JGR III 4.26Imp. Alexii Comneni de productione testium post lapsum XXX dierum. (A. 1085.)
Ἡ ἐξενεχθεῖσα λύσις ἐν τάξει νεαρᾶς περὶ τῶν μαρτύρων παρὰ τοῦ βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, ἀμφιβολίας ἐμπεσούσης παρὰ τῷ τοῦ ἱπποδρόμου δικαστῇ, εἰ δεῖ μετὰ τὸ παραχθῆναι ἀδοκίμους μάρτυρας καὶ αὐτῷ τῷ δικαστῇ ἀδέκτους, καὶ ἐν τῷ μεταξὺ παραδραμεῖν τὴν τριακονθήμερον, δοθῆναι καὶ ἑτέραν προθεσμίαν εἰς παραγωγὴν μαρτύρων ἢ μή; Περὶ τοῦ τὰς ἐνυποστάτους μαρτυρίας εἶναι δεκτάς.
Abrir no leitor do IusCommune →0
pr.Οἱ θεῖοι νόμοι ἐκείνας ἡγοῦνται μαρτυρίας εἶναι νομίμους τὰς ἐνυποστάτους καὶ καθ᾽ ὧν δύνανται τεθῆναι διαβολαὶ καὶ ἀντιπαραστάσεις, τὰς δὲ μὴ τοιαύτας ἀνυποστάτους λογίζονται· τοιαῦται δὲ καὶ αἱ τοῦ ἀδοκίμου μηδ᾽ αὐτῷ τῷ δικαστηρίῳ δόξασαι ἀρεσταί. τοῦ νομίμου οὖν χρόνου διεῤῥυηκότος μὴ δεδωκὼς ἑτέραν παραγωγὴν ἢ χρόνον καλῶς διεπράξω. οὐκοῦν καὶ ἡ ἡμετέρα γαληνότης τῇ τοιαύτῃ ἀρεσθεῖσα πράξει διορίζεται, μηδὲ μαρτυρίαν λογίζεσθαι τὴν τῷ δικαστηρίῳ φανεῖσαν ἀδόκιμον. ὁπηνίκα δὲ ἐντὸς τοῦ νενομισμένου χρόνου σταθηρὰ εἰσενεχθῇ μαρτυρία, διαβολῇ δὲ ἢ ἀντιπαραστάσει σαλευθῇ, οὐδὲν ἐμποδίσει τῷ οὕτως παραγαγόντι καὶ δευτέρᾳ καὶ τρίτῃ, εἰ μὴ αἱ φωναὶ ἐξελήφθησαν, χρήσασθαι μαρτυρίᾳ, ὅρκον δὲ παρέχοντι καὶ τετάρτῃ, ἐφ᾽ ἑκάστῃ τοῦ χρόνου νομίμου διδομένου. καὶ οὕτως ἔσται πραττόμενον ἐν τοῖς δικαστηρίοις εἰς τὸ ἑξῆς, τῆς παρούσης εὐσεβοῦς ἀντιγραφῆς οὐ τῷ κατὰ σὲ δικαστηρίῳ μόνον ἀλλὰ κὰν τοῖς ἄλλοις ἐγχαρασσομένης. ἴστω δὲ πᾶς παραγαγεῖν μαρτυρίαν κελευόμενος, ὡς εἰ μὴ ἐντὸς τοῦ νομίμου χρόνου δεκτοὺς αὐτοὺς τῷ δικαστηρίῳ παρενέγκοι, ἑτέρας παραγωγῆς ἢ χρόνου οὐ τεύξεται. μεγίστη γὰρ ἀδικία καὶ βλάβη ἐπιγίνεται τῷ αἰτιαθέντι μέρει τῶν δοκούντων μαρτύρων, μὴ ὄντων δὲ, ὡς ὄντων λογιζομένων, καὶ ἀφορμὴ τῷ παραγαγόντι δίδοται πρὸς τὸ ἐπίτηδες διὰ ψευδῶν παραγωγῶν χρόνον τε εἰς ὑπέρθεσιν λαμβάνειν καὶ παρέλκειν καὶ συντρίβειν ταῖς προθεσμίαις τὸν ἀντικαθιστάμενον. Τὸ δὲ μηνὶ ἐπινεμήσεως η΄ δι᾽ ἐρυθρῶν γραμμάτων τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως.