JGR III 3.9Imp. Constantini Porphyrogeniti de sportulis secunda. (Inter 945 - 959.)
Νεαρὰ νομοθεσία τοῦ αὐτοῦ, ἣν ὑπηγόρευσε θεόδωρος πατρίκιος καὶ κοιαίστωρ ὁ δεκαπολίτης, περὶ ἐκταγιατικῶν. τῆς γὰρ πρὸ ταύτης νομοθεσίας ἀποδοκιμασθείσης, διὰ τὸ περιέχειν τοὺς θεματικοὺς κριτὰς καὶ τὸν σκρίβαν δικαστικὰ λαμβάνειν, ἢ, ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, δικάζειν, ἐνομοθετήθη αὕτη.
Abrir no leitor do IusCommune →0
pr.Ἔκτισίν τινα παράλογον ἄρτι πρὸ βραχέος κατὰ τῶν ἡμετέρων ἐπινοηθεῖσαν ὑποτελῶν δεῖν ᾠήθημεν διὰ τοῦ παρόντος ἐπανορθώσασθαι διαγγέλματος. οἶμαι γὰρ, ὡς οὐδένα διαπέφευγεν, οἵαν σύγχυσιν καὶ ἐπιπλοκὴν ἡ τῶν λεγομένων ἐκταγιατικῶν ὑπόθεσις παρεισήγαγε. θηρώμενοι γὰρ ὡς οὐκ ὤφελον ἑνὶ τῶν δικαστῶν κέρδος ποιεῖν ἐκ τῆς ἑτέρου ζημίας, οὕτω κατασχίζουσι τὰς ἀποδείξεις, ὡς πολλάκις μηδὲ τὴν τῶν μερῶν παράστασιν ὑπομένειν. πρὸ γὰρ τῆς δεούσης δοκιμασίας καὶ ἀκροάσεως φθάνουσι τὴν μεταγωγὴν δρώμενοι τῆς νομῆς· ἐν οἷς πολλάκις συμβαίνει, ἐκ τῆς τῶν συνεχῶν δικαστῶν ἐφόδου καὶ τῆς ἀλλεπαλλήλου μεταφορᾶς τὴν τῶν ὑποκειμένων διατίμησιν τὸν δεκασμὸν ὑπερακοντίσαι. διὰ τοιαῦτα ἡ ἡμετέρα γαληνότης πολλὴν ποιουμένη τῶν ὑπὸ χεῖρα τὴν πρόνοιαν, οὐ νέαν τινὰ ἐπεισάγουσα νομοθεσίαν, ἀλλὰ τὴν παλαιὰν καὶ ἀδέκαστον ἀνακτωμένη συνήθειαν, συντόμῳ λόγῳ τὰ περὶ τούτων διατυποῖ.
1
pr.Πορίζεσθαι μὲν οὖν κατ᾿ οὐδένα λόγον βουλόμεθα τοὺς δικαστὰς κέρδος ἐκ τῶν τοιούτων, οὐδὲ τῇ προφάσεις τῶν νοταρίων ἢ ἀνθρώπων αὐτῶν. οὐδὲ γὰρ οὐδὲ τούτους μεριστὰς εἶναι τῶν ἐκταγιατικῶν συγχωροῦμεν, ἀλλὰ μόνοις τοῖς ὑπηρετουμένοις ταῖς τάξεσι τῶν κριτῶν προελευσιμαίοις κατὰ τὴν ὑποκειμένην οἰκονομίαν συμμέτρως ἐπιτρέπομεν τὴν τούτων λῆψιν. ἱκανοῦσθαι δὲ τῷ μὲν κριτῇ διακελευόμεθα ἐν ἐκείνοις τοῖς ἐκ τῆς βασιλικῆς εὐσεβοῦς χειρὸς καὶ τῆς τοῦ προσοδίου αὐτοῦ παροχῆς· τοῖς δὲ τῇ ὑπηρεσίᾳ αὐτοῦ ὑποτεταγμένοις, νοταρίοις τε καὶ ὑπουργοῖς, ἐξ ὧν ὑπὲρ τῶν ἐγγράφων κρίσεων λαμβάνουσιν παρ᾽ ἐκείνων, οἳ τὴν νικῶσαν ἀποφερόμενοι ψῆφον κρίσεσιν ἐγγράφοις κατοχυρώσασθαι ταύτην προήρηνται. οὕτω γὰρ καὶ ὁ κριτὴς ἐπιπονώτερον πρὸς τελείαν ἀπόφασιν τῶν ζητουμένων διαναστήσεται, καὶ οἱ προσήκοντες αὐτῷ ὑπηρέται πρὸς τοῦτο διοικήσεως ἐποτρυνοῦσιν αὐτὸν καὶ παρακαλέσουσι καὶ προθυμότερον θεραπεύσουσιν, εἰδότες ὡς οὐκ ἔσται ἄλλοθεν αὐτοῖς πορισμὸς εἰ μὴ ὁ ἀπὸ συντελείας τῆς δίκης, εἰ δ᾽ ἂν μίαν ἀπόφασιν ἐφ᾽ ἑκάστῃ ἡμέρᾳ καὶ κρίσιν ποιήσηται, ὑπὲρ τὰ τριακόσια νομίσματα πάντως δι ὅλου τοῦ ἐνιαυτοῦ κομιοῦνται κέρδος.
2
pr.Πλὴν ἀλλ ' οὐδὲ ἐν τούτοις διακεχυμένην αὐτοῖς καὶ ἀδιάστικτον παρέχομεν ἄδειαν, ἀλλὰ καὶ πρὸς τὴν τῆς δίκης ποσότητα καὶ τὸν μισθὸν διατυποῦμεν τῆς ἐγγράφου κρίσεως.· ἐπὶ ὑποθέσει τοίνυν λς ' νομισμάτων ἓξ μιλιαρήσια τὸν δικαιούμενον καὶ κρίσιν ἔγγραφον λαμβάνοντα κατατίθεσθαι κελεύομεθα· ἐπὶ δὲ μιᾶς λίτρας ἢ δυοῖν ἢ τριῶν, νόμισμα ἕν· ἐπὶ δὲ τεσσάρων ἢ πέντε ἢ ἓξ, νομίσματα δύο· ἐπὶ δὲ ζ΄ ἢ ἡ ἢ θ΄, νομίσματα τρία· ἐπὶ δὲ ί ἢ ια ἢ ιβ΄, νομίσματα δ΄· ἐπὶ εξ δὲ ποσότητος πλείονος ὅση δ᾽ ἄν ἐστι μέχρι κεντηναρίου, νομίσματα ἐ καὶ μὴ περαιτέρω. ταῦτα ἐν κρίσεσιν, ὅπου μερισίαι πολλάκις ἢ ἀποδόσεις ἐπακολουθοῦσιν. ἐν οἷς δὲ μερικοὶ μερισμοὶ ἢ ἐντάλματα ἢ σημειώσεις καταθέσεών τινων εἰκότως ἢ διαγνώσεων, ἀτελῶν μέντοιγε, ἐν τοῖς τοιούτοις μὴ πλέον τοῦ· νομίσματος παρέχεσθαι ἐπὶ ιβ΄ λιτρῶν ποσότητι καὶ ἐπέκεινα κἂν ὑπὲρ᾽ κεντηναρίου ᾖ, ἧττον δὲ τοῦ νομίσματος μᾶλλον κατ᾿ ἀναλογίαν τῆς ὑποκειμένης ποσότητος, ὡς λογίζεσθαι μιλιαρήσιον ἐφ᾿ ἑκάστῃ λίτρᾳ, καὶ τὸ ἐκ τούτων ἀποσυναγόμενον ἱκανὸν εἶναι τοῖς νοταρίοις καὶ τοῖς τοῦ κριτοῦ ὑπουργοῖς. β΄. Τοῖς δὲ προελευσιμαίοις ἐφίεμεν μετὰ τῆς ἄλλης ἧς ἀπολαύουσιν ἐξκουσσείας, φοσσάτων τε καὶ πολέμων ἀπηλλαγμένοις ἔχειν καὶ τὰ τῶν ἐκταγιατικῶν, ἵν᾽ ἐκ τούτων τὰ διαρκή ποριζόμενοι μὴ βαρύνωσιν ἐν τοῖς ἀπλήκτοις τοὺς εὐαγεῖς οἴκους, μηδὲ προστιθῶνται καὶ οὗτοι εἰς μείζονα καινοτομίαν τῶν τὴν ὑποδοχὴν ποιουμένων, ἀλλ᾽ αὐτοὶ μὲν ἐξ ὧν κερδαίνουσιν ὠνοῦνται τὴν χρείαν, οἱ δὲ κριταὶ ἄφθονον ἔχοιεν τὴν τῶν ἀναγκαίων παροχήν. συμμετρεῖσθαι δὲ τούτοις τὴν τῶν ἐκταγιατικῶν λῆψιν οὐ πρὸς τὴν ποσότητα τῶν ἀποδιδομένων κτημάτων ἢ πραγμάτων, ἀλλὰ πρὸς τὸν κόπον καὶ τὴν τριβὴν τοῦ τε χρόνου καὶ τῆς ὁδοιπορίας. εἰ γὰρ λόγου χάριν ἅπαξ πεμφθεὶς δέκα λιτρῶν ἀπόδοσιν ἐποιήσατο κτημάτων ἢ πραγμάτων, ἓν νόμισμα λήψεσθαι τοῦτον ἱκανὸν ὑπάρχει. εἰ δὲ δεκάκις ἀπελθὼν πολλὰ συνετρίβη τῆς ὁδοιπορίας μακρᾶς οὔσης, οὐκέτι φορτικὸν τὸ ἐν νομίσμασιν εἴκοσι καὶ τέσσαρσιν ἓν νόμισμα λαβεῖν αὐτόν. ὁρίσασθαι μὲν οὖν τὰ περὶ τούτου πολλοῦ ἂν εἴη λόγου· ἀλλ᾽ ἐπεὶ ταῦτα εἰς κέρδος τῶν κριτῶν ἔρχεσθαι ἅπαξ ἀπηγορεύθη, πιστεύομεν ἀγαθῇ χάριτι τούτοις τυποῦσθαι πρὸς ἀναλογίαν τοῦ κόπου τῶν προελευσιμαίων τὰς τῶν ἐκταγιατικῶν τιμήσεις. πλὴν εἰ μὲν δυσχερής τις ὑπόθεσις καὶ ἐπίκοπος ἐποφθείη, θεσπίζομεν ἄχρι τῶν τριῶν νομισμάτων ἐπὶ τῇ λίτρᾳ ἐκταγιατικὸν ἀπαιτεῖσθαι· μὴ ὑπερβαινούσης μέντοι τὰ κδ ' νομίσματα τῆς τοῦ ἐκταγιατικοῦ παροχῆς, κἂν εἰ τὰ μάλιστα ἡ εἴσπραξις πολύμοχθος εἴη καὶ τὰ ἀποδιδόμενα ὑπὲρε ' τὰ ρ΄ τυγχάνουσι λίτρας. ἐν ἥττονι δὲ ποσότητι τοῖς τὰς κρίσεις λαχοῦσιν ἐφίεμεν σταθμᾶσθαι τῷ κόπῳ τὴν λῆψιν, ὥστε ἢ ἓν ἢ δύο ἢ τρία νομίσματα πρὸς τὴν τῆς ὑποθέσεως δυσχέρειαν προσεφιέναι τοῖς προελευσιμαίοις. καὶ ταῦτα, ἐν οἷς ἡ ἀπόδοσις τελεία ἐξ ἀποφάσεως ἐπακολουθεῖ· ἐπὶ γὰρ ταῖς ἐπὶ νομῇ παραδόσεσι, μηδὲν καθόλου ὑπὲρ ἐκταγιατικοῦ παρέχεσθαι καλεύομεν. εἰ δὲ ἅπαξ ἢ δὶς ὁ προελευσιμαῖος εἰς τὸν τόπον ἀφίκετο, μὴ πλέον τοῦ νομίσματος, ἢ τὸ πολὺ δύο δίδοσθαι αὐτῷ, κἂν πολλῆς ποσότητος εἴη τὸ ἀποδιδόμενον.