JGR III 3.7Imp. Constantini Porphyrogeniti de sportulis, et de testamentis aperiendis, et ut consuetudinum modus in omni judicio definitus sit. (Inter 945-959.)
Νεαρὰ νομοθεσία τοῦ αὐτοῦ, ἣν ὑπηγόρευσε θεόφιλος πατρίκιος καὶ κοιαίστωρ. περὶ ἐκταγιατικῶν, καὶ περὶ ἀνοίξεως διαθηκῶν, καὶ περὶ τοῦ ὡρισμένον εἶναι τὸ μέτρον τῶν συνηθειῶν ἐν παντὶ δικαστηρίῳ.
Abrir no leitor do IusCommune →0
pr.Ἐπειδὴ τῆς συνηθείας καὶ τῆς χρήσεως ἡ αὐθεντία οὐκ ἐπὶ τοσοῦτον ἰσχύει, ὡς καὶ τὸν λογισμὸν καὶ τὸν νόμον ὑπερνικᾶν, διὰ τοῦτο πᾶσαν ἄπληστον περισσοπραξίαν, κἂν ἐκ μακρᾶς συνηθείας ἐκράτησεν, ὡρισμένῳ μέτρῳ συστείλαντες, οὕτω διατυποῦμεν·
1
pr.Ὥστε ' τοὺς θεματικοὺς δικαστὰς ἐφ᾽ ἑκάστῃ τοῦ χρυσίου λίτρᾳ μὴ περαιτέρω τριῶν νομισμάτων λαμβάνειν, δηλονότι ἐπὶ τῶν εὐπορούντων (καὶ τὸ παλαιὸν γὰρ οἱ καλούμενοι διαιτηταὶ ἀνὰ δύο νομίσματα ἐν ἀρχῇ τῆς δίκης καὶ ἀνὰ δύο ἐν τῷ τέλει ἐξ ἑκατέρου μέρους ἐλάμβανον, ἔξωθεν τῶν ἐκ τοῦ δημοσίου σιτήσεων), ἅτινα τρία νομίσματα ἕξουσιν ὑπὲρ ἰδίας χρείας καὶ τῶν ἰδίων ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀπὸ τῆς τάξεως ὑπηρετουμένων αὐτοῖς, ὡς μηδὲν ἕτερον δυναμένων ἰδιαζόντως ἐκ τῶν δικαζομένων προσαπαιτεῖν· μηδέποτε δὲ ὑπὲρ τὰ ρ ' νομίσματα λόγῳ ἐκταγῆς ἀπαιτεῖσθαι, κἂν ὑπερβαίνει τὰς ρ΄ λίτρας τὰ ἀπαιτούμενα, εἰ μὴ καθ'᾽ ὅσον ὑπὲρ τροφῆς καὶ ὁδοιπορίας ἐπιξενούμενος ὁ ἐκβιβαστὴς ἐδαπάνησε. τὸ δὲ ἀγροικικὸν πλῆθος καὶ οἱ λοιποὶ πένητες, εἴτε κατ᾿ ἀλλήλων ἐνάγουσιν ὑπὲρ τῶν κοινῇ διαφερόντων αὐτοῖς ἢ καὶ ἰδίᾳ ἕκαστος καθ᾽ ἑτέρου, ἢ κατὰ τῶν δυνατωτέρων καὶ εὐπόρων· ἀνθρώπων, καθ᾽ ἑκάστην λίτραν ἀντὶ τριῶν ἓν μόνον παρεχέτωσαν νόμισμα. εἰ δὲ μηδεμίαν εἶχε νομικὴν ἀμφιβολίαν ἡ δίκη, μηδὲ τὸ πρᾶγμα δίκης ἄξιον ἦν, ἀλλὰ τυχὸν ἀναίσχυντος ἀναρχία ἢ πραῖδα ἢ ἁρπαγὴ ἢ τι τῶν τοιούτων ἐπράχθη, αὐτοὶ οἱ ταῦτα διαπραξάμενοι, εἴπερ εἰσὶ τῶν ἐμφανεστέρων, ὑπὲρ τῶν δικαιωθέντων παρεχέτωσαν τὰ ἐφ᾽ ἑκάστῃ λίτρᾳ ὡρισμένα τρία νομίσματα· εὐτελέστεροι δὲ ὄντες, ἀνὰ νόμισμα ἓν, πρὸς τῷ καὶ τὴν ἀπὸ τῶν νόμων χρηματικὴν ποινὴν ἢ σωματικὴν ἐκτιννύναι, ἐπὶ νομῇ δὲ γενομένης τῆς ἀποδόσεως, εἰ μὲν πρὸς πένητας, οὐδέν· εἰ δὲ πρὸς ἐμφανεστέρους, ἐπὶ τῇ λίτρᾳ τὸ ἥμισυ τοῦ νομίσματος. ἡνίκα δὲ προπετῶς τοῦ ἀντιδίκου ἀπολειφθέντος ἐπὶ νομῇ πεμφθῇ τὸ ἕτερον μέρος, οὐδὲ ὅλως χρὴ πρὸ πέρατος τῆς τήλες δίκης ἀποκατάστασιν γίνεσθαι, οὐδὲ τῇ δὲ κἀκεῖσε τὰ πράγματα μεταφερόμενα διαφθείρεσθαι ἀπὸ τῆς ἐναλλαγῆς τῶν προσώπων ἢ τῆς θατέρου τούτων ἐπιβουλῆς, τυχὸν δυσμενῶς πρὸς τὸν ἀντίδικον ἔχοντος ἢ καὶ συνειδότος μὴ καλῶς ἀγωνίζεσθαι. αὗται δὲ αἱ συνήθειαι κατὰ τὴν προκειμένην διάστιξιν καὶ ἐπὶ τῶν ὑπηρετουμένων ἀπαιτητῶν ἤτοι ἐκβιβαστῶν ἅπασι τοῖς πολιτίκοῖς δικασταῖς ἔστωσαν, καὶ μηδὲν περαιτέρω· τούτοις γὰρ ἀναγκαῖόν ἐστι, μὴ μόνον καθαραῖς ταῖς χερσὶν ἄρχειν, ἀλλὰ καὶ τοὺς ὑπουργοῦντας ἔχειν παντὸς αἰσχροῦ λήμματος ἀνωτέρους. περὶ δὲ τῶν ὑπουργούντων ἐν ταῖς γραφαῖς τοῖς ἔξω δικάζουσιν ἢ καὶ τοῖς ἐνταῦθα δικαστηρίοις, αὐτοτελοῦς ἀπολυομένης κρίσεως, ἐπὶ μὲν τῶν εὐτελεστέρων ὑποθέσεων ἄχρι λίτρας μιᾶς ἢ καὶ ἐπέκεινα μέχρις ἑνὸς νομίσματος δίδοσθαι· ἐλάττονος δὲ οὔσης, ὑφαιρεῖν πρὸς ἀναλογίαν ἐκ τοῦ Η νομίσματος· ὥσπερ αὐξάνειν πάλιν ἐπὶ τῶν ὑπερβαινουσῶν τὰς τρεῖς λίτρας δικῶν, ἄχρι δύο ἢ καὶ τριῶν νομισμάτων· μηδέποτε δὲ ἀπὸ πενήτων πολιτικῶν ἢ ἀγροιτικῶν, μηδὲ μεγίστης οὔσης τῆς ὑποθέσεως, γραφῆς χάριν πλέον παρέχεσθαι τοῦ νομίσματος. ἐπὶ δὲ ταῖς ἀπολυομέναις ψήφοις κατὰ κέλευσιν πρὸς τοὺς ἔξω δικάζοντας τὸ δωδέκατον, πολλάκις δὲ καὶ μέχρι ἕκτου διδόναι τοὺς εὐπορωτέρους· τοὺς δὲ ἀπόρους πρὸς τὸ ἀναλογοῦν τῆς γραφῆς καὶ τοῦ πράγματος, περὶ οὗ ἡ ψῆφος προβαίνει, ἔσθ᾽ ὅτε καὶ πλέον τοῦ νομίσματος μετὰ διαγνώσεως τοῦ δικάζοντος. εἰ δέ γε παρόντων ἀμφοτέρων τῶν μερῶν ἀπὸ κρίσεως ἔγγραφος ἀπόφασις ἀπολυθῇ, τῷ μέλλοντι δικάζειν ἐπὶ τοῦ τόπου, εὐπόρου δηλαδὴ περιουσίας ὑποδεικνυμένης, δυνατὸν κατὰ διάγνωσιν καὶ ἕως δυοῖν νομισμάτων ἀναβιβάζεσθαι τὸ μίσθωμα.
2
pr.Ἐπειδὴ δὲ αἱ διαθῆκαι παρὰ τῷ κοιαίστωρι ἀνοίγονται, τοῖς ὑπουργοῦσιν ἐν τῇ ἀνοίξει καγγελλαρίοις ἐπί τε τῃ συναγωγῇ τῶν μαρτύρων καὶ τῶν ἐξ ἀδιαθέτου κληρονόμων ἢ καὶ λεγαταρίων καὶ τῶν δ᾽ ἑτέρας χρείας ὀφειλόντων παρίστασθαι παρέχειν νόμισμα ἓν, τῷ δὲ πρώτῳ καγγελλαρίῳ ἕτερον νόμισμα ἓν, καὶ τοῖς δυσὶ νοταρίοις ἀνὰ ἥμισυ τοῦ νομίσματος. ἐλάττονος δὲ τῶν δύο λιτρῶν ἀριθμουμένης τῆς ὑποστάσεως, ὑπεξαιρουμένης μέντοι τῆς τιμῆς τῶν ἴσως ἐλευθερουμένων, πᾶσι τούτοις παρέχεσθαι νόμισμα ἕν. ἐὰν δὲ τὰ ἑκατὸν νομίσματα μόνον ἀποσυνάγεται, μηδὲν δίδοσθαι. διὰ δὴ ταῦτα, κἂν ὑπὲρ τὰς τρεῖς λίτρας ἔχει τὰ τῆς περιουσίας, ὦσι δὲ τὰ κληρονομοῦντα πρόσωπα ἀτελοῦς ἡλικίας, ἢ καὶ χήρα μήτηρ ἢ μάμμη συγκληρονομοῦσα, ὅσοι τούτων ἔλαττον ἑκατὸν νομισμάτων ἐκ τοῦ κλήρου ἀποφέρονται, μηδὲν αὐτοὺς συντελεῖν εἰς τὴν τετυπωμένην συνήθειαν, ἀλλ᾽ ἐκ τῆς ἀλλαχοῦ ὁπουδήποτε ἀφορισθείσης περιουσίας ὑπὲρ τὰ ἑκατὸν νομίσματα συναγομένης τὸ προδιορισθὲν ποσὸν ἀναλόγως κατὰ τὴν προγεγραμμένην ὑποτύπωσιν καταβάλλεσθαι. ὁ δὲ περισσότερον τῶν διωρισμένων λόγῳ ἐκβιβαστικῶν ἀπαιτῶν, τὸ τριπλοῦν ἀποδώσει.
3
pr.Ἐπειδὴ δὲ ὁ σκρίβας οὐκ ἐστι τέλειος δικαστὴς, ἀλλὰ καὶ τῶν θεματικῶν καὶ αὐτῶν τῶν ἀντιγραφέων ὑποβέβηκε, σχεδὸν δὲ ἡ πᾶσα φροντὸς τῶν ἀφηλίκων καὶ ὁ περὶ τῶν πραγμάτων αὐτῶν κίνδυνος ἐκ μεγάλης ἀμελείας εἰς αὐτὸν ἀφορᾷ, δεῖ καὶ αὐτὸν μετὰ τῶν ὑπηρετουμένων αὐτῷ ἐν ταῖς αὐτοτελέσι καὶ ἀπηρτισμέναις ὑποθέσεσιν ἤτοι μερισμοῖς καὶ ἀπαιτήσεσι καθ ' ἑκάστην λίτραν ὁμοίως ἀνὰ δύο νομίσματα λαμβάνειν, εἰ μὴ ἄρα ἐπ᾿ ἔλαττον τῶν ἑκατὸν νομισμάτων, καθ ' ὃν προειρήκαμεν τρόπον, ἔχει τὰ τῆς περιουσίας. ἐκ τούτων γὰρ παντελῶς οὐδὲ αὐτὸν οὐδὲ ἕτερόν τινα λαμβάνειν ὁρίζομεν. ὥσπερ οὐδὲ ἐν ταῖς ἀπογραφαῖς· ἄμισθοι γὰρ καὶ αὗται ὀφείλουσιν εἶναι, εἰ μὴ ἄρα εὐπορία ἐστί. τηνικαῦτα γὰρ δεῖ πρὸς ἀναλογίαν τοῦ γραφέως καὶ τῶν ὑπηρετούντων ταξεωτῶν μέτριόν τινα πορίζεσθαι τὸν μισθόν.
4
pr.Μηδένα τῶν πολιτικῶν δικαστῶν μηδὲ ὑπὲρ οἱασδήποτε ἀφορμῆς τι λαμβάνειν, ἀλλὰ καθαρὰς ἔχειν τὰς χεῖρας καὶ παντὸς χρυσίου ὑπερφρονεῖν. ε. Ἔτι δὲ καὶ τοῦτο τοῖς ἀρχαίοις νόμοις ἀκολουθοῦντες διατυπῶσαι συνείδομεν, ὥστε μὴ ἄλλως τὸν ἐναγόμενον εἰς δικαστήριον ἕλκεσθαι, εἰ μὴ ὁμολογήσει ὁ ἐνάγων, ὅτι προσεδρεύει τῇ κινουμένῃ δίκῃ δι ἑαυτοῦ ἢ διὰ νομίμου ἐντολέως, καὶ εἰ μετὰ ταῦτα δειχθῇ ἀδίκως τὴν δίκην κινήσας, ὀνόματι ἀναλωμάτων ἢ δαπανημάτων δέκατον μέρος τῆς ἐν τῇ δίκῃ ποσότητος παρέχει τῷ δικαιουμένῳ. εἰ δὲ ἄπορος ὢν ὁ ἐνάγων εὑρίσκεται κατὰ συκοφαντίαν ἄδικον δίκην ἀγωνιζόμενος, μηδὲν μὲν αὐτὸν ζημιοῦσθαι λόγῳ συνηθειῶν ἢ ἀναλωμάτων, μείζονι δὲ τιμωρίᾳ διὰ τῶν εἰς σῶμα πληγῶν καθυποβάλλεσθαι· καὶ γὰρ αἱ πληγαὶ μείζους εἰσὶ τῆς χρηματικῆς καταδίκης. εἰ δὲ ἅπαξ κινήσας ὁ ἐνάγων ὕστερον ὑπερτίθεται ἐπεξελθεῖν τοῦ πράγματος, καὶ μηδὲ ἐντὸς τριῶν μηνῶν παραγένηται, δίδοσθαι αὐτῷ ἑτέρου ἐνιαυτοῦ προθεσμίαν. ἐὰν δὲ μηδὲ οὕτως ἑαυτὸν ἐμφανίσῃ, μηδὲ ἕτερον ἀντ αὐτοῦ πέμψῃ τὸν ὀφείλοντα τῷ πράγματι ἐπεξελθεῖν, ἄδειαν εἶναι τῷ δικαστῇ, καὶ ἀπόντος αὐτοῦ τὰς τοῦ ἐναγομένου μέρους δικαιολογίας κατὰ τοὺς νόμους ἐξετάζειν, καὶ τῆς ἀληθείας ἀκριβῶς ζητουμένης νόμιμον προφέρειν τὴν ψῆφον. ταῦτα δὲ ὁμοίως κρατεῖν καὶ ἐπὶ τοῦ ἐναγομένου, εἴπερ μετὰ προκάταρξιν ἀπολειφθῇ καὶ αἱ δεδομέναι προθεσμίαι παρέλθωσι, καὶ οὐδὲ οὕτως ἀπαντῆσαι ἢ δ᾽ ἑαυτοῦ ἢ δ᾽ ἑτέρου βούλοιτο. προπετῶς οὖν ὡς εἴρηται θατέρου τῶν μερῶν ἀπολειφθέντος μετὰ προκάταρξιν, καὶ μὴ ἐντὸς τριῶν μηνῶν ὑποστρέφοντος, τὴν ἀποκατάστασιν τέως τῷ προσεδρεύοντι μέρει γίνεσθαι ἐπὶ νομῇ· μετὰ δὲ τὸν ἐνιαυτὸν καὶ τὰς ἀποδείξεις προβαίνειν μονομερῶς παρὰ τοῦ προσκαρτεροῦντος, καὶ νομίμῳ δικαίῳ τὴν δίκην διευλυτοῦσθαι.