JGR III 4.22Imp. Alexii Comneni de sacris vasibus in publicum usum non convertendis '. (Α. 1082.)
Περὶ τῶν ἱερῶν σκευῶν καὶ τοῦ μὴ ἄλλοτέ ποτε ταῦτα κοινωθῆναι.
Abrir no leitor do IusCommune →0
pr.Οἱ πονήρως τοῦ σώματος ἔχοντες καὶ θεραπείας ἰασίμου δεόμενοι, αὐτὸ μὲν τοῦτο εἰδότες ὅτι κάμνουσι καὶ τῆς νόσου ἐπαισθανόμενοι, μᾶλλόν εἰσιν ἰάσιμοι τοῖς θεραπευταῖς· οἱ δὲ πρὸς τὸ μέγεθος τῆς νόσου ἀναισθητοῦντες καὶ οὐδ᾽ ὅτι νοσοῦσι γινώσκοντες, ἑαυτοῖς καὶ τοῖς ἰατροῖς παρέχουσι πράγματα. αὐτὸ δὴ τοῦτο κὰν τοῖς ψυχικοῖς ἔστι κατιδεῖν ἀῤῥωστήμασι, καὶ τῶν ἁμαρτανόντων ἡμῶν οἱ μὲν εἰς βάθος κακῶν ἐμπεσόντες καταφρονοῦμεν καὶ τῷ μεγέθει τῶν ἀνομημάτων ὑπερνικώ μενοι οὐδ᾽ ὅτι ἁμαρτάνομεν αἰσθανόμεθα, εἰς φύσιν πολλάκις τῆς πονηρᾶς ἕξεως μεταπιπτούσης· οἷς δέ τι θεὸς ἐπιλάμπει σωτήριον φῶς καὶ μὴ πάντη τὸ διανοητικὸν τῇ κάτω ἰλύϊ συγκέχυται, μηδὲ τῇ πλινθείᾳ ὁ νοῦς καθάπαξ δουλεύειν βιάζεται, ἔστι τούτοις καὶ ἀνανεῦσαι τοῦ πτώματος, καὶ θεοῦ πολλάκις κατὰ τὸ ἑκούσιον ὀλισθήσασιν ἐπαναδραμεῖν εἰς ἐκεῖνον ἐθε λουσίῳ ἀναζητήσει τοῦ κρείττονος. ὅπερ δὴ κὰν τῇ βασιλείᾳ ἡμῶν συμβέβηκεν ἀτεχνῶς. ἐπεὶ γὰρ αἱ ποικίλαι καὶ πολυμερεῖς τῶν πραγμάτων περιστάσεις, καὶ ἡ πανταχόθεν μὲν τῶν δημοσίων προσόδων ἐκκένωσις, ἁπανταχόθεν δὲ τῶν ἐξόδων ἡ· ἀναστόμωσις, τοῦ κράτους ἡμῶν συνέσχον τὴν γαληνότητα, καὶ ἅμα τῷ τῆς βασιλείου ἐπιβῆναι ἀρχῆς κατόπιν εὐθὺς αἱ περιστάσεις ἐπηκουλήθησαν, κἀντεῦθεν ὑπ᾽ ἀμηχανίας, καὶ τοῦ μὴ τοῖς συμπεσοῦσιν ἔχειν ὅτι καὶ χρήσαιτο, τῶν ἱερῶν ἔγνω καὶ θείων ἅψασθαι κειμηλίων καὶ τούτοις τὸ τῆς χρείας ἐνδέον παραμυθήσασθαι· τουτὶ μὲν τὸ ἔργον ἐν πολλαῖς τῶν ἁγίων ἐκκλησιῶν διεπράξατο, καὶ πολλὰ τῶν ἀναθημάτων εἰς δημοσίας ἔστρεψε χρείας, οὐχ ὕβρει καὶ περιφρονήσει θεοῦ, οὐδ᾽ ὀλιγωρίᾳ τῶν εὐαγῶς αὐτῷ ἀνατεθέντων (ἀπείη γὰρ τοῦτο πάσης χριστιανικωτάτης ψυχῆς), ἀλλὰ καιροῦ περιστάσει, καὶ λογισμῷ ἁπτομένῳ μέσως τοῦ πράγματος· ᾠήθη γὰρ ἡ καρδία τῆς βασιλείας μου, μηδέν τι ἐντεῦθεν ὀργίζεσθαι τὸν θεὸν, ὅπου μὴ πονηρὰ συνείδησις προκατακρίνει τὸν πράττοντα. ἐπεὶ δὲ καὶ εἴ τί που ἐν τοῖς βασιλείοις ὑπόλοιπον ἦν, κατειργάσθη μὲν κἀκεῖνο καὶ ἀνηλώθη, ἐχώρησε δὲ εἰς μηδὲν δέον τὰ ἀπὸ τῶν ἁγίων περιελθόντα ἐκκλησιῶν, καὶ πᾶσα μὲν ἡ προτέρα βουλὴ ἐπὶ ταῖς περισχούσαις τὴν ῥωμανίαν στενοχωρίαις εἰς τουναντίον περιηνέχθη, πολλαχόθεν δὲ τὸ κέρας ὑψώθη τῶν ἐπανισταμένων ἡμῖν, καὶ τὸ τῆς βασιλείας ἤδη σκάφος πεσεῖν ὑποβρύχιον κινδυνεύει, εἰ μὴ ἡ παναλκὴς δύναμις τοῦ θεοῦ οἷς οἶδε κρίμασιν αὐτοῦ ἀντιλήψεται καὶ εἰς αὖραν στήσει τὴν καταιγίδα· ἔδοξε τῇ βασιλείᾳ ἡμῶν ἐπιμελέστερον ἀνιχνεύσασθαι καὶ πολυπραγμονῆσαι, τί δή ποτε ἄρα ἐστὶ τὸ ἐπὶ τοσοῦτον κινῆσαν τὴν ὀργὴν τοῦ θεοῦ καὶ τὸ ἀπότομον τοῦ θυμοῦ αὐτῷ καθ ἡμῶν παροξύναν. ἀμέλει καὶ συνεσκέψατο πνευματικοῖς καὶ θείοις ἀνδράσι περὶ τοῦ πράγματος. καὶ ἐπεὶ ἔμαθε παρ᾽ αὐτῶν, οὐ φαῦλον εἶναι παραίτιον τοῦ θείου μηνίματος, ἅψασθαι ὅλως ἡμᾶς τῶν εὐαγῶν καὶ θείων τοῦ θεοῦ κειμηλίων, κἂν μὴ ἀπὸ πονηρᾶς τοῦτο καρδίας πέπρακταί τε καὶ τετελεσιούργηται, ὅτι μηδὲ τὰ θεῖα κοινοῦσθαι τῶν ἐνδεχομένων ὅλως ἐστὶ, μηδὲ τὰ εἰς χεῖρας παρατεθέντα θεοῦ ἐξ ἐκείνων αὖθις ἀνταφαιρεῖσθαι καὶ εἰς ἑτέρας χρείας καταβιβάζεσθαί τε καὶ στρέφεσθαι· δεῖν ἔγνω ἅμα μὲν τὴν μέλλουσαν ὁρμὴν ἀναστεῖλαι τοῦ κακοῦ, ἵνα μηκέτι τὸ ἀπὸ τοῦδε παρὰ χριστιανοῖς βασιλεῦσι πάροδον εὕρῃ ποτὲ, ἅμα δὲ καὶ τὰ προδιελθόντα καθόσον σθένος ἰάσασθαι.
1
pr.Οὐκοῦν καὶ ἐξομολογουμένη ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἡ βασιλεία μου καὶ τὴν συγχώρησιν ἐν οἷς ἔδρασεν ἀβουλήτως ἐκ μέσης ἀνακαλουμένη ψυχῆς, παρεγγυᾶται καὶ ἐν ἐπηκόῳ θεοῦ κατατίθεται, πάντα τὰ ἀπὸ τῆς αὐτοκρατορίας αὐτῆς καὶ ἄχρι τῆς δεῦρο τῶν ἱερῶν ἐκκλησιῶν ἀφαιρεθέντα καὶ εἰς τὰς τοῦ δημοσίου χρείας στραφέντα ἀποκαταστήσεσθαι αὖθις παρὰ τοῦ κράτους αὐτῆς ταῖς ἐκκλησίαις τοῦ θεοῦ, μετὰ τὴν τῆς κοσμικῆς καταιγίδος κατάπτωσιν καὶ τὴν τῆς βασιλείας εἰς τὸ κρεῖττον ἀποκατάστασιν· ὡς γὰρ ἴδιον χρέος αὐτὰ ἀναδέχεται, καὶ ὀφειλέτης εἶναι ταῖς ἁγίαις ἐκκλησίαις οὐκ ἀπαναίνεται. εἰς δέ γε τὸν ἐσόμενον ἀπὸ τοῦδε χρόνον ἑαυτῇ τε καὶ πᾶσι τοῖς μετ᾿ αὐτὴν χριστιανοῖς βασιλεῦσι διὰ τῆς παρούσης χρυσοβούλλου γραφῆς τὸν ἀπὸ θεοῦ δεσμὸν ἐπιτίθησι, μηκέτι τολμῆσαι ἅψασθαι ἱερῶν, κἂν πᾶσα ἀνάγκη βιάζεται, μὴ χεῖρας ἀνάγνους ἐπαφεῖναι τοῖς ἱεροῖς, μὴ βεβηλῶσαι τὰ θεῖα κειμήλια διὰ τῆς εἰς δημοσίους ἐξόδους τούτων περιαγωγῆς. μέσον δὲ θεοῦ καὶ ἀνθρώπων φραγμοῦ τεθέντος, ὃν οὐ παρελεύσεται εὐσεβὴς, ἄνθρωποι μὲν τοῖς ἡμετέροις χρησόμεθα, θεὸς δὲ τὰ ἀνατεθέντα αὐτῷ ἕξει ἀκίνητα, καὶ πάντολμος χεὶρ τούτων οὐχ ἅψεται. καὶ εἴ τις, δέσποτα καὶ θεὲ, τὸ ἀπὸ τοῦδε χεῖρας τολμήσει ἐπι βαλεῖν τοῖς προαφιερωθεῖσιν ἢ καὶ ἐσαῦθις ἀνατεθησομένοις ἱεροῖς καὶ θείοις κειμηλίοις καὶ ἐπίπλοις καὶ σκεύεσι ταῖς ἁγίαῖς καὶ σεπταῖς ἐκκλησίαις σου, μὴ ἴδοι φῶς ἐν ἡμέρᾳ ἐπισκοπῆς σου, μὴ ἀνατείλοι ἥλιος ἐπ᾿ αὐτὸν πρωϊνὸν, μὴ τύχοι μήτε ἐνταῦθα τῆς σῆς βοηθείας μήτε ἐκεῖθεν τῆς θείας σου ἀντιλήψεως, ἀλλὰ πανταχόθεν ἔσται ἀπερισκόπητός σοι καὶ ἀπεριφρούρητος. μόνον ἵλαθι νῦν, βασιλεῦ, τῇ κληρονομίᾳ σου, στῆσον τὴν καθ᾽ ἡμῶν δικαίαν ὀργήν σου, καὶ ἡμαρτηκόσι καὶ νῦν εἰς σὲ ἐπιστρέφουσι συγγνωμόνησον, ὅτι πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν τῇ ἀβύσσῳ παραμετρούμεναι τοῦ ἐλέους σου ὡσεὶ κοτύλη φαίνονται ὕδατος πρὸς ὅλον θαλάττης μέγεθος. οὕτως οὖν ἐξομολογοῦμαι ἐνώπιόν σου, δέσποτα, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου, καὶ οὕτω τὴν σὴν ἐπικαλοῦμαι σωστικωτάτην ἀντίληψιν καὶ ἐκ βαθέων ψυχῆς, ἀφιστάμενος τοῦ εἰσέτι ἅψασθαί τι τῶν ἱερῶν, κἂν πᾶσά με ἀνάγκη πρὸς τοῦτο καλῇ, χρεωστεῖν δὲ καὶ τὰ προαναληφθέντα κατατιθέμενος. Ἐπὶ τούτοις γὰρ καὶ τὸν παρόντα χρυσόβουλλον λόγον ἐξεθέμην, ἁπάσαις ταῖς ἐκκλησίαις σου ἀσφαλὲς φυλακτήριον, ἵν ὁ ἀπὸ τοῦδε τολμήσων τῶν ἱερῶν τινὸς κειμηλίων παράψασθαι, ὡς ἄντικρυς ἱερόσυλος παρὰ σοὶ καὶ τοῖς εὐσεβοῦσιν ἀνθρώποις λογίζηται· γεγενημένον κατὰ τὸν αὔγουστον μῆνα τῆς ἐ΄ ἰνδικτιῶνος ἐν ἔτει τῷ σφς΄, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος.