IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.8Imp. Constantini Porphyrogeniti de fundis militaribus. (Inter 945 - 959.)

Νεαρὰ νομοθεσία τοῦ αὐτοῦ περὶ τῶν στρατιωτῶν, ἣν ὑπηγόρευσε θεόδωρος πατρίκιος καὶ κοιαίστωρ ὁ δεκαπολίτης.

Abrir no leitor do IusCommune →

0

pr.Ὥσπερ ἐν σώματι κεφαλή, οὕτως ἐν πολιτείᾳ στράτευμα, ὧν οὕτως ἢ ἑτέρως ἐχόντων ἀναγκη καὶ τὸ πᾶν συμμεταβάλλεσθαι, καὶ ὃς μὴ ταῦτα ὑπὸ πολλὴν τίθεται πρόνοιαν, περὶ τὴν οἰκείαν σφάλλεται σωτηρίαν, εἴπερ οἰκείαν οἴεσθαι χρὴ τὸ κοινόν. καὶ ἐπειδὴ τῷ χρόνῳ τὰ τῶν στρατιωτῶν ἀῤῥωστήσαντα, ὅθεν αὐτοῖς καὶ ἡ τοῦ εἶναι καὶ ζῆν προσῆν ἀφορμὴ, πρὸς τὸ χαλεπώτερον ἐναπέκλινον, ἡ ἐκ θεοῦ βασιλεία ἡμῶν πρὸς τὸ εὐεκτοῦν καὶ ἀμεινότερον ταῦτα μετήνεγκε, κοινὴν τῷ παντὶ χαρισαμένη τὴν λυσιτέλειαν. α. Θεσπίζομεν τοίνυν αὐτὸ δὴ τοῦτο, ὅπερ ἡ συνήθεια ἀγράφως πρώην ἐκύρωσε, μὴ ἐξεῖναι τοῖς στρατιώταις τὰ ἐξ ὧν αἱ στρατεῖαι ὑπηρετοῦνται κτήματα διαπωλεῖν, συντηρεῖσθαι δὲ εἰς ἑκάστην στρατείαν, ἱππέων μὲν ἀκίνητον κτῆσιν δ ' λιτρῶν ὑπαρξιν· οἷς ἀριθμεῖσθαι κελεύομεν καὶ τοὺς ἐπὶ τὸν στόλον ἀποτεταγμένους πλωΐμους τοῦ τε αἰγαίου πελάγους καὶ τῆς σάμου καὶ τῶν κιβυῤῥαιωτῶν· αὐτόστολοι γὰρ καὶ οὗτοι καὶ αὐτερέται βαρείας μετιᾶσι τὰς ὑπηρεσίας. τοῖς δὲ τὰ βασιλικὰ πλώϊμα᾽ ἐπὶ ῥόγαις ὑπηρετουμένοις καὶ τοῖς λοιποῖς πλωΐμοις ἤδη νῦν ἐκράτησεν ἐκ συνηθείας δύο λιτρῶν εἰς ἑκάστην στρατείαν ἀκίνητον διασώζεσθαι κτῆσιν, ὃ καὶ ἡμῖν ἀρκούντως ἔχειν δοκεῖ. εἰ μὲν οὖν ἐν τοσαύτῃ ἀκινήτῳ κτήσει εἶεν οἱ ἐν ἑκατέραις στρατείαις κατειλεγμένοι, καὶ σώζοιεν ταύτην συντηροῦντες ἀνεκποίητον, καὶ παραπέμποιεν εἰς τοὺς φυσικοὺς κληρονόμους καθ᾽ ὃν ἂν βούλοιντο νόμιμον τρόπον, μετὰ τοῦ οἰκείου μέντοιγε βάρους, εἴτε κατιόντες εἶεν πρὸς οὓς παραπέμπονται εἴτε ἀνιόντες εἴτε ἐκ πλαγίου, εἴτε ἐξ ἀδιαθέτου ἰσοκληρία τισὶν ἁρμόσει, εἴτε ἀπὸ διαθήκης ἐξ ἀνίσων μερῶν εἰκότως κληθεῖεν, γνήσιοι ἢ φυσικοὶ ἢ ἐξωτικοὶ παγανοὶς κληρονόμοι (τοὺς ἀξιωματικοὺς γὰρ παντὶ τρόπῳ ἀποκλείομεν πρὸς τὰς τοιαύτας διαδοχὰς), καὶ κατὰ ἀναλογίαν τοῦ κέρδους τῆς κληρονομίας ἕπεσθαι ὁριζόμεθα καὶ τὸ βάρος τῆς συντελείας. κινητὴν δὲ οὐ περιεργαζόμεθα ὕπαρξιν, ἀλλ᾽ ἐν ἐξουσίᾳ αὕτη κείσεται τοῦ κεκτημένου, εἰ μήπου κατὰ πολὺ ἡ ἀκίνητος ἐλαττοῦται· δέον γὰρ τότε ἀνδρὸς ἀγαθοῦ δοκιμασίᾳ τὸ ἐλλιπὲς τῆς ἀκινήτου ἐκ τῶν κινητῶν ἀναπληροῦσθαι. εἰ δὲ ἐν περιουσίᾳ πολλῶν ἀκινήτων ὁ στρατιώτης καθεστήκοι, ὥστε κατὰ πολὺ τὴν δικαίαν ὑπερβαίνειν ποσότητα, εἰ μὲν ἅπαντα ἐν τοῖς στρατιωτικοῖς κώδιξιν ἀπογράφονται, μὴ δύνασθαι μήτε ταῖτα μήτε ἐκ τούτων τὸν στρατιώτην διαπωλεῖν, κἂν μείζονος εἶεν ἠξιωμένα τιμῆς τὰ περιλιμπανόμενα· μᾶλλον δὲ μὴ δύνασθαί τινα ἐκ τούτων ἀγοράζειν, καὶ μάλιστα περίβλεπτον ἢ ἀξιωματικὸν ἢ μητροπολίτην ἢ ἐπίσκοπον ἢ μοναστήριον ἢ ἕτερον τὸν οἱονδήποτε εὐαγῆ οἶκον ἢ δυνάστην μέχρι σχολαρίου, εἰδότας, ὡς οὐκ ἔσται αὐτοῖς περὶ τῶν τιμημάτων ἀγωγὴ, ἀλλ᾽ οὐδὲ ὁ περὶ τῶν δαπανημάτων λόγος, κἂν εἰ τύχοιεν πολλα καταναλωκότες εἰς φιλοπονίαν τῶν ἠγορασμένων· λήψονται μέντοιγε τὰς ὕλας αὐτῶν, μετὰ τοῦ μὴ βλάψαι τὴν προτέραν κατάστασιν. εἰ δ᾽ οὐ πάντα ἀπογεγραμμένα εἰσὶν, ἀλλ᾽ ἔχει εἰκότως ὁ στρατιώτης κτῆμα ἰδιοπεριόριστον καὶ τῇ στρατείᾳ ἀκαταδούλωτον, ἐξουσίαν ἐχέτω ᾧ δὴ βούλοιτο τρόπῳ τοῦτο ἐκποιεῖν, ἐν ᾧ μέντοιγε ἡ ἀπογεγραμμένη ἀκίνητος κτῆσις αὐτοῦ ἱκανή ἐστιν ὑπηρετεῖσθαι τῇ στρατείᾳ· εἰ γὰρ ἀπολείπεται, ἀνάγκην ἕξει ὁ παρὰ τοῦ στρατιώτου λαβὼν ἔκ τινος αἰτίας τὸ κτῆμα, τὸ ἐλλιπὲς δι᾽ ἀκινήτων ἀναπληρῶσαι 12. εἰ δ᾽ οὐδόλως ἀπογεγραμμένα εἰσὶ τὰ τοῦ στρατιώτου ἀκίνητα, τὰ εὐχρηστότερα σιωπηρῶς ὑποκείσθωσαν ἕως δ΄ λιτρῶν, καὶ τούτῳ τῷ προνομίῳ ἐξ ἡμετέρας προνοίας συγκροτείσθωσαν. τὰ δὲ περιττὰ ἐφεῖσθαι τούτοις ἐκποιεῖσθαι. καὶ εἴπερ συμβῇ τὸν μὲν τὰ εὐχρηστότερα ἀγοράσαι πρότερον, τὸν δὲ τὰ ἀχρηστότερα ὕστερον, ἐκνικηθῇ δὲ ἐκ τοῦ προτεθειμένου τούτου προνομίου τὰ εὔχρηστα, ἐχέτω τὰ τῆς προγενεσίας δίκαια κατὰ τοῦ μεταγενεστέρου ὁ προγενέστερος. εἰ δὲ πολλὰς ἔχοντες ἀκινήτους κτήσεις καὶ πολυτίμους τὴν ἀπογεγραμμένην ἐκποιήσαιεν, ἐκνικῆσαι δὲ βουληθεῖεν ὕστερον ἅτε ἀπογεγραμμένην, δίδοσθαι μὲν αὐτοῖς τὴν βοήθειαν τῆς ἐκνικήσεως, ἐκ τῆς ἄλ λης δὲ τούτων οὐσίας τῷ ἀγοραστῇ τὸ ἱκανὸν περιποιεῖσθαι, ὅτε δηλαδὴ εὐποροῖεν ὑπὲρ τὰς τέσσαρας λίτρας μὲν οἱ ἱππεῖς, ὑπὲρ τὰς δύο δὲ οἱ πλωτῆρες. εἰ δὲ μέρει στρατείας ὑπηρετεῖταί τις, κατὰ ἀναλογίαν τοῦ μέρους αὐτοῦ καὶ τὴν εὐπορίαν τυποῦσθαι. μὴ ἄλλως δὲ κυριεύεσθαι τὰ στρατιωτικα τοῖς ταῦτα οἱῳδήτινι τρόπῳ κτωμένοις, εἰ μὴ ὁ τῆς τεσσαρακονταετίας ἀνεπιφώνητος διαῤῥεύσει χρόνος. σχεδὸν γὰρ τοῖς κακῇ πίστει νομεῦσιν ἠρίθμει τούτους καὶ πάλαι ἡ συνήθεια· πλὴν ὅσον οἱ μὲν ἐκ συναλλάγματος νεμηθέντες τὴν τῶν καρπῶν ζημίαν διέφυγον, οἱ δὲ πίστει κακῇ νεμόμενοι καὶ καρποὺς καὶ προσόδους καὶ πᾶσαν βλάβην κατατίθενται· ὃ καὶ ἡμῖν ἀρέσκει. στρατιώτας δὲ νομίζεσθαι διατυποῦμεν, οὐ τοὺς καθοσιωμένους μόνον ταῖς ἱεραῖς λεγεῶσι τῶν στρατιωτῶν, ἀλλὰ γὰρ δὴ καὶ τούτους, οἳ διά τινα τύχης ἐπήρειαν ἐπιδεεῖς ὀφθέντες ἀδωρείας ἐνδίκως τετυχήκασι. τῶν αὐτῶν γὰρ καὶ τούτους ἀπολαύειν δικαιοῦμεν προνομίων, οὐ συγχωροῦντες οὔτε παρ ἐκείνων πιπράσκεσθαι τὰ ἐξ ὧν αἱ στρατεῖαι ὑπηρετοῦνταὶ· καὶ πολλῷ πλέον παρὰ τοῦ δημοσίου. εἰ γὰρ τοῖς κυρίως δεσπόταις ἐπιτιμῶμεν τοῦ κοινῇ συμφέροντος ἕνεκεν, πῶς ἂν τῷ δημοσίῳ πιπράσκειν ἐπιτρέψωμεν, καὶ τὴν πάλαι ἄγραφον ἀδικίαν ἐκείνην νόμου τάξιν ἔχειν μεθήσομεν; ἣν ἐχρῆν γῆς τε ἁπάσης ἐξελαύνεσθαι καὶ θαλάσσης ὡς οὖσαν θηριωδεστάτην καὶ ἀπηνεστάτην. οἶμαι γὰρ, ὡς οἱ ταύτην εἰσαγαγόντες τὴν αὐτὴν ταῖς ἄρκτοις φύσιν τῇ πολιτείᾳ προσένεμον· λόγος γὰρ ἔχει, μόνας θηρίων τὰς ἄρκτους λιμῷ πιεζομένας τοὺς δακτύλους περιλιχμᾶσθαι· καί που καλῶς τις εἰδὼς χεῖρας ἂν μᾶλλον ὅλης τῆς πολιτείας, ἀλλ᾽ οὐχὶ δακτύλους τοὺς στρατιώτας εἶναι δοκοίη. β. Ταῦτα μὲν οὖν τοῖς ἔμπροσθεν χρόνοις ἐντελῶς ἅμα καὶ λυσιτελῶς κατὰ τὸ ἡμῖν δοκοῦν διατυποῦμεν. ἐπὶ δὲ τοῖς προλαβοῦσι, πάλαι μὲν ἐπικρατεῖ ἀδιαίτητος καὶ παχυμερὴς συνήθεια, ἀναργύρως τοὺς ἀγοραστὰς τῶν στρατιωτικῶν ἐξωθεῖσθαι. ἡ δὲ λεπτομερὴς τῶν κατὰ μέρος διοίκησις, ἄλλοτε ἄλλως ἐν οἷσπερ ἂν αὐτὴν μετῆγον οἱ τῆς ψήφου κύριοι μεταφερομένη, πολλήν τινα λώβην παρεῖχε τοῖς πράγμασι καὶ πᾶσαν ἀσάφειαν. ἡμεῖς οὖν ἅμα πρόσω καὶ ὀπίσω τοὺς περὶ τῶν συμφερόντων στρέφοντες ἀναλογισμοὺς, τὰς κεχυμένας ἐκείνας καὶ ποικιλοτρόπους ἀποδιαπομπούμενοι πράξεις, ἐν ῥυθμῷ καὶ λόγῳ τὴν ἐν ἅπασι διοίκησιν περιστέλλοντες θεσπίζομεν· εἰ μὲν εἶεν κληρονόμοι αὐτοῖς τοῖς ἀπογεγραμμένοις στρατιώταις, κατιόντες τυχὸν ἢ ἀνιόντες ἢ ἐκ πλαγίου μέχρις ἕκτου βαθμοῦ, τούτους πάντως προσδέχεσθαι κατὰ τὴν τῶν βαθμῶν ἐγγύτητα προτιμωμένους εἰς τὸ ἐκδικεῖν τὰ παρὰ τῶν στρατιωτῶν ἐκποιηθέντα κακῶς ἢ παρὰ δυνάστου βίᾳ κατασχεθέντα. τῶν ἐγγυτέρου δὲ βαθμοῦ συγγενῶν μὴ βουλομένων ἢ μὴ δυναμένων, καὶ τοὺς ποῤῥωτέρους εἰσδέχεσθαι συγγενεῖς. συγγενῶν δὲ οὐχ ὑπόντων, ἢ τῶν ἀπὸ νόμου καλουμένων ἀγχιστῶν, τοὺς συνδότας καὶ συναίχμους αὐτῶν ἀκούεσθαι προσερχομένους 32. τούτων δὲ οὐκ ὄντων, τοὺς συντελεστὰς ἀπορωτέρους στρατιώτας, ἵν ἐξ ἐκείνων αὐτοὶ τὸ ἐνδέον τῆς ἀπορίας ἀνασώζοντες ἐποικοδομηθεῖεν πρὸς ἰσχὺν ἱκανότητος. εἰ δὲ καὶ οὗτοι οὐκ εἶεν, ἀνάγκη καὶ τοὺς πολιτικοὺς συντελεστὰς εἰσακούεσθαι πρὸς τὸ μὴ διαπίπτειν τὸν ἐκ τοῦ κήνσου φόρον. εἰ δέ γε στρατιώτης στρατιώτου ἑτέρου κτῆσιν ἠγόρασεν, εἰ μὲν ὁ εὔπορος ἐξ ἀπόρου, τὴν αὐτὴν ὑφέξει τοῖς δυνατοῖς ποινὴν, ἀναργύρως ἐκπίπτων τῶν ἠγορασμένων· εἰ δὲ ἄπορος ἐξ εὐπόρου, τὸ ἀγορασθὲν ἕξει πάντως ἢ τὸ τίμημα λήψεται. εἰ δὲ ἀμφοῖν ἀπορία εὑρίσκεται, τῷ ζημιουμένῳ μέρει προσβοηθεῖσθαι κελεύομεν, τὴν ἀγαθὴν πίστιν ἐνταῦθα τηροῦντες, ἥτις οὐκ ἐᾷ τινα κερδαίνειν ἐκ τῆς ἄλλου ζημίας.

3

pr.Ταῦτα περὶ στρατιωτικῶν κτήσεων ἃ μὲν εὑρηκότες ἃ δὲ ἐξευρηκότες, δεῖν ᾠήθημεν μεταβῆναι καὶ ἐπ᾿ αὐτῶν τῶν στρατιωτικῶν προσώπων, καὶ τὰ συμπεσόντα τούτοις μικρὸν ἄνωθεν ἀναγορεῦσαι. ἦν ὅτε ἦν ὁλοσχερὴς τῶν πραγμάτων ἀνατροπὴ καὶ φορὰ ὀλέθρου δυσκάθεκτος, καὶ πᾶς τις τῶν ἐν δόξῃ κραταιῶν πασσυδεὶ χώρας ἀπεριγράπτους ἀποτεμνόμενος ἐν ἀνδραπόδων λόγῳ τοὺς ἀθλίους ἐνέταττε κτήτορας, σχέτλια ποιεῖν οὐχ ἡγούμενος, πάσχειν δὲ μᾶλλον, εἴ τις ἕτερος ὑπέρτερος τούτου ἐν πλεονεξίᾳ ὀφθείη. καὶ ἦν ὁλοσχερὴς ἅμιλλα και κῶν. οὐδὲ γὰρ οὐδὲ μέχρι τῶν δυνατῶν ἔστη τὸ δεινὸν, ἀλλ᾽ ἐκεῖθεν ἀρξάμενον καὶ εἰς τοὺς ὀλιγοσθενεῖς ἐτελεύτησεν· αἱ γὰρ τῶν ὑπερεχόντων ἕξεις διαδόσιμοι ὡς ἐπίπαν τῷ πλήθει γίνονται. καὶ οὕτως οἱ ἄρχειν τοῦ στρατοῦ λαχόντες, ὥσπερ ὄντος νόμου τοιοῦτον εἶναι τὸν στρατηγὸν, ἅπαντες ἦγον ἄνω τε καὶ κάτω τοὺς στρατιώτας, καὶ δῶρα λαμβάνοντες ἀντεδίδοσαν αὐτοῖς ἀστρατείαν 39. ἄνθρωποι ὤνιοι, ἀμελεῖς, ἀπόλεμοι, μυρμήκων ἀγενέστεροι καὶ λύκων ἁρπακτικώτεροι· δ᾽ ὧν τοὺς ἐχθροὺς δασμολογεῖν οὐκ ἔχοντες, ἠργυρολόγουν τοὺς ὑπηκόους. ὅθεν οὐκ ἐδεήθησαν χρόνου πρὸς τὸ τὸ πᾶν ἀνατρέψαι, ἀλλ᾽ ἐκ τῆς σφῶν καταφορᾶς εἰς ἔσχατον κίνδυνον τὴν τῶν ῥωμαίων ἤλασαν ἀρχήν. ὅσην μὲν οὖν τὴν σπουδὴν περὶ τὴν τούτων ἀναστολὴν κατεβαλλόμεθα, πολλοὶ τῶν χρηστῶν καὶ μετρίων ἀναφωνήσουσιν, ἢ μᾶλλον ἡ πληθὺς τῶν εἰς τὸ πάτριον ἔδαφος ἐπινοστούντων βοήσεται ἄρτι τῆς δουλείας ἀπηλλαγμένων· ἀναγγελοῦσι δὲ οἶμαι καὶ αἱ τῶν ἄλλων πραγμάτων πρὸς τὰ κρείττω μεταβολαὶ, αἷς προσταλαιπωρούμεθα ταῖς φροντίσιν ὑπνομαχοῦντες, ἵνα μὴ κωφή τις ἢ καὶ διαπεφορημένη ἡ ἐπινοηθεῖσα τῶν πλημμελῶς φερομένων διόρθωσις, ἣν ἐν τῷ παρόντι ἐδίκτῳ ὡς οἷόν τε ἐστὶν ἀκριβῶς ἀνεστοιχειώσαμεν, καὶ τῷ ἔμπροσθεν χρόνῳ εἰς διαμονὴν ἀΐδιον παραδιδόντες θεσπίζομεν οὕτως· εἴ τις στρατιώτην ἐν παροίκου λόγῳ εὑρεθείη κατέχων, εἰ μὲν αὐτὸς ἐκεῖνος καὶ τὰ ἐξ ὧν ἡ στρατεία ὑπηρετεῖται κτήματα ἁρπάσας ἔχει, τριάκοντα ἓξ χρυσίου νομίσματα ποινῆς ἕνεκεν ἀποτίσει, ἐξ ὧν τὰ ἡμίσεα μὲν ὁ στρατιώτης λήψεται πρὸς ἐπανάληψιν τῆς ἀποκαταστάσεως αὐτοῦ, τὰ ἡμίσεα δὲ ὁ δημόσιος ἧς χάριν ἐστερήθη δουλείας. εἰ δὲ οὐχ ἁρπάσας, ἀλλ᾽ ἀγοράσας εὑρεθῇ τὰ στρατιωτικὰ, πρὸς μὲν τὸν δημόσιον κδ΄ χρυσοῦ νομίσματα καταθήσει, πρὸς δὲ τὸν στρατιώτην ἀγωγὴν ὑπὲρ τοῦ τιμήματος οὐχ ἕξει. εἰ δὲ ἑτέρων ἐξελασάντων αὐτοὺς ἐκ τῶν οἰκείων ἢ αὐτῶν ἐκείνων ἐκστασίῳ χρησαμένων, ἄλλοι τούτους κατοικτείραντες ἐδέξαντο εἴτε παροικεῖν εἴτε θητεύειν, ἀνεύθυνοι ἔστωσαν. ὅσοι δὲ στρατιώτας ἱκανοὺς εἰς ἰδίας ὑπηρεσίας κατετόλμησαν ἔχειν τῶν φοσσάτων τούτους ἀποστερήσαντες, εἰς ἕκαστον ἐν ἑκάστῳ χρόνῳ ἓξ νομίσματα ὁ ἐξκουσσεύσας εἰσπραχθήσεται, καὶ ταῦτα ὁ δημόσιος οἰκειώσεται, εἰ μήπου ἀπὸ στρατηγῶν ἢ τῶν ἄλλων ἀρχόντων τούτους ἔτυχον δεδεγμένοι, καὶ οὗτοι ἐκ τῶν ἀποτεταγμένων εἰς ὑπηρεσίαν τῶν στρατηγῶν ἢ τῶν ἄλλων ἀρχόντων καθειστήκεσαν. εἰ γὰρ ἐκ τῶν ἔξωθεν καὶ τῆς κοινότητός εἰσιν, οὐκ ἀθωωθήσεται ὁ τούτους ἔχων, εἰ καὶ δεικνύειν ἑτοίμως ἔχει, παρὰ στρατηγοῦ ἢ ἄρχοντος ἐπιτραπῆναι κεχρῆσθαι αὐτοῖς.