JGR III 4.29Imp. Alexii Comneni de episcopis in altiorem thronum promotis. (A. 1087.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ δὲ οἱ ἀρχιερεῖς καὶ αὖθις τὸν τῆς ἐν χαλκηδόνι συνόδου κανόνα φέροντες τοὺς ἐκ προσελεύσεως τοῦ ὑψηλοτέρου ἀξιουμένους θρόνου παρὰ κανόνας ἔλεγον τῆς τελεωτέρας τυγχάνειν τιμῆς, καὶ ἤθελον ταῖς ἀλογίστοις ὁρμαῖς ἐπιτεθῆναι κώλυμα, καὶ ἦσαν κανονικὴν προσφέροντες ἀξίωσιν· ἡ βασιλεία μου, τὸ παρὰ τῶν θείων κανόνων δεδομένον ταύτῃ προνόμιον παρορᾶσθαι μὴ θέλουσα, καὶ τὰς ἐπὶ προκλήσει τιμῆς προσελεύσεις τῶν ἀρχιερέων ὡς μὴ κανονικὰς μηδ᾽ ἐννόμους τὸ τῆς ἐφέσεως ἀποτέλεσμα μὴ λαμβάνειν ἐθέλουσα, εὐδοκεῖ μὴ ἄλλως ἐπισκοπὴν εἰς προβαθμιώτερον θρόνον ἀνάγεσθαι, ἀρχιεπισκοπῆς δηλονότι ἢ μητροπόλεως, εἰ μὴ ὁ κατὰ καιροὺς βασιλεὺς οἴκοθεν ὁρμηθεὶς, χάριτος ἀνθρωπίνης μὴ μεσολαβούσης οὐκ εὐπρεποῦς, βουληθείη ταύτῃ τὸ ἐπαναβεβηκὸς ἀξίωμα παρασχεῖν, ἢ τιμῇ τῆς πόλεως ἢ πίστει τῇ πρὸς τὴν εὐαγῆ ἐκκλησίαν ἢ τοῦ προεστῶτος αὐτῆς τὴν ἀρετὴν σεβασθεὶς, κἀντεῦθεν αὐθόρμητος γεγονὼς πρὸς τὸ χαρίσασθαι τὴν τιμήν. καὶ τῷ γε δ᾽ ἀνθρωπίνην προσπάθειαν καὶ τρόπον οὐκ ἐπαινούμενον τὸ ὑπερβεβηκὸς χαριζομένῳ τῆς τάξεως τὸ ἀπὸ τῶν θείων κανόνων δέος ἐπανατείνεται· οἷς ἵνα μὴ περιπέσοι πολλάκις ὁ βασιλεὺς, ἐφίησι καὶ τοῦτο τῷ κατὰ καιροὺς ἁγιωτάτῳ πατριάρχη, μὴ ἄλλως καταστρωννύειν τὸ παρ ' οἱουδήτινος προκομιζόμενον πιττάκιον χάριν προεδρίας τῆς οἱασοῦν ἐκκλησίας, μηδὲ τὸν προεστῶτα αὐτῆς τοῖς ἀρχιεπισκόποις ἢ τοῖς μητροπολίταις συγκαταλέγεσθαι, εἰ μὴ ὁ πατριάρχης περὶ τούτου ἀνενεγκὼν τῇ βασιλικῇ ἐξουσίᾳ καὶ τὰ περὶ τῶν θείων κανόνων ἀναδιδάξας μάθῃ, ὡς κατὰ τὸ ἐφειμένον οἴκοθεν ὁ βασιλεὺς ἐξ εὐλόγου προφάσεως τῇ ἐκκλησίᾳ τὴν τιμὴν ἐχαρίσατο. τότε γὰρ καὶ προςδέξεται τοῦτο, καὶ τῇ τῶν ὑπ᾿ αὐτὸν ἀρχιερέων ὁμηγύρει συγκαταλέξει τὸν εἰληχότα ἐκ βασιλέως τὴν κρείττω τιμήν.