JGR III 4.21Imp. Alexii Comneni decretum, ut intra XV dies trimestris spatii testes producantur. (Α. 1082.)
Τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ περὶ τοῦ ἐντὸς τε ἡμερῶν τοῦ τριμήνου Αεε. παραγενέσθαι τὴν (μαρτυρίαν. μηνὶ ἰουλίῳ ις ' ἡμέρᾳ ς ' ἶνδ. ε΄ γέγονεν ἡ παροῦσα βασιλικὴ σημείωσις ὑπαγο: ρευθεῖσα παρὰ τοῦ σολομῶντος.
Abrir no leitor do IusCommune →0
pr.Πολλὰ μὲν δικαστήρια ἀνὰ μέσον ἄννης τῆς ἀνεψιᾶς τοῦ ἀποβεβιωκότος μητροπολίτου νικομηδείας βασιλείου, καὶ στεφάνου πρότερον περιόντος ἐπισκόπου καισαρείας, ὕστερον δὲ τοῦ πρωτοσπαθαρίου μιχαὴλ καὶ ταγματοφύλακος, τῷ ἐξ ἀδιαθέτου δικαίῳ κληρονόμου ἀναφανέντος τοῦ ἐπισκόπου, περὶ τρίτου λάχους τοῦ οἴκου αὐτοῦ, παρά τε τῷ πρωτοπροέδρῳ γεωργίῳ καὶ τηνικαῦτα δικαιοφύλακι (νυνὶ δὲ κοιαίστωρι), καὶ ὕστερον παρ᾽ αὐτῇ τῇ βασιλείᾳ ἡμῶν ἀνεῤῥιπίσθησαν καὶ συνεκροτήθησαν, καὶ πολλῶν λόγων εὑρήματα παρ ' ἀμφοτέρων ἀνεκινήθη. καὶ τῶν περὶ τὸν ἐπίσκοπον τὸν ἁρμόζοντα χρόνον τῆς ἀποδείξεως εἰς τὴν τοῦ πρατηρίου χάρτου βεβαίωσιν διὰ σημειωμάτων λαβόντων τῆς βασιλείας ἡμῶν, καὶ τῆς ὑποθέσεως ταύτης δι ' ἀντιγραφῆς τοῦ κράτους ἡμῶν εἰς τὸ δρουγγαρικὸν καταχθείσης δικαστήριον, ὡς ἂν παρ᾿ αὐτῷ δοκιμασθῇ ἡ τοῦ τοιούτου πρατηρίου ἐγγράφου σύστασις, οὐκ ἔσχεν εὐλύτως τὰ τῆς δίκης παρὰ τῶν τοιούτων δικαστηρίων. τῶν γὰρ δικαστῶν ἄλλων εἰς ἄλλας τραπομένων ἐννοίας, καὶ τῶν μὲν τὰ ἔγγραφα ἐξ ὧν ἡ σύγκρισις γίνοιτο μὴ ἄλλως ἀγοραῖα κατονομάζεσθαι κατὰ τὴν ἰουστινιάνειον νεαρὰν, εἰ μὴ παρὰ ταβελλίωνι τελοῖντὸ καὶ συνήθεις ἐπιφέροιντο κόμπλας, διατεινομένων· τῶν δὲ τὰς ὑπογραφὰς τῶν ταβελλιώνων ἀρκεῖν λεγόντων ἀγοραῖα τὰ ἔγγραφα συνιστᾶν, κἂν μὴ κεκομπλατευμένα τυγχάνοιεν· ἐδέησεν εἰσαγώγιμα τὰ τῆς ὑποθέσεως καὶ πάλιν γενέσθαι παρὰ τῇ βασιλείᾳ μου, καὶ δὴ καὶ εἰσήχθησαν, καὶ τῶν ἀνακυψασῶν ἀμφιβολιῶν ἐπηκροᾶτὸ τὸ κράτος ἡμῶν, τοῦ μεγάλου ἐπιφανεστάτους κουροπαλάτου καὶ μεγάλου δρουγγαρίου τάς τε τῶν δικαστῶν ἀμφισβητήσεις καὶ τὰς τῶν μερῶν ἑκατέρων καὶ τῶν συνηγορούντων αὐτοῖς διευκρινοῦντος τῇ βασιλείᾳ μου. ἀλλ᾽ ὁ τῇ ἄννῃ συνηγορεύων, τῆς κόμπλας τὸ γε νῦν ἔχον ἀφέμενος, ἐνστατικώτερον πρὸς τὰς συγκρίσεις ἀνθίστατο, ὡς οὐ δεκταὶ τῷ νόμῳ μηδὲ ἔχουσαι τὸ ἐνδύναμον, ὅτι πόῤῥω τοῦ νενομι σμένου καιροῦ αἱ τούτων παραγωγαὶ δεδραμήκασι· τὸ δὲ ἀντίθετον μέρος καὶ κατὰ καιρὸν γενέσθαι τὴν σύγκρισιν, καὶ τοῦ νενομισμένου χρόνου ἐντὸς πάνυ διϊσχυρίζοντο. καὶ δῆλον, ὡς ἐπεγέγραπτο τῷ χάρτῃ, ἐν ᾧ αἱ τῶν ὑπογραφῶν τῶν ὑποσημηναμένων τῷ παρ᾿ αὐτῶν προκομιζομένῳ πρατηρίῳ συγκρίσεις συνείχοντο, παρά τε τοῦ προέδρου καὶ κριτοῦ τοῦ αὐτωρειανοῦ καὶ τοῦ μαγίστρου θεοδώρου καὶ κριτοῦ τοῦ σμυρναίου ὁ καιρὸς, καθ'᾽ ἂν οὗτος προεκομίσθη αὐτοῖς. ἀλλὰ καὶ τῷ κοιαίστωρι ἐμπροθέσμως οὗτοσὶ προκεκόμισται, εὐθὺς οὖν ὁ κοιαίστωρ κατὰ τὴν τελευταίαν ἡμέραν τῆς τριμήνου προκομι σθῆναι αὐτῷ τὴν λεγομένην γενέσθαι σύγκρισιν ἔλεγε πρὸς τὴν βασιλείαν μου, ἐσφραγισμένην οὖσαν ἄνωθεν παρὰ τοῦ δεξαμένου τὴν σύγκρισιν ποιήσασθαι ταβελλίωνος, καὶ τὰς ἐπιγρα φὰς φέρουσαν τῶν δηλωθέντων δικαστῶν. ἐξ οὗ διεγινώσκετα τοῦτο, ὡς οὐδὲ αὐτοὶ ἂν εἰδεῖεν οἱ δικασταὶ, τίνα τὰ ἐμπε ριειλημμένα τῷ χάρτῃ, ἀλλὰ μηδ᾽ αὐτὸν δυνηθῆναι διαμηνύσασθαι πρὸς τὸ τῶν ἀδικούντων μέρος, ἅτε τῆς τελευταίας ἡμέρας εἰς στενὸν τὰ περὶ τῆς διαγνώσεως τούτων συγκλεισά σης. ἐντεῦθεν οὐκ ὀλίγη λόγων ἅμιλλα ἐπεισέφρησεν. ὁ μὲν γὰρ τῇ ἄννῃ συνηγορῶν ὁ μυστογράφος ἀρτάβασδος ὁ παναγίτης τὸ ἀνίσχυρον τοῦ μὴ συνέδρων εὐποροῦντος σημειώματος ἐπεισέφερεν, εἰ καὶ ἐμφέροιντο τούτῳ τὰ παρ᾽ ἀμφοτέρων ἀντιλεγόμενα τῶν μερῶν, κἀκ τούτου τὴν ἐπιγραφὴν τῶν μηδὲ ὅ τι γέγραπται ἐν τῷ χάρτῃ εἰδότων ἀντ᾿ οὐδενὸς λογίζεσθαι ἐβιάζετο, ἅτε μηδὲ σημειώματος ἐπὶ συνέδρων τινῶν ἐπὶ τῇ προκομιδῇ τούτου προβάντος. ὅτι δὲ παρὰ τοῦ προέδρου καὶ κριτοῦ τοῦ αὐτωρειανοῦ δεχθῆναι τὸν τοιοῦτον χάρτην ἐλέ γετο, πρὸς τοῦτο πολλῷ πλέον δυσανασχετοῦντες οἱ περὶ τὴν ἄνναν ἐτύγχανον. πῶς γὰρ, ἐβόων, ὁ παραιτηθεὶς παρ᾽ αὐτῶν παρὰ τῷ σεβαστοκρατορικῷ δικαστηρίῳ, καὶ τοῦ πανευτυχεστάτου σεβαστοκράτορος μὴ παρὰ τοῦτο δεχθῆναι διακελευσαμένου τὴν μαρτυρίαν, πάλιν κατ᾿ ἐξουσίαν οἰκείαν καὶ παρὰ κέλευσιν θείαν ἐπελάβετο τὴν σύγκρισιν, καὶ ταύτῃ προσέγραψε τὸν και ρόν; καὶ ἄδηλον δέ φασιν, εἰ καὶ γέγραπτό τε, καὶ ὑπόνοια, μή ποτε μετὰ τὴν ἐπιγραφὴν αἱ συγκρίσεις παρὰ τοῦ ταβελλίωνος διεπράχθησαν, τῆς οἰκείας σφραγίδος ὡς ἂν καὶ βούλοιτο κατεξουσιάζοντος· ἀλλ᾽ εἰ καὶ δῶμεν ἔξω τὸ πραχθὲν ὑπονοίας τυγχάνειν οὐκ ἀγαθῆς, ἔξωρος ἡ τῆς συγκρίσεως πάντως προκομιδή, ἅτε κατὰ τὴν τελευταίαν ἡμέραν τῆς τριμήνου τῷ κοιαίστωρι παραχθείσης. τοῦ γὰρ νόμου διδόντος, ἐντὸς τοῦ νενομισμένου καιροῦ παραγενομένων μαρτυριῶν διακηρυκεύεσθαι πρὸς τὸ ἀντίθετον μέρος τοῦ παράγοντος μάρτυρας τὸν δικαστὴν, ἐλθεῖν καὶ δέξασθαι τὰς τῶν παρὰ τοῦ ἀδικοῦντος αὐτῷ μέρους παραχθέντων μαρτύρων φωνὰς, καὶ εἰ ιε διαδράμοιεν ἡμέραι ἔτι τῆς προθεσμίας ἐνδαψιλευομένης τῶν παραχθέντων μαρτύρων προσεδρευόντων τῷ δικαστηρίῳ, τότε καὶ ἐκ μιᾶς μοίρας τὰς τῶν μαρτυρούντων φωνὰς ἀναλαβεῖν τὸν δικαστὴν καὶ ἀπολύειν αὐτούς· πῶς οὐκ ἔξω καιροῦ ἡ τῷ κοιαίστωρι πραχθεῖσα σύγκρισις τῶν ὑπογραφῶν; ποῦ γὰρ αἱ ιὲ μετὰ τὴν τελευταίαν ἡμέραν τῆς προθεσμίας; οὐκ ἔξω ταύτης καὶ αὗται τυγχάνουσι πρὸς διακηρύκευσιν τοῦ ἀντιθέτου μέρους ἀφορισθεῖσαι. ἀλλ᾽ οἱ περὶ τὸν ἐπίσκοπον ὑπερμαχοῦντες, ὅ τε δισύπατος νικόλαος καὶ δικολόγοι ὁ αἰχμάλωτος καὶ ὁ σκαλοσκέπαστος, καὶ ἐμπρόθεσμον γενέσθαι τὴν σύστασιν τοῦ πρατηρίου διϊσχυρίζοντο, καὶ τὰς ιέ ταύτας ἡμέρας ἐπιδαψιλεύεσθαι, ἀφ᾿ ὅτου παρὰ τοῦ ταβελλίωνος ἡ σύγκρισις γέγονε· μηδὲν γὰρ ἀπεοικέναι τῆς παρὰ τοῦ δικαστοῦ τῶν μερῶν ἐρωτήσεως τὴν παρὰ τοῦ ταβελλίωνος γενομένην σύγκρισιν τῶν ὑπογραφῶν. ἀλλ᾽ εἰς κενὸν λαλοῦντες τῇ βασιλείᾳ μου κατεφάνησαν καὶ τὸ ὅλον στομοκροτοῦντες· εἰ γὰρ οὐδὲν ἀπέοικε ταῦτα ἀλλήλων, πῶς αὐτοὶ οὐ τῷ παρὰ τοῖς δικασταῖς ἐμπροθέσμως παραχθῆναι τὴν παρὰ τοῦ ταβελλίωνος γενομένην τῶν ὑπογραφῶν σύγκρισιν ὡς ἐρυμνοῦ τινὸς φρουρίου ἀντείχοντο; ἀρκοῦντος τοῦ τὴν σύγκρισιν ταύτην οὐκ ἐμπρόθεσμον καταφανῆναι παρὰ τοῦ ταβελλίωνος γενομένην. τούτου δὲ ἀποκρουσθέντες, καὶ τῆς κατὰ τὴν τελευταίαν ἡμέραν παραγωγῆς τῆς συγκρίσεως ὁλοσχερῶς περιείχοντο, καὶ τὰς ἐπὶ τῇ διαλαλιᾷ τοῦ ἀντιθέτου μέρους ἐπὶ τῇ παραδοχῇ τῶν φωνῶν τῶν παρὰ τῶν ἀντιδικούντων αὐτοῖς παραχθέντων μαρτύρων ἀφωρισμένας καὶ αὐτοῖς ἁρμόζειν διϊσχυρίζοντο. ἠδύνατο γάρ, φασιν, ὁ δικαστὴς, εἴ γε πάντως ἐβούλετο, γνωρίσαι τοῖς ἀντιθέτοις ἡμῶν τὴν παραχθεῖσαν παρ᾽ ἡμῶν σύγκρισιν· καὶ εἴ γε μὴ ἐντὸς τῶν ιὲ ἡμερῶν ἐλθεῖν ἠρετίσαντο καὶ συμπαρόντων ἀμφοτέρων κατασκεφθῆναι ταύτην, τότε καὶ μονομερῶς αὐτὴν κατασκέψασθαι· οὐ γὰρ ἄν τις εὐλόγως τοῦτον κατῃτιάσατο καὶ ὡς ἐκνόμως πεποιηκότα κατεμωμήσατο, ἀπὸ νόμου γὰρ ἡμῖν αἱ ιὲ ἡμέραι καὶ ἔξωθεν τοῦ νενομισμένως ἀποδιδομένου ταῖς ἀποδείξεσι καιροῦ ἐπικεχορήγηνται. ἀλλ᾽ οἱ δικασταὶ μὴ νόμοις στοιχεῖν τὰς τούτων δικαιολογίας διϊσχυρίζοντο. τῶν γὰρ τῆς τριμήνου ἢ τῶν ἑτέρων νενομισμένων καιρῶν καὶ αἱ ιε τῆς διακηρυκεύσεως ἡμέραι τυγχάνουσι. καὶ δῆλον, ὅτι-· περ ἀπράκτων τινῶν οὐσῶν ἡμερῶν, ἐν ᾧ μή τι διενεργεῖν τῶν ἀνηκόντων αὐτῷ δύναται ὁ δικαστὴς, εἴπερ ὁ πρὸς ἀποδείξεις ἀπολυθεὶς ἐντὸς μὲν τῶν δύο μηνῶν καὶ ιε ἡμερῶν, λόγου χά ριν, οὐ παραγάγῃ τοὺς μάρτυρας, ἐν δὲ ταῖς ἄλλαις ιέ βούλεται μὲν παραγαγεῖν, οὐ δύνηται δὲ διὰ τὴν ὁρισθεῖσαν ἀπραξίαν· ἐκκεχώρηται τούτῳ ἑτέρων ιέ ἡμερῶν προθεσμία, ὅτι μὴ παρ ' αἰτίαν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν νόμων αἰτίαν ἡ κολόβωσις τῆς τριμήνου αὐτῷ γέγονε; δεῖ γάρ, φησι, φροντίσαι αὐτὸν, μὴ καταντῆσαι τὴν παραγωγὴν τῆς αὐτοῦ μαρτυρίας εἰς τὰς ἀπράκτους ἡμέρας. εἰ γὰρ ἔνθα μὴ ῥαθυμία τοσαύτη, καὶ νόμοι κολοβοῦντες τὴν προθεσμίαν, οὐκ ἀντεισήχθη χρόνος τοσοῦτος ἕτερος, ὁπόσος καὶ περιήρηται, πῶς ἔνθα τὸ τῆς ἀμελείας πολὺ, ἕτεραι ιε ἡμέραι τοῖς ἀμελοῦσιν ἐπιχορηγηθήσονται; οὐδὲ γὰρ οὐδὲ ὑπὲρ τῶν ἀμελούντων αἱ ιὲ τῷ νόμῳ ἡμέραι διαγινώσκονται, ἀλλ᾽ ὑπὲρ τῶν ὥσπερ ἀπειθούντων καὶ μὴ πειθομένων παραβαλεῖν τῷ δικαστηρίῳ καὶ τὰς τῶν κατ ' αὐτῶν παραγομένων μαρτύρων φωνὰς ὑποδέξασθαι. ἐκείνοις γὰρ πρὸς ἀναβολὴν αὗται ἀπενεμήθησαν· τοὺς γὰρ παράγοντας οὐκ ὠφελοῦσιν, εἰ μή γε δὴ καὶ συντρίβουσι. πρὸς ἐκείνων γὰρ τὸ παραχρῆμα μετὰ τὴν τῶν ἀντιθέτων ἀπείθειαν τοὺς αὐτῶν μάρτυρας ἐρωτᾶσθαι παρὰ τῷ δικαστῇ κατὰ τοὺς νόμους καὶ ἀπολύεσθαι. πρὸς ταῦτα οὐκ ἀγεννῶς ἀπαντήσειν οἱ περὶ τὸν ἐπίσκοπον δικολόγοι διεβοῶντο, κἀκ τῶν νόμων αὐτῶν παραγαγεῖν, ἃ τὰς αὐτῶν ἐνστάσεις οὐκ ἀνευλόγους τῇ βασιλείᾳ μου ἀποδείξουσι. κέκριται τοίνυν ἐπαγωνίσασθαι τούτους, ὡς ἂν ἀποδείξαιεν ἔξω τοῦ νενομισμένως ἀπονεμομένου ταῖς παραγωγαῖς τῶν μαρτυριῶν ἢ ταῖς συστάσεσι τῶν ἐγγράφων καιροῦ τὰς ιὲ ἡμέρας τὰς ἐπὶ τῇ διακηρυκεύσει τοῦ ἀντιμαχουμένου μέρους ἀφορισθείσας. καὶ εἰ μὲν τοῦτο ἐκ νόμων αὐτῶν ἀποδείξαιεν, ἔκτοτε σκοπηθῆναι παρὰ τῆς βασιλείας μου, εἴ γε καλῶς αἱ συγκρίσεις καὶ κατὰ νόμους προέβησαν καὶ ἐξ ὧν νενόμισται ἐγγράφων τὰς πίστεις ἐδέξαντο· εἰ δέ γε καὶ πρὸς ἣν ἐξῃτήσαντο ἀπόδειξιν ἀτονήσαιεν, τοὺς περὶ τὴν ἄνναν δικαιωθῆναι, καὶ τὰ νικητήρια νομίμως τούτους ἀποίσασθαι. εἰ γὰρ ἔξωρος ἡ τῆς συγκρίσεως καταφανείη παραγωγή, ἄλλη τὶς οὐχ ὑπολέλειπται ζήτησις, ὅσον ἐπὶ τῇ συστάσει τοῦ πρατηρίου ἐγγράφου. Παρεκβολὴ τῆς ψήφου. Ἐπείπερ ἄννα, ἡ τοῦ τελευτήσαντος μητροπολίτου νικομηδείας βασιλείου ἀνεψιὰ, τρίτον μέρος τοῦ οἴκου τοῦ θείου αὐτῆς διεκδικοῦσα, πρότερον μὲν ἀπὸ στεφάνου τοῦ τότε περιόντος ἐπισκόπου καισαρείας, ὕστερον δὲ ἀπὸ τοῦ πρωτοσπαθαρίου μιχαὴλ καὶ ταγματοφύλακος, ὃς τῷ ἐξ ἀδιαθέτου δικαίῳ κληρονόμος τοῦ ἐπισκόπου καθίστατο, δικαστικοὺς ἀγῶνας ὑπέδυ· πρῶτα μὲν παρὰ τῷ προέδρῳ γεωργίῳ καὶ κοιαίστωρι, ἔπειτα δὲ καὶ παρὰ τῷ γαληνίῳ κράτει ἡμῶν· καὶ οἱ τοῦ ἀντιθέτου μέρους αὐτῶν χάρτην πρατήριον ἐμφανίζοντες, διὰ σημειώματος τῆς βασιλείας μου τὸν ἁρμόζοντα ταῖς ἀποδείξεσι χρόνον ἐδέξαντο εἰς βεβαίωσιν οὗ ἐπεφέροντο, καὶ δὲ ἀντιγραφῆς τοῦ κράτους ἡμῶν ἄμφω τὰ μέρη πρὸς τὸ δρουγγαρικὸν δικαστήριον παρεπέμφθησαν, ὡς ἂν ἐκεῖσε δοκιμασθείη τὰ τῆς συστάσεως, κἀκεῖθεν διὰ τὰς παρὰ τῶν δικαστῶν ἀναφυείσας ἀμφιβολίας κὰν τῷ προλαβόντι σημειώματι περιεχομένας εἰσαγώγιμα τὰ τῆς ὑποθέσεως ἐγένοντο πάλιν πρὸς τὴν βασιλείαν μου, καὶ τότε μὲν πολλῶν λόγων παρ᾽ ἀμφοτέρων τῶν μερῶν ποταμιδὸν εἰσρεόντων καὶ τὸ δικαστήριον κατακτυπούντων, ἐπεὶ μετὰ πολλοὺς τοὺς διαύλους ὁ μὲν τῇ ἄννῃ συνηγορῶν ἔλεγεν, ὡς οὐ πρὸ δεκαπέντε ἡμερῶν τῆς τελευταίας τοῦ τριμηναίου καιροῦ καθὰ τοῖς νόμοις δοκεῖ ἡ παράστασις γέγονεν, ἀλλὰ κατὰ τὴν τελευταίαν, ὅτε πάντως ἐστένωται ὁ καιρός· οἱ δ᾽ αὐτῇ ἀντικαθιστάμενοι, ὅτι καλῶς παρήχθη ἡ σύστασις, καὶ νόμους ἔχειν τοὺς μετὰ τὸ τρίμηνον χορηγοῦντας τὰς ιὲ ἡμέρας καὶ τούτους παραγαγεῖν· ὡρίσθη τοὺς νόμους προκομίσαι, καὶ ὑπαναγνῶναι εἰς ἕτερον δικαστήριον, καὶ νομίμως ἃ λέγουσιν εἰσακουσθῆναι· νυνὶ δὲ τῶν νόμων προκομισθέντων, καὶ τουναντίον, ἤπερ ἔλεγον οἱ προκομίσαντες, τὸ ἐντὸς τοῦ τριμήνου καὶ τὰς ιέ ἡμέρας ὑπεμφαινόντων, ἐν αἷς ἡ παράστασις τῶν μαρτύρων γίνεται, ἐκ τοῦ τὰς φερίους ἤγουν ἑορτασίμους ἡμέρας καὶ ἀπράκτους ἐντὸς τοῦ καιροῦ τῶν ἀποδείξεων λογίζεσθαι· τάδε προστάττομεν, ὡς εἴπερ οἱ τῷ τῆς ἄννης μέρει ἀντικαθιστάμενοι κατὰ νόμους ἀποδείξαιεν, ὡς ἐμπροθέσμως τὰ τῆς συστάσεως προεκόμισαν καὶ ὅτε δυνατὸν ἦν καὶ τὸ ἀντίθετον μέρος μηνυθῆναι καὶ παραγενέσθαι ἐν τῷ δικαστηρίῳ, οἱ δὲ δικασταὶ τούτου φροντίδα οὐκ ἐποιήσαντο· αὐτοὶ μὲν οἱ ταῦτα ἀποδεικνύοντες κατὰ τῶν δικαστῶν ἕξουσιν, ὡς αὐτῶν μὲν προκομισάντων, ἐκείνων δὲ τῶν ἐνδεχομένων ἀμελησάντων· οἱ δὲ δικασταὶ εἰς τὸ διαφέρον καταδικασθήσονται. εἰ δ᾽ ἴσως τοῦτο δεῖξαι οὐ δυνηθῶσιν, ὡς ἐν καιρῷ στενῷ τὰ τῆς μαρτυρίας παραγαγόντες, αὐτοὶ μὲν ὡς ἀμελήσαντες τοῦ λογομαχεῖν παυθήσονται· τὸ δὲ τῆς ἄννης μέρος δικαιωθήσεται, τῆς συστάσεως, εἴτε κατὰ καιρὸν προέβη εἴτε καὶ μὴ, παρὰ τοῦ μεγάλου δρουγγαρίου ἀκριβέστερον τηρηθησομένης.