JGR III 4.3Imp. Constantini Ducae de dotis privilegio. (Inter 1059-1067.)
Τοῦ βασιλέως κυροῦ κωνσταντίνου τοῦ δούκα νεαρά.
Abrir no leitor do IusCommune →0
pr.Ἰστέον ὅτι ὁ δούκας ὁ βασιλεὺς λύσιν ἐποίησε πρὸς ἀναγραφὴν ἀντιγραφεῖσαν σεκρετικῷ, ἐν ᾗ ποιεῖται διαστολήν τινα περὶ τῆς προτιμήσεως τῆς προικὸς τῆς κατὰ τοῦ δημοσίου τυγχανούσης, ὁπόταν ἡ προῖξ προγενεστέρα τυγχάνῃ. ἐπὶ γὰρ καὶ μόνοις τοῖς φαινομένοις τῆς προικὸς πράγμασι προτιμᾶσθαι βούλεται τὴν γυναῖκα τοῦ δημοσίου, οὐ μὴν καὶ ἐπὶ τοῖς μὴ φαινομένοις, τουτέστιν ἐπὶ τοῖς ῥητῶς ἐν τοῖς συμφώνοις τῆς γυναικὸς ἀναγεγραμμένοις· τὰς δὲ σιωπηρὰς ὑποθήκας τῆς ἀνδρῴας οὐσίας κατὰ τοῦ δημοσίου ἐνισχύειν ἀπαγορεύει, ἐν οἷς δηλονότι τὴν τοῦ ἀνδρὸς ὕπαρξιν ἔνοχον σχῇ ὁ δημόσιος· καὶ οὐδὲ τὴν γυναῖκα δέχεται λέγουσαν ἐκ τῶν προικιμαίων νομισμάτων αὐτῆς ἠγοράσθαι τόδε τὸ πρᾶγμα, εἰ μὴ ῥητῶς αὐτὸ ἐν τοῖς συμφώνοις διώρισται. ταῦτα δὲ διατέτακται οὕτως παρὰ τοῦ μνημονευθέντος βασιλέως διὰ τὰς εἰωθυίας συμβαίνειν ἐν τοῖς τοιούτοις περινοίας κατὰ τοῦ δημοσίου, καὶ δόλον συμπλεξουσῶν πολλάκις καὶ τῶν γυναικῶν τοῖς ἰδίοις ἀνδράσι καὶ λεγουσῶν καταναλωθῆναι παρ᾽ ἐκείνων τὰς σφετέρας προῖκας, ἢ καὶ σκεπτομένων ψευδῶς ἐκ τῶν προικιμαίων πραγμάτων τόδε τὸ ἀκίνητον ἐωνῆσθαι. ἡ οὖν τοιαύτη λύσις τοῦ δούκα κρατεῖ σήμερον ἐν τύπῳ νεαρᾶς διατάξεως καὶ τὸ ἐνεργὸν ἔχει.