IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.19Imp. Alexii Comneni de juramento corporali minorum et ne adversus juramentum restituantur. (A. 1082.)

Ἡ γεγονυῖα νεαρὰ παρὰ τοῦ βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ περὶ ὅρκου σωματικοῦ τῶν ἀφηλίκων, καὶ τοῦ μὴ ἔχειν αὐτοὺς ἀποκατάστασιν μετὰ τὸ τελεσθῆναι παρ ' αὐτῶν τὸν τοιοῦτον ὅρκον.

Abrir no leitor do IusCommune →

0

pr.Οὔτε σῶμα πονήρως ἐχούσης τῆς κεφαλῆς ἕξει κἄν ποτε ἀσφαλῶς, ἀλλὰ τῷ κυρωτέρῳ μέρει συμπονῆσαν τῆς λώβης αἰσθήσεται τοῦ νοσήματος, οὔθ᾽ ἡ τῆς πολιτείας ὁλότης ὑγιεινῶς ἂν σχοίη καὶ καθαρῶς μὴ τοῦ βασιλέως ὑφηγουμένου τὰ κάλλιστα, ἀλλ᾽ ἢ τὴν ἀρχὴν αὐτοῦ τῶν μὴ καλῶν πρακτέων προσκαταβάλλοντος ἢ μὴ τὰ φαῦλα καὶ μοχθηρὰ περικόπτοντος. εἰ γὰρ ἄρα φέρειν ἅπαν φιλεῖ πρὸς τὸ κρατοῦν τὸ ὑπήκοον καὶ συνεξομοιοῦσθαι τῷ ἄρχοντι, πρόδηλον πάντως τὸ συναγόμενον, ὡς τῷ τῶν κακιόνων ὑφηγητῇ ὁ πολὺς καὶ ὑπήκοος ἕψεται ἄν-· θρωπος. καὶ χρὴ διὰ ταῦτα τὸν βασιλέα ἢ ἄρχειν πάντως ἢ ἕπεσθαι τῷ καλῷ, μὴ μέντοιγε δέ ποτε κατάρχειν κακῶν, ἀλλὰ μᾶλλον καθ'᾽ ὅσον σθένος περιτέμνειν τε καὶ κωλύειν αὐτὰ, ἵνα ἐντεῦθεν πρὸς ἑαυτὸν τὴν τῶν ὑποτελῶν ῥυθμίζων προαίρεσιν· ἀγαθὸς ἂν εἴη κατὰ ψυχὴν βασιλεὺς καὶ τὴν κλῆσιν φέροις ἐπαληθεύουσαν ὄντως τοῖς πράγμασιν. ὅπερ δὴ καὶ ἡ εὐσεβὴς ἡμῶν βασιλεία καθ ' ἑαυτὴν ἐννοοῦσα καὶ κατὰ δύναμιν ἀγαθὸν ὑπόδειγμα γίνεσθαι τοῖς ὑπ᾿ αὐτὴν ἐπειγομένη καὶ σπεύδουσα, ἐπὶ τὴν παροῦσαν χρυσόβουλλον ἀπεῖδε γραφὴν, μερικὴν μὲν τὴν πρόφασιν ἔχουσα τῆς ἐκθέσεως, καθολικὴν δὲ τὴν εἰς τὸ μέλλον ἀπόφασιν καὶ τὴν τῶν ἐφεξῆς γενησομένων ὕστερον ὑποτύπωσιν. ἔχει δὲ τὰ τῆς ἀφορμῆς οὕτως· ὁ μακαρίτης σεβαστός κῦρος κωνσταντῖνος ἐκεῖνος, ὁ ἀδελφὸς τοῦ ἁγιωτάτου πατριάρχου κωνσταντινουπόλεως κυροῦ μιχαήλ, τἄλλα μὲν ἀνεπισφαλῶς τῶν κατ᾿ αὐτὸν περιεσκέπτετο, καὶ τὸ τοῦ φρονήματος αὐτοῦ περιδέξιον καὶ τὴν ἐν ἤθεσι καὶ γνώμαις εὐαρμοστίαν, οἷς ἔπραττεν, οἷς ἐγνωμάτευε, καὶ οἷς ἑκάστοτε τοῖς ὁμιλήσασι προσεφέρετο, διαφανέστερον παρεστήσατο. ἓν δὲ τι τούτῳ ἀνθρωπίνως προσώχθισε· οὐδὲ γὰρ πρὸ τῆς τελευταίας τούτου ἡμέρας πρὸ τοῦ καιροῦ ἐκείνου κατὰ καιρὸν ἐβουλεύσατο, οὐδὲ τὰ τῆς ἰδίας βουλῆς ἐν ἀπηρτισμένῳ ἐγγράφῳ ἐξέθετο. ἔφθη δὲ τοῦτον ἐπικαταλαβοῦσα ἡ τελευτὴ, καὶ ἡ ἐσχάτη τῶν κατ᾿ αὐτὸν διατύπωσις ἐν σχεδαρίῳ μόνον περιελήφθη ἀνάγραπτος. ἀλλ᾽ ὅσα μὲν περὶ τοῦ σχεδαρίου γέγονε τούτου, καὶ ὅθεν ὁρμώμενος ὁ μακαρίτης βασιλεὺς κῦρος νικη - φόρος ὁβοτανειάτης ἐδέξατο τοῦτο καὶ ἀπεδέξατο καὶ βέβαιον μένειν καὶ ἐῤῥωμένον παρεκελεύσατο, ἡ χρυσόβουλλος ἐκείνου ἐπιφαίνει γραφή, καὶ περιλαμβάνειν νῦν εἰς τὸ μέλλον καθέστηκε περιττόν. ἐπεὶ δὲ ὁ τὰ πρωτοτόκια φέρων τῶν παίδων τοῦ σεβαστοῦ, ὁ μέγας ἐπιφανέστατος πρωτοκουροπαλάτης κῦρος μιχαὴλ, καὶ μέγας δρουγγάριος τῆς βίγλης, ὁ περιπόθητος γαμβρὸς τῆς βασιλείας ἡμῶν, τὴν ὅλην οἰκονομίαν τῆς πατρικῆς οὐσίας ἀναδεξάμενος ἀπὸ τῆς ἀτελοῦς ἐκείνης γραφῆς τοῦ πατρὸς, οὐκ ἐπὶ μόνῃ τῇ τοῦ χρυσοβούλλου γραφῇ τοῦ βοτανειάτου τὸ ἀσφαλὲς ἔχειν καὶ ἀπραγμάτευτον ἠρετίσατο, ἀλλ᾽ ὡς νουνεχὴς ἀνὴρ καὶ ἐπίβολος τοὺς ὑπεραναβεβηκότας ἀδελφοὺς τὴν ἥβην, παρὰ μέρος λαβὼν ἕκαστον, δ᾽ ἐγγράφων αὐτοτελῶς παρ᾽ ἐκείνων γεγενημένων τὴν ἀνίσχυρον πρὸς νόμους γραφὴν τοῦ πατρὸς ὡς ὑγιᾶ τιμᾶσθαι πανταχόθεν ἀκριβωμένην διαθήκην πεποίηκε, καὶ ὅρκῳ τοὺς τῇ γνώμῃ ταύτῃ ἐμμείναντας ἀδελφοὺς σωματικῶς ἠσφαλίσατο· ἐπεὶ οὖν τέλος εὗρεν αὐτῷ τοιοῦτον τὸ ὑπὲρ τῆς τελευταίας βουλῆς τοῦ πατρὸς ἀγώνισμά τε καὶ σπούδασμα, καὶ οὐδὲν οὖν ἦν ἔτι λοιπὸν ἐχέγγυον ἀσφαλέστερον τῆς τοιαύτης τοῦ πράγματος παραφυλακῆς, τοῖς ἐλλογίμοις τῶν κρίσεων διαιτηταῖς ἀνακαλύπτει τὰ παρακολουθήσαντα, δημοσιεύει τὰς ἐγγράφους γνώμας τῶν ἀδελφῶν, θεατρίζει τὴν ἀπὸ τοῦ σωματικοῦ ὅρκου ἀσφάλειαν, ἐρωτᾷ εἰ αὐτάρκως ἔχει τοῦ ἀκριβοῦς ἡ ὑπὲρ τῆς πατρῴας βουλήσεως τούτῳ σπουδὴ, τὸ πλεῖον μέρος εὑρίσκων τῶν δικαστῶν ὁμογνωμονοῦν ἐγγράφην ἐκεῖθεν τὴν ἐπὶ τούτῳ γνώμην κομίζεται, ὑγιῶς πρὸς νομικὴν ἀκρίβειαν ἔχουσαν, καὶ πρὸς θείου φόβου συντήρησίν τε καὶ παραφυλακὴν ἐμμελῶς καὶ τελευτῶν ἐπ᾿ αὐτὴν ἐκείνην τὴν βασιλείαν ἡμῶν ἀναφέρει τὰ ἕκαστα, καὶ ζητεῖ καὶ παρὰ ταύτης μαθεῖν, εἰ χώρα δίδοται τοῖς ἐφήβοις αὐτοῦ ἀδελφοῖς μετὰ σωματικὸν ὅρκον καὶ τὴν ἐκεῖθεν ἀσφάλειαν δ᾽ ἀποκαταστάσεως αὖθις ἀναπαλαίειν τὸ γεγονὸς καὶ κατὰ τῆς οὐσίας πάλιν χωρεῖν τοῦ πατρὸς αἱρουμένοις τοῦτο ποιεῖν. ὑπέκρουε γάρ τις αὐτὸν οὐκ ἀγένητος λογισμὸς, μὴ τὸ τῆς βουλῆς τῶν ἀδελφῶν ἀτελὲς, δικασταῖς ἴσως περιτυχὸν πρὸς νόμων ἔχουσιν οὐκ εὐφυῶς παραφυλακὴν ἢ καὶ ἀνεξετάστως θάλπουσι τὴν τῆς ἡλικίας ἀτέλειαν, πράγματα δοίη τοῦτος εἰς ὕστερον καὶ δίκας λαγχάνειν τοῖς ἀδελφοῖς περὶ ἀνατροπῆς ἐνωμότων συνθηκῶν στασιάζουσι καὶ τὴν κακὴν ταύτην νίκην κινῆσαι φιλονεικοῦσι. καὶ ὁ μὲν ἐρωτᾷ διὰ ταῦτα καὶ τὴν ἀπὸ τῆς βασιλείας ἡμῶν ζητεῖ προσλαβέσθαι γνώμην ἐπὶ τῷ πράγματι. α. Ἡ δέ γε τοῦ κράτους ἡμῶν θεοσέβεια, τῆς αὐτῆς εἶναι κακίας διαγινώσκουσα αὐτουργεῖν τι γίνεσθαι τοῦ χείρονος καὶ μὴ ἀναστέλλειν τοῦτο δυνάμενον, νομικῇ τε ἠκολούθησε ἀκριβείᾳ καὶ θείους ἐσεβάσθη θεσμοὺς, καὶ κατὰ σωματικοῦ ὅρκου μὴ δίδοσθαί ποτε παρὰ δικαστῶν τοῖς νεωτέροις ἀποκατάστασιν, μάλα τρανῶς καὶ μεγαλοφώνως διὰ τῆς παρούσης χρυσοβούλλου γραφῆς νομοθετεῖ τε καὶ διατάττεται, καὶ τὴν τοιαύτην πρόσταξιν κρατεῖν εἰς τὸ μέλλον παρὰ δικαστηρίῳ παντὶ ἐν δίκως τε καὶ θεοσεβῶς διορίζεται. εἰ γὰρ τοῖς τὴν ἥβην ὑπεραναβαίνουσι νέοις τὴν μὲν ἐπιτροπῆς ἀσφάλειαν ὁ νόμος περιαιρεῖ, ὡς τῆς μάλα φρονούσης ἡλικίας καθεστηκόσιν ἐντὸς καὶ καθ᾽ ἑαυτοὺς τὰ πολλὰ συνιέναι δυναμένοις ὀρθῶς καὶ πράττειν ἐνίοτε ἀνεπισφαλῶς, ὑπὸ δὲ κουράτωρας τούτους καὶ κηδεμόνας καθίστησι, καὶ δ᾽ ἀποκαταστάσεως αὐτοῖς χαρίζεται τὴν βοήθειαν, ἐφ᾽ οἷς ἂν ἴσως περιγραφεῖεν αὐτοί· τὴν δὲ ἀποκατάστασιν κατὰ ἐῤῥωμένου πράγματος δίδοσθαι οἴδαμεν, ἄκυρον τοῖς νόμοις διά τινα ἐπισυμβᾶσαν περίστασιν προβαλλομένου ἰσχύν: τίς ἂν εἴη θρασὺς δικαστὴς ἢ βασιλεὺς ἐπὶ τοσοῦτον ὀλίγωρος τοῦ θεοῦ, ὡς κατὰ ἐῤῥωμένου μὲν πράγματος φύσει, διὰ δὲ ἡλικίας ἐνταῦθα περιτρεπομένου ἀτέλειαν, ἀποκατάστασιν τῷ νέῳ χαρίσεται καὶ αὐθέντης τούτῳ πρὸς ἐπιορκίαν γενήσεται, τῆς μὲν παλαιᾶς ἐκείνης καὶ σκιώδους νομοθεσίας, ἢ γαλακτοτροφουμένοις ἔτι τοῖς ἀνθρώποις πρὸς θεογνωσίαν ἐδίδοτο, τὴν ἐπὶ ματαϊσμῷ ὀνόματος τοῦ θείου παράληψιν ὑποπλατεῖ ἀπαγορευούσης τῷ παραγγέλματι καὶ παι διούσης τότε τοὺς ἀκυρωμένους τὰ ἔνορκα, τῆς δὲ ὑψηλοτέρας ταύτης καὶ θεωτέρας μηδὲ ὀμνῦναι ὅλως παρεγγυωμένης, ὡς τοῦ λόγου πάντως διὰ τὸν τρόπον ἀρκεῖν ὀφείλοντὸς εἰς πειθῶ; ἄντικρυς γάρ ἐστιν ἀνδρὸς ἀντινομοθετοῦντος θεῷ, τοιαύτην εἰσάγειν τὴν ἀτοπίαν τῷ πολιτεύματι, καὶ τῷ τῆς ἡλικίας ἔτι ἁπαλῷ καὶ ὀκλάζοντι, καθάπερ εἰρήκαμεν, σφραγιστῆρα τὴν τοῦ θεοῦ ὕβριν καὶ περιφρόνησιν ἐντυποῦν. ὅπερ ἵνα μὴ γένηται ἀπό γε τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς, καθολικῷ καὶ τελείῳ καὶ γε νικῷ παραγγέλματι διὰ τῆς παρούσης χρυσοβούλλου γραφῆς τὴν κατὰ σωματικὸν ὅρκον περιαιροῦμεν ἀποκατάστασιν, καὶ πᾶσι παρεγγυώμεθα δικασταῖς, μηδ᾽ εἰς νοῦν ποτε λαβέσθαι τὸ ἀπὸ τοῦδε ἢ βοηθῆσαι κατὰ θεοῦ τῆς ἡλικίας τῷ ἀτελεῖ, καὶ τὴν ἀποκατάστασιν δοῦναι χειραγωγεῖν εἰς ἐνωμότου τοιαύτης ἀθέ τησιν συνθήκης. τοῦτο γὰρ προδήλως καὶ τὰ ἐν τῷ ἐδάφει τῶν βασιλικῶν κείμενα δύο θεσπίσματα νομοθετοῦσι θεοσεβῶς· τὸ μὲν παρὰ σωματικὸν ὅρκον μηδεμίαν παρέχον ἄδειαν τῷ νεωτέρῳ δι᾽ ἀποκαταστάσεως αὖθις περὶ τῆς ἡλικίας ἀνακινεῖν καὶ τὴν περὶ ταύτης δίκην τιθέναι ἀνάδικον· τὸ δὲ εἰσάγον τὸν βασιλέα ἐπὶ ἀφήλικος ἀνακρινόμενον ἀναφορᾷ, ὡς αὐθέντην τοῦτον γενέσθαι ἐπιορκίας οὐκ εἰδέναι ὀφείλει· καὶ οὐδείς ἐστιν οὕτως ἐπὶ τοσοῦτον τῆς νομικῆς αὐθεντίας ἀνάσκητος, ὡς οὐκ οἶδε ταῦτα ἐν τῷ ἱ βι. τῶν βασιλικῶν ἐν δυσὶ διαφόροις κείμενα [κεφαλαίοις] καὶ τὴν ἑρμηνείαν εἰσάγοντα προδήλως. καὶ πῶς ἂν ἡμεῖς ἐπίπλεον τῷ φόβῳ τοῦ θεοῦ στοιχειούμενοι καὶ τὴν θείαν χάριν τῆς θεοδότου διδασκαλίας δαψι λέστερον εἰσοικισάμενοι καὶ πλουτήσαντες, ταναντία τούτου ἀντινομοθετήσομεν καὶ θεοῦ τοῖς βουλομένοις μυκτηρισμὸν καὶ ὕβριν ἐφήσομεν; εἰ γὰρ καὶ τῶν δικαστῶν ἔνιοι, τὴν ἐξ ὑπονοίας τοῦ θαλελαίου φράσιν περιλαμβάνοντες, κατὰ μὲν ἡλικίας φάσκουσι τὸν σωματικὸν ὅρκον κρατεῖν, κατὰ δὲ συναλλαγμάτων ἑτέρων τῷ τοιῷδε ὅρκῳ βεβαιουμένων τὴν ἀποκατάστασιν ἔχειν τὸ ἐνεργὸν, ὅτι καὶ ὁ θαλέλαιὸς εἶπε τὴν τοῦ βασιλέως παραφράζων ἀντιγραφὴν, ὡς δοκεῖ ὁ βασιλεὺς τοῦτο λέγειν, ὅτι δύνασαι μὲν κατὰ τῆς ὁμολογίας σου καὶ τοῦ ὅρκου αἰτῆσαι ἀποκατάστασιν, οὐκ ἐγὼ δὲ σὲ εἰς τοῦτο προτρέπομαι· ἀλλ᾽ οὗτοι πόῤῥω τῆς ἐννοίας θέουσι τοῦ καλοῦ, τῇ τοῦ θαλελαίου ὑπονοίᾳ πλέον ἰσχύος τῆς αὐτοφανοῦς ἑρμηνείας τῶν βασιλικῶν ῥημάτων ἀποφαινόμενοι, καὶ δόκησιν μὲν ἀληθείας ἐπίπροσθεν ἄγοντες, διὰ δὲ φαντασιοκοπίαν ἀνδρὸς – ἐν δισταγμῷ κἀκείνην εἰσαγομένην – ἀνερυθριάστως ὅρκου καὶ συνθηκῶν ἀθέτησιν παρεισάγοντες. καίτοιγε μᾶλλον ἐχρῆν ἀνθρώπους ὄντας θεοσεβεῖς, καὶ θεοῦ καὶ ἀνθρώπων εἰδότας ὅσον ἐστὶ τὸ διαφέρον, ἐν ἀμφιβόλοις (ὡς αὐτοὶ νοοῦσε) ῥήμασι καὶ νοήμασιν ἐξανάγκης πάντως θεῷ τὰ πρεσβεῖα χαρίσασθαι, καὶ μηδέν τι τῶν ὅσα ἐστὶν ὑπὸ γένεσιν τῆς πρώτης ἐκείνης ὑπεράνω θεῖναι μεγαλειότητος, ἢ μικροπρεπεῖς καὶ ὀλιγογνώμονας, καὶ τὴν ἀνθρώποις τάξιν καὶ εὐκοσμίαν γνωρίζοντας, μὴ καὶ κατὰ βασιλέως ἐφεῖναι τὸ πλέον ἔχειν τὸν ἰδιωτεύοντα δικαστήν. εἰ γὰρ καὶ μὴ ἀποφαντικὴ τέλεον τοῦ βασιλέως ἦν ἡ ἀντιγραφὴ, καὶ ἐπὶ σωματικοῦ ὅρκου ἐκφωνηθεῖσα αὐτὸν ἐκεῖνον εἰσῆγε τὸν ἀντιγράφοντα μὴ εἰδέναι, ὡς αἴτιος τούτῳ ἐπιορκίας ἔσται ποτέ, μηδ᾽ ὁ ἑρμουπολίτης αὐτὸν ἐπιστόμιζεν ἀνὴρ, καὶ οὗτος ὀξὺς συνιδεῖν καὶ φωράσαι τὴν ἐγκαθημένην ταῖς νομικαῖς βαθύτησιν ἔννοιαν, λέγων ὡς ὁ ἥττων ὀμόσας σωματικὸν ὅρκον μὴ ἀποκαθίστασθαι, οὐκ ἀποκαθίσταται· εἶχε δὲ τὰ πρεσβεῖα ἡ τοῦ θαλελαίου παραγραφή „ὁ βασιλεὺς δίδοσθαι μὲν τὴν ἀποκατάστασιν τοῖς ἀφήλιξι τοῦ σωματικοῦ ὅρκου οὐκ ἀνένευε, φειδοῖ δὲ τοῦ ὅρκου ταύτην αὐτὸς διδόναι οὐ συγκατένευε· πῶς ἂν δικαστὴς ἐλάσσων, ὃ βασιλεὺς χαρίσασθαι οὐκ ἐθάῤῥησε τὸν μείζω βασιλέα καὶ δικαστὴν εὐλαβούμενος, ἀπερισκέπτως οὕτως ἀποθαῤῥήσει δωρήσασθαι, καὶ μεῖζον ἑαυτῷ περιόψει κράτος τοῦ βασιλέως, ἐφ οἷς ἄρα τῷ νέῳ τὴν κατὰ θεοῦ χαρίσασθαι τόλμην βεβούληται, καίτοιγε τὴν κατὰ τῶν δὶς κεκριμένων ἀποκατάστασιν τοῖς ἀτελέσιν οὐ δίδωσι δικαστὴς, βασιλεὺς δὲ ταύτην ἐλέῳ τῶν νέων χαρίζεται (καὶ λέγει τοῦτο διάτ. τοῦ κώδ. ἐν βι. ί τῶν βασιλικῶν), ἐνταῦθα δὲ τὸ πλέον ἕξει τοῦ βασιλέως ὁ δικαστής; καὶ ὅπου περιφρονεῖται θεὸς καὶ τὸ ἅγιον τούτου μυκτηρίζεται ὄνομα, ἐνταῦθα τὸ μέγιστον σχοίη τοῦ βασιλέως ὁ ἰδιώτης, καὶ ὃ μὲν ἐκεῖνος· δοῦναι οὐκ ἐτόλμησεν, οὗτος ἀνερυθριάστως χαρίζηται; καὶ τίς ἀνάσχοιτο τῆς ἀτοπίας τοῦ πράγματος, ἄνθρωπος ὢν καὶ λόγῳ τιμώμενος, καὶ τοῦ θεοῦ κλῆσιν ὅτι ποτὲ ἐστὶν ὅλως εἰδὼς, καὶ τίς ἡ ἐκεῖθεν ἀντίδοσις τῶν ἐνταῦθα βεβιωμένων διὰ τῆς ἡμετέρας διδασκαλίας παραλαβών; εἰ δὲ καὶ ἀντιλέγειν τὶς ἴσως ἐπιχειρῶν συντίθεται μὲν καὶ αὐτὸς, ἰδιώτην μὴ δύνασθαι δοῦναι τὴν κατὰ σωματικοῦ ὅρκου ἀποκατάστασιν, βασιλεῖ δὲ τὴν τοιαύτην ἐξουσίαν προσεῖναι, κἀκεῖθεν ἔχειν τὸν νέον τὸ ἰσχυρὸν εἰς τὴν τοῦ σωματικοῦ ὅρκου ἀθέτησιν, οὐκ οἶδα εἰ περὶ βασιλέως οὗτος λέγει· ὁ ἄνθρωπος ἀλλὰ μὴ τυράννου καὶ ἀποστάτου καὶ τῆς θείας χειρὸς ἀφηνιάζοντος ἄντικρυς. εἰ γὰρ βασιλεῖς διὰ θεὸν βασιλεύουσι, κἀκεῖθεν ἡμῖν τὸ ἐξουσιαστικὸν καὶ οὐκ ἄλλοθεν, τίς ἂν εἴη πάντολμος βασιλεὺς, ὃς καὶ αὐτὸ τὸ ἐννόημα ὡς ἄντικρυς ἔργου οὐ δυσωπηθήσεται ἀποτέλεσμα; ἀλλ᾽ οὐδὲ πρὸ τῆς παρούσης ταύτης ἡμῶν χρυσοβούλλου γραφῆς οἶμαί ποτε ἢ δικαστὴν ἢ βασιλέα εἰς ἀπόνοιαν τοσαύτην ἐλθεῖν, ὡς δ᾽ ἀποκαταστάσεως ἀνατρέπειν ὅρκου δόσιν σωματικοῦ καὶ ἐνεσχηματισμένῳ ἐλέει τῆς ἡλικίας πρόδηλον εἰσάγειν ἀσεβείας ὑπεροχήν· καὶ νῦν μετὰ τὴν παροῦσαν ἡμῶν ταύτην ἀπὸ διαγνώσεως μεμεριμνημένης ἀπόφασιν οὐκ ἄν ποτε οὔτε δικαστὴς οὔτε βασιλεὺς δυσσεβέστατον κακοδοξίας ἑαυτῷ προσάψει ἔγκλημα, διὰ θάλψιν τῶν νεωτέρων τὸ θεῖον ὑβρίζεσθαι μὴ ἀπαρνούμενος ὄνομα. Παρεγγυώμεθα γὰρ ἅπασι δικασταῖς ἰδιώταις καὶ βασιλεῦσιν, καὶ τοῖς μὲν βασιλικῶς, τοῖς δὲ ἀδελφικῶς, ἐπισκήπτεσθαι· τοῦ μηδένα τῶν ἁπάντων ἐν οἱῳδήποτε χρόνῳ καθ ' οἱονδήποτε τρόπον ἀπ᾿ ἐναντίας ἐλθεῖν τοῦ γενικῶς ἐκφωνηθέντος τοῦδε θεσπίσματος καὶ κρατεῖν μέλλοντος ἐπὶ πᾶσι τοῖς τοιουτοτρόποις φάκτοις καὶ θέμασιν, ὡς βεβαίου καὶ ἀσφαλοῦς τυγχάνοντος τοῦ παρόντος εὐσεβοῦς χρυσοβούλλου λόγου, γεγενημένου κατὰ τὸν μάϊον μῆνα τῆς ἐ ἰνδ. ἐν ἔτει τῷ σφς΄.