέα κύριον ἀλέξιον περί τινος ἀμφιβολίας ἐπὶ ταύτῃ ἀναφυείσης.
Abrir no leitor do IusCommune →0
pr.Δέσποτά μου ἅγιε, προσώπων τινῶν μνηστείας γάμων ἐπὶ παισὶν ἰδίοις συστησαμένων, εἶτα ἀπαρεσθέντων πρὸς τὰ συναλλάγματα καὶ πειρωμένων λύσαι τὰ τῆς μνηστείας συμβόλαια, δεηθέντων τε τῆς ἁγίας βασιλείας σου καὶ τῷ δικαστηρίῳ τοῦ ἱπποδρόμους παραπεμφθέντων, καὶ ἐπειγομένων τὰ ἐγκείμενα τοῖς τῶν μνηστειῶν συμβολαίοις πρόστιμα δοῦναι καὶ διαῤῥῆξαι τὰς μνηστείας· τῶν δὲ ἀπεναντίας μαχομένων ἄλυτα ταῦτα δεῖν εἶναι καὶ μὴ ὡς τὸ πρότερον προστίμου δά σει διαῤῥήγνυσθαι, καὶ τὸ νεαρὸν θέσπισμα τῆς βασιλείας σου προβαλλομένων εἰς βοήθειαν τὸ περὶ μνηστείας πρό τινός καὶροῦ ἐκφωνηθὲν, ὅπερ ἀπὸ τῶν παλαιῶν νόμων ἀποστὰν δέδωκε τὴν μνηστείαν μὴ ἄλλως τελεῖσθαι, εἰ μὴ ὁ ἄῤῥην τὸν τεσσαρεσκαιδέκατον χρόνον τῆς ἡλικίας ὑπερβῇ, τὸν δωδέκατον δὲ ἡ θήλεια, τῆς εἰωθυίας εὐχῆς ἐπὶ τῇ μνηστείᾳ τότε ἐπιτελεῖσθαι ὀφειλούσης μετὰ καὶ τῶν ἄλλων συνήθων παρατηρήσεων (φαμὲν δὴ τοῦ ἀῤῥαβῶνος καὶ τοῦ φιλήματος), ὡς που καὶ τῷ ἀοιδίμῳ βασιλεῖ κυρίῳ λέοντι τῷ φιλοσόφῳ νενομοθέτηται, καὶ μετὰ βραχὺ διάλειμμα χρόνου ἢ καὶ ἱκανὸν ἴσως, καθὼς ἂν δόξῃ τοῖς συναλλάττουσι, προβαίνειν τὸν γάμον καὶ μὴ κατὰ τὴν αὐτὴν συμπίπτειν ἡμέραν τε καὶ ὥραν· διεσχίσθη τὸ δικαστήριον εἰς διαφόρους γνώμας. τοῖς μὲν γὰρ δοκεῖ δέον εἶναι τὰ πρόστιμα δίδοσθαι καὶ λύεσθαι τὰς μνηστείας, προβαλλομένοις ὡς εἰ τοῦτο μὴ προβαίνει, τι ἂν διοίσει γάμος μνηστείας, εἴπερ καὶ τὸ τοῦ γάμου πρεσβεῖον ἔχει καὶ ἡ μνηστεία; καὶ μᾶλλον, ὅτι καὶ ὁ ἀῤῥαβὼν φύσιν ἔχει τοιαύτην (ὡς ὁ νόμος φησὶν), ἵνα εἰ μὲν ὁ δεδωκὼς μὴ πληροῖ τὰ συνδόξαντα, ἐκπίπτῃ τῶν δε δομένων, εἰ δὲ ὁ λαβὼν, ἀντιστρέφῃ ταῦτα εἰς τὸ διπλοῦν. τοῖς δὲ ἐξ ἐναντίας ἀλύτους μένειν τὰς μνηστείας νομίζεται, φάσκουσι μὴ προσήκειν τὰ μετὰ τὸν ἐντελῆ χρόνον τῶν νέων συνδόξαντα τοῖς γονεῦσι, συναινέσει καὶ αὐτῶν καὶ ἱεραῖς εὐχαῖς ἐπισφραγισθέντα, δόσει προστίμου διαλύεσθαι· τοῦτο γὰρ πρέπον εἶναι τελεῖσθαι, ὁπηνίκα δεσμὸς προβῇ μόνος ἢ καὶ μνηστεία μετὰ τὸν ἑπταετῆ χρόνον ἀποτελεσθῇ κατὰ τὸν παλαιὸν τύπον, ἣν οὐδὲ μνηστείαν εἶναι ὁ τῆς βασιλείας σου νόμος ἀποφαίνεται. οὕτω δὴ καὶ τοῦ δικαστηρίου σχισθέντος, ἀναφέρω τῇ ἁγίᾳ βασιλείᾳ σου ὁ ἀνάξιος δοῦλος αὐτῆς, ἐρωτῶν ὁποτέρᾳ δεῖ τῶν γνωμῶν προστεθῆναι· φαίνεται γὰρ ἑκάτερον μέρος εὐλογοφανῆ προτεινόμενον. καὶ ἑρμηνείαν λαβεῖν ἐξαιτα διὰ προσκυνητῆς ἀντιγραφῆς σαφῶς καὶ καθαρῶς λυούσης τὸ ἀμφισβήτημα· νόμου γὰρ τάξιν ἐπέχειν μέλλει εἰς τὸ μετέπειτα. καὶ δεῖ πάντως εὐκρινεστάτην εἶναι καὶ καθαρὰν τὴν ἀπόφασιν, ἵνα μὴ καὶ αὖθις ἐς ὕστερον ζυγομαχῆται. καὶ περὶ μὲν τῆς πεύσεως τῇ ἁγίᾳ βασιλείᾳ σου δόξει πάντως φιλανθρωπότερον. ἐγὼ δὲ τολμηρῶς ἀναφέρω καὶ περὶ τοῦ χρόνου.· ὑπολαμβάνω γὰρ ὁ ἀνάξιος δοῦλός σου, ὡς οὐκ ἐστὶ δίκαιον τῷ αὐτῷ χρόνῳ τὴν μνηστείαν καὶ τὸν γάμον μετρεῖσθαι, ἀλλὰ μικρόν τι γέρας κὰν τῷ χρόνῳ τὸν γάμον ἀποφέρεσθαι καὶ διαφέρειν μνηστείας, τὴν δὲ μνηστείαν ὑπόβασιν ἔχειν ἐν τούτῳ· καὶ γὰρ δὴ καὶ μάλα λυσιτελήσειν οἶμαι τοῦτο τῷ πολιτεύματι. οἱ γὰρ γονεῖς τῇ πρὸς τὰ ἑαυτῶν τέκνα φιλοστοργίᾳ κρατούμενοι, καὶ σπεύ δοντες ὡς τάχιστα τὴν τούτων ποιῆσαι πρόνοιαν καὶ ἀμεριμνῆ σαι, ὑπὸ τοῦ χρόνου δὲ κωλυόμενοι δυσφόρως καὶ βαρέως φέ ρουσιν· εἰσὶ δὲ οἱ καὶ ἐξ ὀλιγωρίας καὶ χρόνων καταψεύδονται, εἰς ἐπιορκίας διὰ φιλοτεκνίαν συνελαυνόμενοι. ὅπερ εἰ περιαιρεθῇ, καὶ ἐλάττωσιν ὁ τῆς μνηστείας δέξηται χρόνος, ἥ τε ἐξ ὀλιγωρίας ἀθυμία τῶν γονέων ἐξιαθήσεται καὶ τὰ ἐκ ταύτης ἐπισυμβαίνειν ὑποπτευόμενα κακὰ, ψεῦδος καὶ ἐπιορκία, ἀναστολὴν τὴν προσήκουσαν δέξονται, καὶ ἡ ἁγία βασιλεία σου δόξαν καὶ μεγαλοπρέπειαν καὶ κλέος καρπώσεται ἄῤῥητον, καὶ εὐχὰς ἀδιαλείπτους καὶ ἐκτενεῖς, τὰ λυσιτελῆ τοῖς ὑπηκόοις ἀεὶ πραγματευομένη καὶ ἐπωφελῆ καὶ σωτήρια. ὡς δοῦλος ἀνάξιος τολμήσας ἀνήνεγκα. Λύσις τοῦ βασιλέως κυρίου ἀλεξίου, ἐπικυροῦσα τὴν προγεγονυῖαν παρ᾽ αὐτοῦ νεαρὰν περὶ τοῦ γάμου, καὶ ἄλυτον μένειν ἐπιτάττουσα τὴν μεθ᾽ ἱερολογίας προβαίνουσαν μνηστείαν. Εἰ μηδὲν ἄλλο ἡ βασιλεία ἢ ἔννομος ἐπιστασία ἐστὶ, νόμοι δὲ, οἱ τὴν πολιτείαν τηροῦντες ἀδιαλώβητον, πόῤῥω που ἀπω θοῦντες καὶ ἐκδιώκοντες τὰ τὸ πολίτευμα καταβλάπτοντα, ἀνεῖται δὲ καὶ τὸ νομοθετεῖν βασιλεῦσιν· ἔργον ἄρα βασιλικὸν, πρὸς τὸ κοινῆ τῇ πολιτείᾳ συμφέρον τήν τε τῶν νόμων ἔκθεσιν παρὰ τῶν κρατούντων ἀποτελεῖσθαι, καὶ τὴν τῶν λειπόντων πρὸς ὁλοκληρίας ἐκπλήρωσιν καὶ διευκρίνησιν τῶν ἀσαφῶς ἐγκειμένων, οἷς τε αὐτοὶ νενομοθετήκασι καὶ οἷς προτεθεσπι σμένοις ἐνέτυχον, παρὰ τούτων ἐκτίθεσθαι. α. Κατὰ ταῦτα καὶ ἡ βασιλεία ἡμῶν κατὰ τὸν ἰούνιον μῆνα τῆς παρελθούσης ζ΄ ἐπινεμήσεως τοῦ ςφςβ΄ ἔτους νομοθεσίαν διανομοθετήσασα, καὶ τῷ νεαρῷ θεσπίσματι τοῦ φιλοσοφωτάτου κυρίου λέοντος καὶ βασιλέως ἐπιστηριζομένη, διοριζομένῳ ἱερὰν εὐλογίαν ἐπιτελουμένην ἔχειν παρ᾿ ἑαυτῇ τὴν πρώτην τῶν συμβαλλόντων συναρμογὴν ἤγουν αὐτὴν τὴν μνηστείαν, καὶ καιρὸν ὡρισμένον, ὃν δήπου καὶ πρὸς γαμικὴν συ ζυγίαν ἀρκούντως ἔχειν ὁ παλαιὸς νόμος διατεθεσμοθέτηκε· διετυπώσατο, ἐκείνας εἶναι κυρίως μνηστείας καὶ ἀτεχνῶς ἰσοδυναμούσας γάμῳ, ὅσαι καὶ τὸν χρόνον, ὃν ἡ τοῦ βασιλέως κυρίου λέοντος θεσμοθεσία ὡρίσατο, ἀκέραιον ἔσχον παρ ἑαυταῖς, καὶ τὴν ἱερὰν εὐλογίαν ἐπακολουθοῦσαν ἐγνώρισαν, καὶ ἐπὶ τούτων τῶν μνηστειῶν τὴν ἐπὶ τῶν γάμων τοῦ συνοδικοῦ τόμου κρατεῖν παρατήρησιν· καθὰ καὶ ἡ ἐπὶ τοῦ μακαρίτου πατριάρχου κυρίου ἰωάννου τοῦ ξιφιλίνου ἐκ συνοδικῆς διασκέψεως ἐκτεθεῖσα σημείωσις ἀπεφήνατο, ᾗ καὶ ὁ ἐν βασιλεῦσιν ἀοίδιμος κύριος νικηφόρος ὁ βοτανειάτης τὸ κῦρος εὑρίσκεται χαρισάμενος. διαῤῥήδην γὰρ αὕτη καὶ ἐπὶ τῆς μνηστείας ἀποφαίνεται, δύο ἀδελφοὺς ἐξαδέλφας δύο πρώτας μὴ κατὰ συναρμογὴν μνηστείας ἐπάγεσθαι, μήτε μὴν τὰ ἐν τῷ συνοδικῷ τόμῳ ἐπὶ τῶν γάμων κεκωλυμένα πρόσωπα ἐπὶ ταῖς τοιαύταις μνηστείαις πρὸς ἄλληλα συναλλάττειν συγκεχωρῆσθαι. μᾶλλον μὲν οὖν καὶ τῶν τοιουτοτρόπως συστησαμένων τὴν μνηστείαν προσώπων, θανάτῳ τυχὸν ἑνὸς τῶν μερῶν τῆς μνηστείας διαλυθείσης, τὸ περιλιμπανόμενον πρόσωπον μνηστείαν ἄλλην κωλυθήσεται συστῆσαι πρὸς ἐκεῖνο τὸ πρόσωπον, πρὸς ὃ, εἰ καὶ κοινωνία γάμου προεβεβήκει αὐτῷ ἐπὶ τῷ τετελευτηκότι προσώπῳ, συμβαλεῖν οὐκ ἠδύνατο. καὶ κατὰ τὰ ἐν ταύτῃ παρὰ τῆς βασιλείας μου περὶ τούτων διατυπωθέντα πολιτεύεσθαι τοὺς ὑπὸ τὴν ἡμετέραν ὀρθόδοξον καὶ χριστιανικὴν πολιτείαν διετυπώσατο, μηδ᾽ ὅλως τε μνηστείαν ἀποτελεῖσθαί ποτε, ἢ τὸ τῆς μνηστείας ὄνομα κυρίως ἀποκεκληρῶσθαι τῷ πραττομένῳ, εἰ μὴ καὶ τὴν ἱερὰν εὐλογίαν ἐπιτελουμένην ἔχει παρ ' ἑαυτῇ καὶ τὸν ὡρισμένον τῇ γαμικῇ συζυγίᾳ καιρόν· τὰς γὰρ ἄλλως γινομένας οὐ μνηστείας κυρίως, ἀλλά γε ἀρεσκείας ἀνθρώπων δι᾽ ἐπερωτήσεως κατησφαλισμένας λογίζεσθαι τὸ ὑπήκοον, καὶ ὡς τοιαῦτα τὸ ἐνεργὸν ἀποφέρεσθαι καὶ τὴν παλαιὰν νομοθεσίαν ἔχειν ἐπὶ τούτοις τὸ πάγιον. καὶ ταῦτα μὲν τῇ βασιλείᾳ μου πεφροντισμένως τῷ τότε διαθεσμοθετηθέντα.
2
pr.Ἐπεὶ δὲ μή τι περὶ τῆς τοιαύτης μνηστείας, εἴτε προστίμων ἔσται δόσεσιν ἀναλυομένη εἴτε καὶ εἰς τὸ ἀναλλοίωτόν τε καὶ ἀμετάτρεπτον (ἅτε θεοῦ κρατύνοντος) περιΐσταται, διωρίσατό τε καὶ διετύπωσε· νῦν εὐλόγου τῆς σῆς ὑπομνήσεως ἀναφανείσης αὐτῇ, τὰ ἐνδέοντα τῇ δηλωθείσῃ νεαρᾷ νομοθεσίᾳ τὸ ἡμέτερον κράτος προστίθησι, καὶ διορίζεται τὰς τοιαύτας μνηστείας, αἳ κυρίως μνηστεῖαι τυγχάνουσιν, ἀμετακινήτους τε διαμένειν καὶ ἀδιαπτώτους καὶ τὸ ὅλον ἀλύτους, ἅτε θεοῦ μέσον τῶν συναπτομένων εἰσαγομένου καὶ τὴν πρώτην προσεμπεδοῦντός τε καὶ κρατύνοντος τοῦ βίου συναρμογὴν διὰ τῶν ἱεροτελουμένων εὐχῶν. καὶ οὐδέποτε αὗται ταῖς τῶν προστίμων ἀναλυθήσονται δόσεσιν· οὐδὲ γὰρ οὐδὲ ταῦτα ἀπό γε τοῦ νῦν ἐν τοῖς μέσον τῶν συναλλαττόντων γινομένοις συμβολαίοις ἐγγραφήσονται. ὅτε μὲν γὰρ προστίμοις μόνοις ἐνεκρατύνοντο, ταῦτά τε΄ ἐνεγράφοντο καὶ τῇ δόσει τούτων ἐξησθένουν καὶ διελύοντο· νῦν δὲ, ὁπότε καὶ θεὸς ὁ συνάπτων τὰ διεστῶτα ταύτας κρατύνει καὶ ἐμπεδοῖ, ἄλυτοι πάντως διαμενοῦσιν, εἰ μήγε τελείου γάμου δοίημεν τὴν αὐτῶν λύσιν τελουμένην λογίζεσθαι· ὡς τελείου γὰρ γάμου λύσιν διαπραττόμενοι οἱ τοιαύτην λύσαι μνηστείαν ἐπιχειρήσαντες δόξουσιν. οὕτως οὖν εὐλόγως καὶ τὰ κεκωλυμένα συγγενικὰ πρόσωπα πρὸς τὴν μνηστὴν ἢ καὶ τὰς τῆς μνηστῆς ἀδελφὰς γαμικὴν ἀποτελεῖν συζυγίαν, ἢ καὶ μνηστείας, τὰς πρώτας τῶν συμβαλλόντων συναρμογὰς, πρὸς τὰ τοιαῦτα ἀναχαιτισθήσονται συναλλάγματα. ὁ μέντοι γάμος κατὰ τὸν νενομισμένον καιρὸν τοῖς τε παλαιοῖς καὶ νεαρωτέροις νόμοις καὶ τῇ παρ᾽ ἡμῶν ἐκτεθείσῃ νεαρᾷ νομοθεσίᾳ συντηρηθήσεται μετὰ τῶν συνήθων τούτῳ παρατηρήσεων, καὶ οὐκ ἐξέσται τινὶ τῶν ὑπὸ τὴν πολιτείαν ἁπάντων παρὰ τὰ διηγορευμένα τῇ παρούσῃ τοῦ κράτους ἡμῶν διατάξει τὶ διαπράττεσθαι· εἰ μή γε βασιλεὺς (οἷα πολλὰ πολλάκις συμβαίνει) κατ ' οἰκονομίαν τινὰ τὴν τε μνηστείαν καὶ τὴν ἐξ ἱερολογίας συνάρμοσιν τοῖς μνηστευομένοις ἔνδον τῶν διορισθέντων ἐπιψήφιεῖται ἐτῶν· ἔξεστι γὰρ τοῖς ἐκ θεοῦ τὴν οἰκονομίαν τῶν κοσμικῶν ἐγκεχειρισμένοις πραγμάτων ὑπερτέρως ἢ κατὰ νόμους οἰκονομεῖν, κατ᾿ αὐτὸν φᾶναι τὸν φιλοσοφώτατον βασιλέα καὶ τὰς παλαιοτέρας νομοθεσίας. ἐξέσται τοίνυν τοῦτο τοῖς βασιλεῦσι πρὸς τὸ ἔλαττον συνάγειν καὶ συστέλλειν κατ᾿ οἰκονομίαν, ὅτε καὶ βούλοιντο, καὶ τὴν τε μνηστείαν ἑκατέραν (ἤγουν τὴν τε κατὰ τὸν παλαιὸν νόμον μὴ ἐλάττονα τῶν ἑπτὰ ἐτῶν ἐκτελεῖσθαι τετυπωμένην, ἥτις καὶ ἀτελὴς μνηστεία λέγεται καὶ λελόγισται, τήν τε μετὰ ἱεροτελεστίας κατὰ τὴν τοῦ φιλοσοφωτάτου βασιλέως κυρίου λέοντος νομοθεσίαν συνισταμένην καὶ ἐντελῆ μνηστείαν τυγχάνουσαν, ἅτε καὶ τὸν χρόνον σύνδρομον ἔχουσαν) καὶ τὴν ἐξ ἱερολογίας συνάρμοσιν τοῖς μνηστευσαμένοις ἤγουν τὸν τέλειον γάμον ἔνδον τῶν νενομι σμένων αὐτοῖς καιρῶν περιγράφειν προτεθεσπισμένῃ καὶ ταύτῃ τῇ νομοθεσίᾳ παρὰ τοῦ φιλοσοφωτάτου βασιλέως προτυγχανούσῃ· τὸ γὰρ τήν τε μνηστείαν καὶ τὴν ἐξ ἱερολογίας συνάρμοσιν τοῖς μνηστευομένοις ἔνδον τῶν διορισθέντων ἐτῶν παρὰ τοῦ βασιλέως ἐπιψηφίζεσθαι ἐκείνῳ νενομοθέτηται. εἰ δ᾽ οὐκ ἐστὶ μνηστεία τελεία, ἥτις μὴ ταῖς ἐπὶ τοῖς μνήστροις εὐχαῖς τὴν βεβαίωσιν ἀπενέγκοιτο μηδὲ τὸν νενομισμένον τοῖς γάμοις καιρὸν συνεπόμενον κέκτηται, ὁ τοῖς μνηστευομένοις τὴν ἐξ ἱερολογίας τῆς ἐπὶ τῷ γάμῳ τελουμένης συνάρμοσιν ἐπιψηφιζόμενος, τοῖς τελείοις ταύτην καὶ μὴ τελείοις ἐπιψηφίζεται πάντως μνήστορσι. καὶ ταῦτα μὲν τοῖς βασιλεῦσι και οἰκονομίαν ἐκτελεσθήσεταί τινα· οὐ μέντοι γε καὶ τὴν φυσικὴν τούτοις συνέλευσιν ἐπαφήσουσιν, ἀλλά γε ταύτης ἐξωθήσονται τοὺς τε διὰ τῆς μνηστείας ἱεροτελεσθησομένους καὶ τοὺς τὴν διὰ τῆς θείας ἐπῳδῆς τῶν ἐπὶ τῷ γάμῳ τελουμένων εὐχῶν συνάρμοσιν δεχομένους, ἐντὸς τῶν τῇ δηλωθείσῃ μνηστείᾳ καὶ τῷ γάμῳ ἀπονενεμημένων καιρῶν κατά τε τοὺς παλαιοὺς νόμους, κατά τε τὰς νεαρὰς τοῦ φιλοσοφωτάτου βασιλέως νομοθεσίας. τότε γὰρ ἡ φυσικὴ τούτοις ἄνετος συνέλευσις ἐαθήσεται, ὁπότε καὶ ἀρχῆθεν νενόμισται, ἤγουν τοῦ μὲν ἄῤῥενος ὑπὲρ τοὺς δεκατέσσαρας διατρέχοντος χρόνους, τῆς δὲ θηλείας τὸν δωδέκατον ὑπερβάσης ἐνιαυτόν. ἕως δ᾽ ἂν ἢ ἀμφότεροι ἢ θάτερος τῆς νενομισμένης τῶν χρόνων κατόπιν τρέχῃ ποσότητος, οὐκ ἐνδοθήσεται τούτοις τὸ περὶ τὴν φυσικὴν συνέλευσιν ἄνετον, τῶν γονέων ἀπαιτουμένων περὶ τὴν τούτων φυλακὴν μὴ ἀμελῶς καὶ ῥᾳθύμως διακεῖσθαι, ὡς ἂν μὴ παρὰ τὸν καθήκοντα καὶ ἀρχῆθεν ἀφορισθέντα τῇ φυσικῇ συνελεύσει καιρὸν οὗτοι πρὸς ἀλλήλους συνέλθοιεν. εἰ γὰρ παρὰ τὴν τούτων ῥαθυμίαν τοῦτο διαπραχθήσεται, ὅ τε διαπραξάμενος καὶ οἱ τούτου γονεῖς ὑποπεσοῦνται τοῖς ἐκ νόμων ἐπικειμένοις ἐπιτιμίοις τοῖς παρθένον ἐντὸς τῶν νενομισμένων καιρῶν τοῖς γάμοις διαφθείρουσιν. ἀλλὰ κἂν ὁ ποτε βασιλεὺς κατ᾿ οἰκονομίαν τινὰ τὸν τε τῶν μνηστειῶν, καὶ τῶν γάμων ὑποτέμῃ χρόνον, καὶ συμβῇ πρὸ τῆς εὐλογίας τῶν γάμων καὶ πρὸ τῶν στεφάνων μετὰ τὴν ἐξ ἱερῶν εὐχῶν τελεσθεῖσαν μνηστείαν θανάτῳ τοὺς μνηστευθέντας διατμηθῆναι, τὸ περιλιμπανόμενον πρόσωπον κωλυθήσεται συναλλάξαι γάμον πρὸς ἃ συναλλάττειν κεκώλυται παρὰ τῆς προῤῥηθείσης συνοδικῆς διασκέψεως. οὐκ ἔσται γὰρ τοῖς περιλιμπανομένοις ἐπ᾿ ἀδείας πρὸς τὰ τοιαῦτα εἰσέρχε σθαι πρόσωπα, ὅτι μὴ ὁ χρόνος τῆς τελείας μνηστείας εὑρί σκεται σύνδρομος. τὰ γὰρ κατ ' οἰκονομίαν ἐκτελεσθέντα βασιλικὴν αὐτὸ τοῦτο τὴν οἰκονομίαν ἀντὶ τοῦ χρόνου φέρουσιν ἐπαρήγουσαν. ἐκ γὰρ νόμων τοῖς βασιλεῦσιν, ὡς πολλάκις εἴρηται, τὸ νομοθετεῖν καὶ οἰκονομεῖν συγκεχώρηται. εἰ γὰρ καὶ ἐν ἀτελεῖ τῷ χρόνῳ ἡ τε μνηστεία καὶ ὁ γάμος γενήσονται, ἀλλά γε πρὸς τὰ τοιαῦτα συναλλάττειν κωλυθήσονται πρόσωπα, πρὸς ἃ συναλλάττειν τούτους καὶ ὁ τέλειος γάμος καὶ ἡ τελεία ἱεροτελουμένη μνηστεία οὐ συγχωρεῖ, καὶ ταῦτα κρατήσουσι καὶ ἐπὶ τούτοις ὡς τελείοις λογιζομένοις καὶ τελείοις γινομένοις, ἅπερ καὶ ἐπὶ τοῖς ἄνευ βασιλικῆς οἰκονομίας γινομένοις τελείοις γάμοις κρατεῖ. Τῆς γοῦν προεκφωνηθείσης κατὰ τὸν ἰούνιον μῆνα τῆς ζ ' ἐπινεμήσεως τοῦ ςφιβ ἔτους διατάξεως κατὰ πάντα τὰ ἐν αὐτῇ τυπωθέντα ἰσχυούσης ἀπαραθραύστως (οὐ γὰρ κατά τι παρὰ τῆς νῦν νομοθεσίας διαλελώβηται, ἀλλὰ μᾶλλον ἀναπληροῦται καὶ ἐπὶ τὴν ὁλοκληρίαν προσεπανάγεται), καὶ ἅπερ νῦν διὰ τῆς παρούσης καὶ εἰς τὸ διηνεκὲς ὀφειλούσης ἰσχύειν νομοθεσίας ἡ ἡμετέρα διετύπωσε γαληνότης, πᾶσι παντοίως κατάδηλα σπεῦσον γενέσθαι, μεγαλεπιφανέστατε Amp. Alexii Comneni. κουροπαλάτα καὶ μεγάλε δρουγγάριε τῆς βίγλης, ὥστε μηδένα ἀγνοεῖν τῶν ὑπὸ τὴν πολιτείαν τὴν ἡμετέραν τὰ ὑπὲρ λυσιτελείας αὐτῶν παρ᾽ ἡμῶν διαθεσμοθετηθέντα τε καὶ νομοθετηθέντα. ἅπαν γὰρ τὸ χριστιανικώτατον πλήρωμα τῆς παρούσης νομοθεσίας ἐπαπολαύειν βουλόμεθα, ὡς ἂν μὴ τις τῶν ἁπάντων ἄγνοιάν ποτε προβάληται τοῦ τοιούτου θεσμοθετήματος· διαβοηθῆναι ὀφείλοντος παρὰ σοῦ εἴς τε πάντα τὰ δικαστήρια καὶ εἰς πάσας τὰς ὑπὸ τὸ ἡμέτερον κράτος ἐπαρχίας καὶ τοὺς τῶν ἐν αὐταῖς ἁπασῶν ἐκκλησιῶν προεδρεύοντας, καὶ τηρου μένου παρὰ παντὸς τοῦ χριστιανικοῦ πολιτεύματος· γεγενημέ νου κατὰ τὸν μάρτιον μῆνα τῆς παρούσης ιε ἐπινεμήσεως τοῦ σχ΄ ἔτους. πλὴν εἰ καὶ ἄλυτοι πάντως αἱ μετὰ ἱεροτελεστίας τελούμεναι μνηστεῖαι διαμένειν ὀφείλουσιν, οὐ πάντως καὶ τῶν γάμων ἐπέκεινα ἄλυτοι διατηρηθήσονται· ἀλλ᾽ αἷς αἰτίαις οὗτοι τὴν διάλυσιν ἐπιδέχονται, ταῖς αὐταῖς καὶ αὗται διαλυθήσονται. τό· μηνὶ μαρτίῳ ἐπινεμήσεως ιέ, δ᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.