JGR III 4.2Imp. Constantini Ducae, quod imperator thronorum praesidentiam mutare non possit. (Α. 1065.)
Abrir no leitor do IusCommune →0
pr.Οἱ θεοφιλέστατοι μητροπολῖται ἐδεήθησαν τῆς βασιλείας μου, ἁγιώτατέ μου δέσποτα, ὅτι οἱ μητροπολῖται σύγκελλοι καὶ Ματοσύγκελλοι πειρῶνται διὰ τῶν συγκλητικῶν τιμῶν ἀλλάξαι της σεβασμίους θρόνους. καὶ τί ἐξουσίαν ἔχει ὁ βασιλεὺς ἢ τὸ συγκλητικὸν ἀξίωμα ἀμείβειν θρόνους, οὓς ὁ θεὸς διὰ τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων ἔταξε; τοῦ γὰρ βασιλέως ἱσταμένου μετὰ φόβου καὶ τρόμου (ἐάν ἐστιν ἄνθρωπος ὁ βασιλεὺς) καθεζομένου τοῦ ἱερέως, πῶς δύναται ὁ ἱστάμενος χαρίσασθαι τῷ καθεζομένῳ ὑψηλότερον θρόνον, καὶ ὁπότε οὐχὶ μόνον ἐπὶ τῶν μητροπολιτῶν καὶ ἀρχιεπισκόπων τοῦτο γίνεται, ἀλλὰ καὶ ἐπὶ ἱερέως πτωχοῦ ζευγηλατοῦντος ἢ καὶ ποιμαίνοντος, ὥσπερ ἦν καὶ ὁ ἐν ἁγίοις μέγας σπυρίδων ὁ θρυλλούμενος; λοιπὸν ἐν μὲν τῇ ἐκκλησίᾳ, ἔνθα καὶ ὁ ἁγιώτατος καὶ οἰκουμενικός πατριάρχης τυγχάνει, ἔν τε συνόδοις καὶ στάσεσι καὶ δικαστηρίοις, ἔν τε καθέδραις καὶ τοῖς λοιποῖς, ἕξει τὸν θρόνον ἕκαστος, ὃν δέδωκεν αὐτῷ ἡ ἁγία σοφία, ἥτις ἐστὶν ὁ λόγος τοῦ θεοῦ καὶ κυρίου. καὶ ᾧπερ δέδωκεν ἐκεῖνος θρόνον, τίς ἀφαιρήσεται ἐξ αὐτοῦ καὶ ἀποστερήσεται; ἐν δὲ τῷ παλατίῳ ἕξει τὴν τιμὴν ἕκαστος τὴν ἐν τῇ συγκλήτῳ τυπωθεῖσαν αὐτῷ. πίστευσον γάρ μοι ὅτι καὶ φρίκης τὸ πρᾶγμα, καὶ οὐδὲ οἱ ἁγιώτατοι μητροπολῖται πρωτοσύγκελλοι καὶ σύγκελλοι οὐδὲ ἐμοῦ κατανεύσαντος ἀνέξονται τοῦτό ποτε. ὅμοιοι γάρ εἰσιν ἅπαντες τῇ ὁμηγύρει τῶν ἁγίων καὶ πανενδόξων ἀποστόλων· καὶ οὓς ἔταξεν ὁ χριστὸς καὶ θεὸς ἡμῶν ἐν τῷ μυστικῷ καὶ ζωοποιῷ δείπνῳ καθεσθῆναι καὶ δειπνῆσαι, τίς δύναται ἀμεῖψαι τὴν καθέδραν ἐκείνων; ἡ δὲ παροῦσα σήμερον ἀντίτυπός ἐστιν ἐκείνης, ὡς ἔχω καὶ ὡς πιστεύω. ἀλλ᾽ οὐδὲ οἱ ἅγιοι μητροπολῖται σύγκελλοι καὶ πρωτοσύγκελλοι ἵνα τοῦτο φέρωσι βαρέως, πειθόμενοι τῷ μεγάλῳ παύλῳ πράξαντι καὶ διδάξαντι· „ὅσος μὲν εἶ, τοσοῦτον ταπείνου σαυτὸν, καὶ πρὸ τούτου τοῦ δεσποτικοῦ ῥήματος διδάσκοντος πάντας ἡμᾶς τὸ· „ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. τίς εἶδε, τίς ἤκουσε τοιαύτην εὐκολίαν καὶ ὁδὸν εἰσάγουσαν εἰς ζωήν; εἰ τοίνυν εἰς ταύτην τὴν ὁδὸν καὶ ἐμὲ καὶ τὴν ἁγιωσύνην σου (ἣν γινώσκω ἐγὼ) ἐδοκίμασεν, εὗρεν ἂν καθίσαντας ὅπου ἐκέλευσε, μέχρις ἂν ἔσωσεν, ὡς ἐν τῷ βαλαὰμ ἀναγινώσκεται· καὶ οὐ δεῖται πολλῆς ἐξηγήσεως, ὅτι ἐποίησαν βασιλεῖς δεικνύοντας ἑαυτοὺς μαθητὰς τοῦ χριστοῦ· ἐγὼ ὀλίγον ἐνέτυχον τοῖς κανόσιν, ἀλλ᾽ εὗρον γεγραμμένον, ὅτι ὁ μὴ στοιχῶν πᾶσι τοῖς τυπωθεῖσι παρὰ τῶν ἁγίων πατέρων ἀναθέματι ὑποκείσθω· ἦ τίς ἐστὶν οὕτω τολμητίας καὶ ἀλαζὼν καὶ αὐθάδης, ἵνα παρασείσῃ ἓν ῥῆμα τῶν θείων κανόνων ἐκείνων; εἰ δέ τις ἐτόλμησε καὶ τοιοῦτον, ἴσως ἠγνόησε τοὺς κανόνας ἢ ἐπελάθετο, καὶ ἵλεως αὐτῷ γένοιτο ὁ κύριος ὡς ἀγνοήσαντι. ὅπερ δὲ θέλω ἐρωτῆσαι, ἀποκριθήτω μοί τις τῶν ἁπάντων. ἐὰν γένηται μητροπολίτης λιτὸς πρωτόθρονος εἰς καισάρειαν καὶ ἕτερος εἰς ἔφεσον, γένωνται δὲ σύγκελλοι εἰς θεσσαλονίκην ἢ ὑδροῦντα, ἆρα προκαθίσουσι τοῦ καισαρείας ἢ τοῦ ἐφέσου; ὅμως ἂν θέλῃ τὶς καινοτομεῖν τὸ θεῖον καὶ βλασφημεῖν καὶ ἀνατρέπειν τοὺς κανόνας τῶν ἁγίων ἀποστόλων καὶ θεοφόρων πατέρων, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. εἰς δὲ τὸ παλάτιον ἐχέτω τὴν τιμὴν ὁ σύγκελλος καὶ εἰς τὰ κοσμικὰ δικαστήρια. ᾿Αποτεθήτω οὖν ἡ παροῦσα γραφὴ ἐν τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, ὡς ἂν ᾖ δήλη καὶ εἰς τὸ ἑξῆς ἡ τοιαύτη πρόσταξις καὶ οἰκονομία τῆς βασιλείας μου· ἥτις καὶ τῇ διὰ κινναβάρεως ὑποσημασίᾳ καὶ τῇ διὰ χρυσῆς βούλλης σφραγίδι τυπωθεῖσα ἐξετέθη μηνὶ μαΐῳ ἰνδ. γ΄.