JGR III 4.28Imp. Alexii Comneni aurea bulla magnae ecclesiae concessa de variis capitibus et ut episcopatus, qui archiepiscopatus vel metropoleos dignitate condecorati sint, intacti maneant. (Inter 1081-1087.)
Abrir no leitor do IusCommune →0
pr.Ὅσαι δὲ ἀρχῆθεν ἐπισκοπαὶ εἰς ὕψος ἀνήχθησαν ἤδη μητροπόλεων ἢ καὶ ἐπισκοπαὶ εἰς ἀρχιεπισκοπῶν ἢ μητροπόλεων ἀξίωμα ἀνεβιβάσθησαν, ἔσονται καὶ αὗται ἐπὶ τῆς αὐτῆς ἀξίας ἑστῶσαι καὶ βάσεως, καὶ οὐδεὶς ταύτας ὑποβιβάσει, τὸ ἀμετακίνητον καὶ πάλιν ὀφειλούσας κεκτῆσθαι ὥσπερ δὴ καὶ τετύπωται καὶ γεγόνασιν· εἰ μήπου χρονικὸν ἴσως καὶ προσώποις περίγραπτον τὸ τοιοῦτον δεδώρηται φιλοτίμημα παρά τινος βασιλέως.