IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.6Imp. Constantini Porphyrogeniti de potentibus praedia pauperum acquirentibus. (A. 947.)

Νεαρὰ τοῦ κυροῦ κωνσταντίνου τοῦ βασιλέως τοῦ πορφυρογεννήτου περὶ τῶν εἰσερχομένων δυνατῶν εἰς ἀνα Impp. Romani et Constantini Porphyrogeniti. κοινώσεις πενήτων, ἣν ὑπηγόρευσε θεόφιλος πατρίκιος καὶ κοιαίστωρ, μηνὶ μαρτίῳ ἰνδ. έ ἔτους συνέ.

Abrir no leitor do IusCommune →

0

pr.Παρὰ πολλῶν ἀνέμαθεν ἡ ἐκ θεοῦ βασιλεία ἡμῶν, ὡς οἱ ἐν τῷ θέματι τῶν θρακησίων δυνατοὶ καὶ ὑπερέχοντες, καταφρονήσαντες καὶ τῆς βασιλικῆς νομοθεσίας καὶ αὐτοῦ τοῦ φύσει δικαίου καὶ τῆς ἡμετέρας προστάξεως, οὐ παύονται ἐπεισερχόμενοι ἐν τοῖς χωρίοις ἕνεκεν ἀγορῶν καὶ δωρεῶν καὶ κληρονομιῶν, καὶ τῇ τοιαύτῃ προφάσει τοὺς ἐλεεινοὺς τυραννοῦντες πτωχοὺς καὶ τῶν ἰδίων ποιοῦντες μετανάστας. διὰ τοῦτο ἐκ κοινῆς διασκέψεως νόμον καὶ δόγμα κοινὸν ἐκτιθέμεθα καὶ ἐκτυπούμεθα ἐν ὅλοις ἡμῶν τοῖς θέμασιν, οὕτως·

1

pr.Τῶν γὰρ ἀπὸ τῆς βασιλικῆς νομοθεσίας εἰργομένων ἀγοράζειν προσώπων καὶ οἴκων, βασιλικῶν τε καὶ εὐαγῶν, ἀπὸ τῆς τῶν χωρίων ὁμάδος ἢ τοῦ καθέκαστον, καὶ ἄλλως μὲν τῶν πρὸ τῆς νομοθεσίας ἀπὸ τῆς παρελθούσης πρώτης ἰνδικτιῶνος προκρινομένων, βαρυτέρως δὲ μετὰ τὴν νομοθεσίαν· οὐδὲ οὕτως οἱ πλείονες τῶν δυνατωτέρων ἀπέσχοντο τῶν πρὸς τοὺς πένητας ὀλεθριωτάτων συναλλαγμάτων, ὡς καὶ τοὺς δικαστὰς, ἀνάγκη μᾶλλον ἀλλὰ μὴ προαιρέσει ἐκβιασθέντας, ἄλλοτε ἄλλας περὶ τούτων κατ᾿ οἰκονομίαν ἐκφέρειν τὰς ἀποφάσεις. ὅθεν κοινὴ περὶ τῶν τοιούτων ἀπόφασις μετὰ βασιλικῆς ἡμῶν ἐπικρίσεως γέγονεν, ὥστε ἀναμφιβόλως καὶ ἀνυπερθέτως πάντας ἀπελαθῆναι τοὺς ἀπὸ τῆς εἰρημένης νομοθεσίας ἀγοράζειν κωλυομένους, μηδένα λόγον μηδὲ περὶ δαπανημάτων ἀπαιτήσεως ἔχον τας, ὅσοι δηλαδὴ ἐκ τῆς ἡμέρας τῆς αὐτοκρατορικῆς ἡμῶν ἀναῤῥήσεως κατετόλμησαν ὑπεισελθεῖν ἐν χωρίοις ἢ ἀγριδίοις, ἢ εἰς κτῆσιν πενήτων ἀκίνητον.

2

pr.Περὶ δὲ τῶν ἀπὸ τῆς πρώτης ἰνδικτιῶνος ἤτοι ἐκ τοῦ καιροῦ τοῦ λιμοῦ μέχρις ἡμέρας τῆς ἡμετέρας ἀναγορεύσεως, ἀδιαφόρως μίαν καὶ τὴν αὐτὴν ἀπόφασιν ἐνταῦθα διωρισμένην ἐνεργεῖν, ὥστε πᾶσαν δωρεὰν καὶ κληρονομίαν καὶ τὰς ἐπινενοημένας πρὸς περιγραφὴν τούτου τοῦ νόμου ἐπικυρωτικάς τε καὶ διαλύσεις μεταξὺ τῶν ἤδη κεκωλυμένων ἀργεῖν καὶ ἀντὶ μηδὲ γενομένων νομίζεσθαι, μηδὲ τῶν ἐπὶ ταύταις καταβλη θέντων οἱανδήποτε εἴσπραξιν τῶν πεπρακότων εὐλαβουμένων· ἔτι δὲ καὶ τὰς ἀνταλλαγὰς ἀνατρέπεσθαι, ἀναλαμβάνοντος ἑκάστου τὸ ἀπ᾿ ἀρχῆς ἴδιον, εἰ μή τι ἄρα τοῦτο οὐ βούλεται ὁ πτωχὸς, ἅτε πρὶν ἀνακεκοινωμένος ὢν, καὶ οὐ μόνον ἰδίᾳ τὴν ἑαυτοῦ κατάσχεσιν ἀφορίσας διὰ τὸ ἀνενόχλητον, ἀλλὰ καὶ· τὸ κρεῖττον ἀντιλαβών. περὶ δὲ τῶν διαπράσεων, ἀνατρέπεσθαι μὲν καὶ ταύτας, παραχρῆμα τῶν διαπραθέντων πρὸς τοὺς πεπρακότας ἀναδιδομένων, ἔτι δὲ καὶ πρὸς τοὺς συγκληρονόμους καὶ συντελεστὰς κατὰ τὴν πρώτην νομοθεσίαν. περὶ δὲ τῶν τιμημάτων, σκοπεῖσθαι τὰ πρόσωπα καὶ τὰ πράγματα· καὶ εἰ·· μὲν δυνατὸς ἦν ἢ προσῳκειωμένος δυνατῷ ὁ ἠγορακὼς, εἴτε πολιτικῷ εἴτε ἐκκλησιαστικῷ, τυχὸν ἐπισκόπῳ, ὁ δὲ πωλήσας τῶν ἀπόρων ἐστὶν, ὡς μηδὲ ν ' νομισμάτων εὐπορεῖν, σχολάζειν τὴν ἀπόδοσιν τοῦ τιμήματος. εἰ δὲ ὑπὲρ τὰ ν ' νομίσματα εὐπορεῖ, καὶ οὕτως ἀνεξικάκως μετὰ προθεσμίαν τριετίας ἀποδώσει τὸ τίμημα, τῶν αὐτῶν ἀπολαύων μετὰ τῆς ὁμάδος προνομίων, κἂν σχολάριός ἐστιν ἢ σεκρέτοις ὑπηρετούμενος. εἰ δὲ ὁμὰς ἦν ἡ πωλήσασα, ἀπορεῖ δὲ πρὸς τὴν ἀνάδοσιν, ἐχέτω πρὸς τοῦτο τοσούτων χρόνων προθεσμίαν, δ᾽ ὅσων ἂν ὁ δικάζων ἀπὸ τῶν μελλόντων καρπῶν συλλογίσηται δύνασθαι εὐλυτωθῆναι τὸ τίμημα. εἰ δὲ ὁπωσοῦν δείκνυται ὁ πωλήσας ἢ οἱ πωλήσαντες ἐν τῇ πράσει βίαν ἢ δόλον ὑποστάντες, ἢ πρὸ τῆς πράσεως ὑπὸ τοῦ ἀγοραστοῦ ἢ τῆς φαμιλίας αὐτοῦ ἀδικούμενοι καὶ καταδυναστευόμενοι, μηδὲν ἀναδιδότωσαν, κἂν ὁ ἀγοραστὴς οὐκ ἦν τῶν δυνατωτέρων. τὰ δὲ εὐτελέστερα τῶν μοναστηρίων, καὶ ὅσοι ἀπὸ σπαθαρίων τῶν ἐν τῇ θεοφυλάκτῳ πόλει διατριβόντων καὶ κατωτέρων ἀρχόντων ἔτυχον ἀγοράσαντες χωρὶς οἱασδήποτε βίας καὶ ἀδικίας, μηδὲ προστασίαις δυνατωτέρων διφεντευόμενοι, μὴ μόνον τὰς τιμὰς ἀναλαμβανέτωσαν, ἀλλὰ καὶ τὰς ἐπικερδεῖς δαπάνας, οἷον εἰς ἀμπελώνων καταφυτεύσεις καὶ ὑδρομύλων κατασκευήν· δύνασθαι δὲ καὶ τὰς ὕλας τῶν ἰδίων οἰκημάτων περιαιρεῖν μετὰ τοῦ μὴ βλάψαι τὴν προτέραν κατάστασιν, εἰ μὴ τὴν ὑπὲρ τούτων δαπάνην λαμβάνουσιν. ἀπορίας δὲ οὔσης πρὸς τὴν ἀναστροφὴν τῶν χρεωστουμένων, μεσεγγυᾶσθαι τὰ προεκποιηθέντα ἐπὶ τοσούτων διάστημα χρόνων, μέχρις οὗ ἀπὸ τῆς μελλούσης καθαρᾶς ἐπικαρπίας τὸ ὀφειλόμενον τίμημα ἢ τὸ εἰρημένον ἀνάλωμα δύναται ἐπισυνάγεσθαι· ἢ μᾶλλον κατέχεσθαι μὲν τὸ κτῆμα παρὰ τοῦ ἐκποιησαμένου, εἰς δὲ τὴν συγκομιδὴν τῶν καρπῶν γίνεσθαι πρόνοιαν καὶ παραφυλακὴν πρὸς τὸ περισωθῆναι αὐτοὺς εἰς ἀποπλήρωσιν τοῦ συναλλάξαντος, ἐξουσίαν ἔχοντος καὶ αὐτοῦ τούτων προνοεῖσθαι εἰς τὸ μὴ ἀποβάλλεσθαι τοὺς καρπούς. καὶ εἰ μὲν εὐπορεῖ ἑτέρωθεν ὁ ἐκποιησάμενος διοικεῖσθαι, πάντας ἀναδίδοσθαι πρὸς τὸν συναλλάξαντα· εἰ δὲ μὴ, τὸ ἀνῆκον ἐξ αὐτῶν πρὸς τὴν ἀναγκαίαν χρείαν καὶ γεωργίαν τοῦ ἀγροῦ παρακρατεῖσθαι παρὰ τοῦ ἐκποιησαμένου, τὸ δὲ λοιπὸν ἅπαν εἰς τὸν μετ᾿ αὐτοῦ συναλλάξαντα ἀποκαθίστασθαι.

3

pr.Εἰ δὲ ἐκ τῶν περιφανεστέρων τῆς ὁμάδος πρὸς ἴσους ἢ ὀλίγον ὑποβεβηκότας ἐν ἀξιώμασι, τυχὸν σχολαρίων πρὸς στρατιώτας, ἢ ἐκ τῶν εὐτελεστέρων πρὸς τοὺς μικρόν τι ὑπερέχοντας, οἷον ἀπὸ τῶν ἀστρατεύτων πολιτῶν πρὸς σχολαρίους ἢ σεκρετικοὺς, ἐκποίησις γέγονεν ἢ γενήσεται, μενέτω ἀπαρασάλευτος. ὁμοίως δὲ κἂν δ᾽ ἀνάγκην ἐπικειμένην ἐκ τοῦ δημοσίου ἢ τυχὸν διὰ τὸ ἐν ἄλλῳ τόπῳ βούλεσθαι προικίσαι θυγατέρα ἰδίαν ἑτέρωθεν οὐκ ἔχει τὶς ἀποδοῦναι τὸ πρὸς τὸν δημόσιον ὄφλημα ἢ τὸ ἐπιτεθὲν βάρος ἢ τὴν ὑποσχεθεῖσαν προῖκα ἐν κινητοῖς, καὶ διὰ ταύτην τὴν αἰτίαν δύνασθαι ἐκποίησιν γενέσθαι ἐκ τῶν ἀκινήτων, μόνον μέντοι πρὸς τοὺς συγχωρίτας, ἢ ἐξ ἀνάγκης πρὸς τὰ ὑπὸ τὴν αὐτὴν μητροκωμίαν χωρία ἤτοι ὑπὸ τὴν αὐτὴν κωμητούραν. διὰ τὸν αὐτὸν οὖν τρόπον, καὶ δυνατοῦ προσώπου πιπράσκοντος ἢ ἄλλως ἐκποιουμένου συνεωράθη προτιμᾶσθαι τοὺς χωρίτας, ἐν οἷς εἰσιν ἀνακεκοινωμένοι, ἢ χωρὶς τῆς ἐκείνου νομῆς ἢ τῶν ὑδάτων ἢ τῶν ὀρέων οὐ δύνανται διοικεῖσθαι. ὑπὲρ δὲ τοῦ ἀγοραστοῦ νοεῖται, ἵν᾽ ἐὰν θέλῃ τοῦτο μόνον παρακρατεῖν, τῶν δὲ ἀνακεκοινωμένων ἐκστῆναι, ἔχῃ ἐξουσίαν. εἰ δὲ ἐκ τοῦ ἐκποιουμένου κτήματος ἐστί τι καὶ ἰδιοσύστατον, ἢ τὸ ὅλον ἀναγκάζονται ἀγοράσαι ἢ τοῦ ὅλου ἐξίστασθαι. ἐχέτωσαν δὲ καὶ προθεσμίαν μηνῶν δ΄ εἰς ἐπισύναξιν τοῦ τιμήματος, ὁπόσον ἕτερος δίδωσιν, ἢ μᾶλλον ὁπόσου διατιμᾶται, εἴπερ τοῦτο οἱ ἐξωνούμενοι πένητες ἐπιλέξωνται. Τούτων οὕτως παρὰ τῆς βασιλείας ἡμῶν δογματισθέντων καὶ νομοθετηθέντων, κελεύομέν σοι ὑπαναγνῶναι πᾶσι τοῖς ἐν τῷ θέματι τὴν τοιαύτην ἡμῶν ἐκφώνησιν καὶ νομοθεσίαν, ἀπό τε δυνατῶν προσώπων καὶ ἕως ἐσχάτου καὶ τελευταίου· καὶ κατὰ τὴν ταύτης περιοχὴν καὶ δύναμιν καὶ ἐξετάζειν καὶ διοικεῖν περὶ τῶν πτωχῶν καὶ τῶν δυνατῶν.