IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.20Imp. Alexii Comneni ut poenae conventionales exigantur et fisco inferantur, et de vacantium delatione. (A. 1082.)

Τὸ ἴσον τοῦ τιμίου καὶ προσκυνητοῦ βασιλικοῦ προστάγματος τοῦ φιλοχρίστου ἡμῶν βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, τοῦ κατὰ τὴν κή μηνὸς αὐγούστου ἰνδ. ε προ.. μεγ.. πρωτασεκρέτις καὶ κριτοῦ θράκης καὶ μακεδονίας καὶ ἐξισοτυ.τοῦ τοῦ σκληροῦ, καταστρωθέντος δὲ καὶ εἰς τὸ σεκρέτον τοῦ βεστιαρίου κατὰ τὴν ς ' μηνὸς ἰουλίου ἰνδ. ε΄, καὶ περιέχον οὕτως· Ἔτει σφς΄.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ βασιλεία μου ἀκριβῶς διαγνοῦσα, ὡς πολλοὶ τῶν συναλλάγματα ποιούντων καὶ συμφωνίας παραβαίνοντες ταῦτα καὶ ἀθετοῦντες πειρῶνται ἀνατρέπειν τὰ ἐξ ἀρεσκείας αὐτῶν καὶ ἀπὸ γνώμης συμφωνηθέντα κακοθελῶς, καὶ διὰ τὴν τοιαύτην αἰτίαν αὔξονται ὡς ἐπὶ πλεῖστον τὰ δικαστήρια καὶ πληροῦνται δικῶν· τοῦτο δὲ πάντως οὐκ ἄλλοθεν εἴωθε συμβαίνειν, ἀλλ᾽ ἢ τοῦ μὴ ἀπαιτεῖσθαι τὰ ἐγκείμενα πρόστιμα τοῖς συμφώνοις αὐτῶν· [κελεύει] εὐδοκεῖν πάντας εὐνομίᾳ βουλομένης, τὰ ὀρθῶς καὶ κατὰ νόμους συστάντα, εἴτε συναλλάγματα εἶεν εἴτε παρά τινων σύμφωνα, τὸ κῦρος ἔχειν ἐσαεὶ καὶ μὴ ἐκ μεταμέλου τινὸς ἀνατρέπεσθαι· καὶ ὡς εἴ τις ἀπό γε τοῦ νῦν τοιοῦτον τολμήσει ποιῆσαι, ὑποκεῖσθαι αὐτὸν τῇ τοῦ προστίμου ἐκτίσει. καὶ γὰρ οὐκ εὔλογον ἂν εἴη οὔτε δίκαιον, τὰ πρότερον καλῶς δόξαντα καὶ κατὰ γνώμην τῶν συναλλαξάντων συστάντα παραβαίνειν ἐκ μεταμελείας. καὶ κελεύει σοι τὴν περὶ τούτου· εἴδησιν ἔχοντι, ὃν ἂν εὕρῃς ἀπὸ τῆς σήμερον πρὸς ἀνατροπὴν χωροῦντα τῶν ἤδη κατὰ νόμους συμφωνηθέντων καὶ κατὰ τὸ ἀρεστὸν καὶ θυμῆρες αὐτῷ, ἀπαιτεῖν τοῦτον τὸ πρόστιμον ἀσυμπαθῶς καὶ ἀποταμίζειν τῷ δημοσίῳ. λοιπὸν οὖν ἐπανάγνωθι τὴν παροῦσαν πρόσταξιν τῆς βασιλείας ἡμῶν ἐν τοῖς καθίσμασι τοῦ ὑπό σε θέματος, ὡς ἂν διαγνόντες ἅπαντες ὡς οὐκ ἐκφεύξουσι τὴν ἀπαίτησιν τῶν προστίμων δίκαιοι καὶ εὐθεῖς ὦσι παρὰ τῷ συναλλάγματι.

2

pr.Ἐπεὶ δὲ ἀνέμαθε καὶ τοῦτο ἡ βασιλεία ἡμῶν, ὡς πολλοὶ ἄπαιδες καὶ ἀδιάθετοι θνήσκουσι, μηδένα ἔχοντες κατὰ τὸ ἐξ ἀδιαθέτου δίκαιον καλούμενον εἰς τὴν κληρονομίαν αὐτῶν, ἕτεροι δὲ αὐτονόμως ἐξιδιοῦντες καὶ σφετερίζοντες τὴν μηδόλως ἀνήκουσαν τούτοις ἐκείνων ὕπαρξιν, καὶ στερεῖται ὁ δημόσιος τῶν δικαίῳ λόγῳ ἁρμοζόντων αὐτῷ· κελεύει σοι ἔχειν προσοχὴν καὶ περὶ τούτου, διαλαλήσαντι δὲ καὶ ἐν ὅλῃ τῇ περιχώρῳ τοῦ ὑπό σε θέματος, ὡς εἰ κατά τι μηνυθείη ὑπό τινος ὡς τοιοῦτον, λήψεται τὴν δεκάτην μερίδα τῶν προσαγγελθέντων ὁ τὴν προσαγγελίαν ποιησάμενος. ὀφείλεις προσαγγελίας γενομένης ἀπογράφεσθαι τὴν ὕπαρξιν τοῦ τελευτήσαντος ἐν λεπτῇ ἀπογραφῇ, εἴ τι ἐν κινητοῖς καὶ ἀκινήτοις εἴη, καὶ παρατιθέναι ταύτην τῶν εὐλαβῶν ἐγχωρίων, μέχρις ἂν σὺ ἀναδιδάξῃς καὶ γράψῃς πρὸς τὸ τοῦ βεστιαρίου σεκρέτον καὶ τὴν βασιλείαν ἡμῶν ὡς ἂν τὸ δοκοῦν αὐτῇ γένηται. ᾿Απελύθη μηνὶ ἰουλ. ἰνδ. ε ἀπὸ τῆς θεοφυλάκτου πόλεως διὰ γράμματος τοῦ πρωτοπροέδρου κυροῦ σεργίου καὶ λογοθέτου τῶν σεκρέτων τοῦ ἐξαμι.. καὶ ἡ διὰ κηροῦ βασιλικὴ σφραγὶς τῷ βουλλωτηρίῳ τὴς ἁγίας δεσποίνης καὶ μητρὸς τοῦ βασιλέως.