IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.1Imp. Isaacii Comneni aurea bulla de sportulis pro ordinatione praestandis et de canonico '. (Inter 1057-1059.)

Abrir no leitor do IusCommune →

1

pr.Τυποῖ ἡ βασιλεία μου, καὶ ἐπὶ τῇ χειροτονίᾳ τῶν ἱερέων καὶ ἐπὶ τῷ κανονικῷ τὸν παλαιὸν ἐνεργεῖν τύπον· καὶ μηδὲν ἐπὶ τῇ χειροτονίᾳ λαμβάνειν πλέον τὸν χειροτονοῦντα τοῦτον ἐπίσκοπον ἢ τὸν ἀρχιεπίσκοπον, ἀλλ᾽ ἢ μόνα τὰ ἑπτὰ χρυσᾶ νομίσματα τῆς προτιμωμένης χαραγῆς τῆς βασιλείας μου· ἤγουν ἓν μὲν ὅτε ποιεῖ τοῦτον λιτὸν παπᾶν ἤτοι ἀναγνώστην, τρία δὲ οτε χειροτονεῖ αὐτὸν διάκονον, καὶ ἕτερα τρία ὅτε πλα ροῖ αὐτὸν ἱερέα ἤτοι πρεσβύτερον.

2

pr.Ωσαύτως καὶ ὑπὲρ τοῦ κανονικοῦ ἀπὸ τοῦ ἔχοντος χωρίου λ ' καπνοὺς νόμισμα ἓν χρυσοῦν ὅμοιον, ἀργυρᾶ δύο, κριὸν ἕνα, κριθῆς μόδια ἓξο, οἴνου μέτρα ἓξ, ἀλεύρου μόδια ἓξ, καὶ ὄρνιθας τριάκοντα· ἀπὸ δὲ τοῦ ἔχοντος κ΄ καπνοὺς τὸ δίμοιρον τοῦ νομίσματος, καὶ ἀντὶ τῶν β΄ ἀργυρῶν ἀργυροῦν α΄, μέσαρνον ἓν, κριθῆς μόδια δ΄, οἴνου μέτρα δ΄, ἀλεύρου μόδια δ ' καὶ ὄρνιθας κ΄· ἀπὸ δὲ τοῦ ἔχοντος ί καπνοὺς χωρίου ἀργυρᾶ ἐ, ἀρνίον ἓν, κριθῆς μόδια β΄, οἴνου μέτρα β΄, ἀλεύρου μόδια β΄ καὶ ὄρνιθας ί· καθὼς καὶ ἐν τοῖς σιγιλλίοις τῶν παλαιῶν πρακτικῶν ἀναγράφεται, καὶ ἡ σύμφωνος κατάθεσις τῶν ὅλων θεματικῶν παρέστησε τῇ βασιλείᾳ μου.