JGR III 4.18Imp. Alexii Comneni de foro laicorum et clericorum invicem litigantium '. (Α. 1081.)
Τὸ κατὰ τὸν ἰούλιον μῆνα τῆς δ ' ἰνδ. τοῦ ςφηθ ' ἔτους ἀπολυθὲν χρυσόβουλλον τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ, προστιθέμενον ταῦτα ῥητῶς.
Abrir no leitor do IusCommune →0
pr.Εἰ δὲ μερισμὸς ἐν τοῖς διαμαχομένοις· ἐστὶ, καὶ ὁ μὲν τῆς κοσμικῆς φαίνεται καταστάσεως, ὁ δὲ τῷ θείῳ κλήρῳ ἐγκατείλεκται, ὁ ἐνάγων τηνικαῦτα τῷ φόρῳ τοῦ ἐναγομένου ἐξ ἅπαντος ὑποκείσεται καὶ ἕκαστος εἰς τὸ πρόσφορον δικαστήριον ἀπελεύσεται. εἰ μήπω πολλάκις τὶς τῶν ἀπαντώντων τὸ βασιλικὸν δικαστήριον ἐπιζητοίη. τότε γὰρ σχολαζόντων ἁπάντων ἡ βασιλικὴ μεγαλειότης διαιτήσει τῇ δίκῃ καὶ τεμεῖ τὸ ἀμφίβολον.