JGR III 4.27Imp. Alexii Comneni de canonico et de consuetudinibus pro ordinatione et benedictione matrimonii praestandis et de aërico et spiritualibus omnibus '. (Α. 1086.)
᾿Αλεξίου τοῦ κομνηνοῦ περὶ τοῦ κανονικοῦ καὶ τῶν διδομένων συνηθειῶν ὑπὲρ χειροτονίας καὶ ἱερολογίας γάμου καὶ περὶ τοῦ ἀερικοῦ καὶ πάντων τῶν ψυχικῶν χρυσόβουλλον τυπικὸν ἐκτεθειμένον κατὰ μῆνα σεπτέμβριον τῆς θ ' ἐπινεμήσεως.
Abrir no leitor do IusCommune →1
pr.Ὁ κατὰ καιροὺς θεοφιλὴς ἑκάστης χώρας ἐπίσκοπος ἐκεῖνα λήψεται ὑπὲρ κανονικοῦ αὐτοῦ ἀπὸ τῶν ἐντοπίων αὐτοῦ τὰ ῥητῶς ἐν τῷ χρυσοβούλλῳ τυπικῷ τοῦ μακαρίτου θείου τῆς βασιλείας μου διειλημμένα, ἅπαξ τοῦ ἐνιαυτοῦ· ἤγουν ἀπὸ μὲν τῆς χώρας τῆς ἐχούσης καπνοὺς λ΄ νόμισμα ἓν χρυσοῦν τῆς προτιμωμένης χαραγῆς τῆς βασιλείας μου, ἀργυρᾶ β΄, κριὸν ἕνα, κριθαρίου μόδια 5΄, οἴνου μέτρα ς ', ἀλεύρας μόδια ἓξ, καὶ ὀρνίθια λ· ἀπὸ δὲ τοῦ ἔχοντος κ΄ καπνοὺς τὸ δίμοιρον τοῦ νομίσματος καὶ τῶν β΄ ἀργυρῶν, ἀργυρᾶ ί· μέσαρνον ἓν, κριθαρίου μόδια δ΄, οἴνου μέτρα δ΄, ἀλεύρας μόδια δ΄, καὶ ὀρνίθια κ· ἀπὸ δὲ τοῦ ἔχοντος δέκα καπνοὺς χωρίου, ἀργυρᾶ ε΄, ἀρνίον ἓν, κριθαρίου μόδια β΄, οἴνου μέτρα β΄, ἀλεύρου μόδια β΄, καὶ ὀρνίθια ί.
2
pr.Καὶ ἐπὶ τῶν χειροτονιῶν δὲ τῶν ἱερέων ὁ παλαιὸς ἐνεργήσει τύπος, καθὼς τὸ αὐτὸ διέξεισι τυπικὸν χρυσόβουλλον, καὶ ὁ κατὰ χώραν ἐπίσκοπος τὰ ἑπτὰ μόνον ὁμοίως λήψεται χρυσᾶ· ἓν μὲν, ὅτε ποιεῖ τοῦτον λιτὸν παπᾶν ἤτοι ἀναγνώστην· τρία δὲ, ὅτε χειροτονεῖ τοῦτον διάκονον· καὶ ἕτερα τρία, ὅτε τελειοῖ τοῦτον ἱερέα.
3
pr.Καὶ κατὰ τὸ τυπικὸν τοῦ μακαρίτου βασιλέως τοῦ μονομάχους διορίζεται ἡ βασιλεία μου, ἵνα ὅταν τινὲς τῶν ὑπὸ τὴν ἐνορίαν τῶν κατὰ χώραν ἐπισκόπων νόμῳ γάμου νομίμοις γυναιξὶ συνάπτωνται, ἀναλαμβάνεται ὁ ἐπίσκοπος ἐξ αὐτῶν, ἀπὸ μὲν τοῦ γαμβροῦ νόμισμα ἓν χρυσοῦν, ἀπὸ δὲ τῆς νύμφης πανίον πήχεις ιβ΄, καθὼς ἄρα καὶ ἐκ παλαιοῦ τετύπωται.
4
pr.᾿Αλλὰ καὶ περὶ τοῦ ἀερικοῦ, εἰ μὲν γένηται πταῖσμα παρὰ δύο ἱερωμένων ἢ κληρικοπαροίκων, ἵνα κανονίζωνται καὶ σωφρονίζωνται παρὰ τοῦ ἀρχιεπισκόπου αὐτῶν ἢ τοῦ ἐπισκόπου κατὰ τὸν ἱερὸν κανόνα, ἢ χρήματα ἀπαιτῶνται ἢ καὶ κολάζωνται. εἰ δὲ τὸ ἓν μέρος τῶν κοσμικῶν ἐστιν, ἵνα κρίνωνται παρ᾽ ἀμφοτέρων, τοῦ τε ἀρχιερέως καὶ τοῦ κατὰ χώραν πράκτωρος· καὶ εἰ μὲν τὸ πταῖσμα παρὰ τοῦ ἱερέως εὑρίσκεται, ἵνα ἀποστέλληται παρὰ τοῦ πράκτωρος εἰς τὸν ἀρχιερέα, καὶ παρ᾽ ἐκείνου ἵνα κανονίζηται καὶ σωφρονίζηται· εἰ δὲ ἐκ τοῦ κοσμικοῦ γένηται, ἵνα σωφρονίζηται καὶ ἀπαιτῇται παρὰ τοῦ κατὰ χώραν πράκτωρος. τὰ μέντοι ψυχικὰ ἅπαντα, καὶ αὐτὰ δὴ τὰ συνοικέσια, παρὰ τῶν ἀρχιεπισκόπων καὶ ἐπισκόπων ὀφείλουσι κρίνεσθαί τε καὶ ἐκβιβάζεσθαι.