JGR III 3.5Impp. Romani, Constantini, Stephani et Constantini de potentibus ab acquisitione praediorum arcendis '. (A.935.)
Τοῦ κυρίου ῥωμανοῦ τοῦ βασιλέως τοῦ πρεσβύτου
Abrir no leitor do IusCommune →0
pr.Impp. Romani, Constantini, Stephani et Constantini. νεαρὰ περὶ τῶν ὑπεισερχομένων δυνατῶν εἰς ἀνακοινώσεις πενήτων. Στίχοι ἰαμβικοί. Νέον νόμον τίθησι ῥωμανὸς ἄναξ, Ὃν καὶ πέπομφε λύτρον ἠδικημένοις. Μηνὶς σεπτεμβρίῳ ἰνδικτιῶνος η΄ ἔτους ἀπὸ κτίσεως κόσμου συμγ ' ῥωμανὸς κωνσταντῖνος στέφανος καὶ κωνσταντῖνος πιστοὶ ἐν θεῷ βασιλεῖς ῥωμαίων.
1
pr.Περὶ τῶν ἀπὸ τῆς προῤῥηθείσης ἰνδικτιῶνος καὶ ἔτους κωλυομένων - προσώπων κατὰ πρᾶσιν ἢ δωρεὰν ἢ κληρονομίαν ἢ ἄλλῳ τινὶ τρόπῳ κτήσασθαί τινα δεσποτείαν ἐν ἀγρῷ ἢ χωρίῳ, καὶ τίς ἡ χρηματικὴ τιμωρία αὐτῶν, καὶ περὶ τῶν οἵτινες προτιμῶνται εἰς τὴν τῶν τοιούτων τοπίων ἀνάληψιν.
2
pr.Περὶ τῶν ἀπὸ τῆς παρελθούσης πρώτης ἰνδικτιῶνος μέχρι τῆς ἐνεστώσης ἐκδιωκομένων προσώπων κατὰ διαφόρους τρόπους ἀπὸ τῶν χωρίων καὶ ἀγρῶν ὧν ἐπεκτήσαντο. καὶ περὶ τῆς τοῦ τιμήματος ἀναστροφῆς καὶ τῶν καλλιεργημάτων καὶ τῆς προτιμήσεως τῶν προσώπων.
3
pr.Περὶ τῶν κατὰ πολλοὺς τρόπους εἰς κρείττονα μετασκευασθέντων τύχην, μένειν καὶ αὐτοὺς ἐν οἷς εἶχον πρὸ τῆς πρώτης ἰνδικτιῶνος καὶ μόνον.
4
pr.Περὶ τῶν ἐκδιωκομένων προσώπων καὶ πρὸς τῆς παρελθούσης πρώτης ἰνδικτιῶνος καὶ φορτικῶν καὶ ἐπαχθῶν καὶ βαρείας τινὰς ἢ συνεχεῖς προξενούντων βλάβας τοῖς πλησίον αὐτῶν πένησι. ε. Περὶ τοῦ δοθέντος τριετοῦς χρόνου ἕνεκεν τῆς ἀναστροφῆς τοῦ τιμήματος, καὶ τῆς ἀπεντεῦθεν ἤδη παραδόσεως τοῦ κτήματος βοήθειαν τῷ ἀπόρῳ πράττειν καὶ τοῖς λοιποῖς τοῖς ἀπὸ τοῦδε τοῦ νόμου προτιμηθεῖσι. 5΄. Περὶ τῶν ἀπὸ τῆς πρώτης ἰνδικτιῶνος μέχρι τῆς ὀγδόης πραθέντων, ἀξίων ὄντων ἐπέκεινα τοῦ διπλασίονος, ἀναστρέφεσθαι ἀναργύρως. ζ. Περὶ τῆς καταδίκης τῶν ἀγορασάντων ἔνδοθεν τοῦ προῤῥηθέντος χρόνου ἔλαττον τῆς δικαίας τιμῆς.
8
pr.Περὶ τοῦ λαβεῖν, ἀλλὰ καὶ λαμβάνειν τὰ μοναστήρια τῶν ὑπὲρ ἀποταγῆς διδομένων τοπίων τὰς τιμὰς, καὶ οὐ τὸν τόπον. ᾿Ανθρώποις ἐστὶ ζηλωτὸν καὶ περισπούδαστον, οἷς μέγα καὶ σεβάσμιον τὸ τῆς παντουργοῦ χειρὸς νομίζεσθαί τε καὶ ὀνομάζεσθαι φιλοτέχνημα, τὸ πρὸς τὴν τοῦ παραγαγόντος μίμησιν τὴν ψυχικὴν παρασκευάζειν διάθεσιν· οἷς δὲ μὴ μέγα τοῦτο μηδὲ μακάριον λελόγισται, τούτοις ἄρα μετὰ τῆς πλάσεως καὶ ὁ τῆς κρίσεως ἐξαρνεῖσθαι πρόκειται λόγος, καὶ ὑπολέλειπται ὡς ἐν γῇ τὸ πᾶν ἀναδεξαμένοις τῆς βιώσεως καὶ μόνης ἐπὶ τῆς γῆς βιοτεύειν αἱρουμένοις τὸ τῆς οἰκείας ἐπιδείκνυσθαι προαιρέσεως. ἐντεῦθεν ἡ πολλὴ τῶν πραγμάτων σύγχυσις, ἐντεῦθεν ἡ μεγάλη τῶν ἀδικημάτων ἐπιφορὰ, ἐντεῦθεν ἡ μεγάλη καὶ μακρὰ τῶν πτωχῶν ταλαιπωρία, καὶ ὁ πολὺς στεναγμὸς τῶν πενήτων, δι οὓς ἀνίσταται κύριος. ἕνεκα γάρ φησι τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος. εἰ θεὸς εἰς ἐκδίκησιν διανίσταται ὁ καὶ πλάσας ἡμᾶς καὶ σώσας καὶ βασιλεύσας, πῶς ἡμῖν ὑπεροφθήσεται καὶ εἰς τέλος ἐπιλησθήσεται; ἐπεὶ μόνους Impp. Romani, Constantini, Stephani et Constantini. τοὺς τῆς βασιλείας ὀφθαλμοὺς εἰς παράκλησιν ὁ πένης προσδέχεται; διὰ ταῦτα εἰς τὴν τούτων ἐκδίκησιν οὐ τὰ πρὸς αὐτοὺς μόνον ἔναγχος τελεσθέντα τε ἢ τολμώμενα ἐξιᾶσθαι διασκοπήσαντες, ἀλλὰ καὶ κοινὴν καὶ διαμένουσαν τῷ πράγματι θεραπείαν ἐπιτιθέμενοι, τὸν παρόντα νόμον ἐξεθέμεθα, οἷονεἰ τινα ἐκβολὴν καὶ καθαρμὸν τῆς ἀπλήστου γνώμης τοῦτον ἐπισκευάσαντες, ὡς μηκέτι τινὰ τῶν οἰκείων ἀλλοτριοῦσθαι νῦν, ὡς μὴ καταδυναστεύεσθαι πένητα, ὡς κοινῆ λυσιτελοῦσαν, καὶ θεῷ εὐαπόδεκτον καὶ τῷ δημοσίῳ πρόσφορον καὶ τῇ πολιτείᾳ χρήσιμον, τὴν χρείαν ἔχειν διασκεψάμενοι. οὐδὲ πάλαι μὲν λαθούσης ἢ τῆς μὴ προσηκούσης τυχούσης ἐπιμελείας τῆς τοιαύτης ὑποθέσεως· δ᾽ ἣν καὶ ψῆφοι καὶ κρίσεις, τὸ κακοῦργον τῆς γνώμης ἀναστέλλουσαι καὶ τὴν τῆς πλεονεκτικῆς χειρὸς ἔκτασιν καταστέλλουσαι, καὶ ἐν πάσαις ταῖς ὑφ᾽ ἡμᾶς τεταγμέναις ἀρχαῖς καταπεφοιτήκασιν. ἀλλ᾽ ἐπεὶ πολύτροπον ἡ κακία καὶ πολυποικιλώτατον, καὶ ἅπασαι μὲν, οὐχ ἥκιστα δὲ πλεονεξία, εἰ μήγε καὶ μᾶλλον, ὡς νόμων καὶ θεσπισμάτων λαβὰς διαδιδράσκειν μηχανᾶσθαι καὶ τὸν ἀλάθητον παρ᾽ οὐδὲν τῆς θείας δίκης τίθεσθαι ὀφθαλμὸν, διὰ ταῦτα νῦν ἀσφαλεστέρας καὶ ἐπιμελεστέρας ἀναγραφῆς ἠξίωται ταῦτα, τῆς τῶν κακουργούντων βουλήσεως τὰ σοφίσματα ῥίπτοντά τε καὶ ἀποτέμνοντα. α΄. Θεσπίζομεν τοιγαροῦν, τοὺς ἐν πάσῃ χώρᾳ καὶ πόλιτείᾳ, ἣν μετὰ θεὸν ἡ ὑφ᾽ ἡμῶν διέπει ἀρχὴ, διάγοντας ἐλευθέραν καὶ ἀνενόχλητον τὴν λαχοῦσαν ἔχειν κατοίκησιν. ἀλλ᾿ εἰ μὲν τοῦτο μένει φυλάττων ὁ χρόνος, ἔστω τῆς τῶν τέκνων ἢ συγγενῶν κληροδοσίας τὸ ἐπίκτημα ἢ τῆς τοῦ κατέχοντος προαιρέσεως τὸ βούλημα συμπληρούμενον. εἰ δὲ, οἷα τῆς ἀνθρωπίνης βιώσεως καὶ τῆς τοῦ χρόνου παλιῤῥοίας, ἀνάγκης ἢ χρείας ἐπικειμένης ἢ καὶ θελήσεως τυχὸν μόνης ὑποτιθεμένης, τὴν τῶν οἰκείων τόπων ὑπεισάγει ἢ μερικῶς ἢ καθόλου ἐκποίησιν, τοῖς τῶν αὐτῶν ἢ καὶ τῶν ὁμορούντων ἀγρῶν ἢ χωρίων οἰκήτορσιν ἡ ἐξώνησις προκείσθω. οὐ μίσει δὲ καὶ φθόνῳ τῶν ἰσχυροτέρων ταῦτα θεσμοθετοῦμεν, ἀλλ᾽ εὐνοίᾳ καὶ προστασίᾳ τῶν πενήτων καὶ κοινῇ σωτηρίᾳ τοῦτο διοριζόμεθα 37. ἀνθ᾽ ὧν γὰρ ἐχρῆν τοὺς ἄρχειν ἐκ θεοῦ λαχόντας, τοὺς δόξῃ καὶ πλούτῳ τῶν πολλῶν ὑπερανεστηκότας, περὶ πολλοῦ τὴν τῶν πενήτων ποιεῖσθαι προμήθειαν, οὗτοι κατάβρωμα τούτους ἔχοντες ὅτι μὴ τάχιον ταῦτα κατέχουσι δυσχεραίνουσιν. εἰ δὲ καὶ μὴ πάντων τὸ τοιοῦτον ἀνοσιούργημα, ἀλλ᾽ ἔστω πᾶσι κοινὸν τὸ τοῦ νόμου συντήρημα, ὡς ἂν μὴ λάθῃ τῷ σίτῳ συνεισφερόμενον τὸ ζιζάνιον. μηδεὶς οὖν μηκέτι μήτε τῶν περιφανῶν μαγίστρων ἢ πατρικίων, μήτε τῶν ἀρχαῖς ἢ στρατηγίαις ἢ πολιτικοῖς ἢ στρατιωτικοῖς ἀξιώμασι τετιμημένων, μήτε μὴν ὅλως τῶν εἰς συγκλήτου βουλὴν ἀπηριθμημένων, μήτε τῶν θεματικῶν ἀρχόντων ἢ ἀπαρχόντων, μήτε τῶν θεοφιλεστάτων μητροπολιτῶν ἢ ἀρχιεπισκόπων ἢ ἐπισκόπων ἢ ἡγουμένων ἢ ἐκκλησιαστικῶν ἀρχόντων ἢ τῶν τὴν προστασίαν καὶ ἐπικράτειαν τῶν εὐαγῶν ἢ βασιλικῶν οἴκων ἐχόντων, ἢ εἰς οἰκεῖον πρόσωπον ἢ τῆς βασιλικῆς περιουσίας ἢ τῆς ἐκκλησίας, ἢ δ᾽ ἑαυτῶν ἢ διὰ παρενθέτου προσώπου τολμήσει μηκέτι εἴτε εἰς χωρίον ἢ εἰς ἀγρὸν, ἢ καθόλου ἢ μερικῶς ὑπεισελθεῖν ἢ ἀγορᾶς ἢ δωρεᾶς ἢ κληροδοσίας ἢ ἄλλης οἱασοῦν προφάσεως αἰτίᾳ, ὡς ἀνισχύρου μὲν διορισθείσης τῆς τοιαύτης προσκτήσεως, ἀναργύρως δὲ τῶν ἐπικτωμένων μετὰ τῆς προσγινομένης καλλιεργίας πρὸς τοὺς κατέχοντας, ἢ τούImpp. Romani, Constantini, Stephani et Constantini. των ἢ συγγενῶν αὐτῶν μὴ προσόντων πρὸς τοὺς τῶν χωρίων ἢ ἀγρῶν οἰκήτο ας χωρεῖν διακελευσθέντων. ἡ γὰρ τῶν τοιούτων ἐπικράτεια προσώπων καὶ τῶν πενήτων τὴν πολλὴν ἐπηύξησε ταλαιπωρίαν, τῷ πλήθει τῶν οἰκετῶν, τῶν μισθαρνούντων, τῶν ἄλλως ἐπιτρεχόντων καὶ συνόντων τὰς ἐπαναστάσεις, τὰς διώξεις, τὰς ἀγγαρείας ἐπάγουσα, τὰς ἄλλως ἐπακολουθούσας θλίψεις καὶ στενοχωρίας, καὶ τὴν τοῦ κοινοῦ διαφθορὰν τοῖς συνορᾶν δυναμένοις οὐ μικρὰν, εἰ μὴ προφθάσας ὁ παρὼν ἀναστείλει νόμος, προεξένησεν. ἡ γὰρ τῶν πολλῶν κατοίκησις πολλὴν δείκνυσι τῆς χρείας τὴν ὠφέλειαν, τὴν τῶν δημοσίων συνεισφορὰν, τὴν τῶν στρατιωτικῶν λειτουργημάτων συντέλειαν· ἃ πάντως ἀπολείψει τοῦ πλήθους ἐκλελοιπότος. καὶ χρὴ τοὺς τῆς πολιτικῆς ἀσφαλείας ἐχομένους καὶ τὸ ταρακτικὸν ἀποτρίβεσθαι, καὶ τὸ βλαβερὸν ἀπωθεῖσθαι καὶ τὴν τοῦ κοινοῦ συνιστᾶν ὠφέλειαν. καὶ ταῦτα μὲν ὁ μετὰ ταῦτα ἐχέτω καιρὸς ὑπὲρ κοινῆς ὠφελείας καὶ καταστάσεως τῶν ἡμετέρων ὑπηκόων. δεῖ δὲ οὐκ ἐπὶ τοῖς μέλλουσι μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι τὴν ἐνδεχομένην ἐπεισάγειν θεραπείαν. πολλοὶ γὰρ ἀφορμὴν ἐμπορίας τὴν τῶν πενήτων λαβόμενοι ἀπορίαν, ἣν ὁ πάντα φέρων χρόνος ἤνεγκε, μᾶλλον δὲ ἡ τῶν ἡμετέρων πληθὺς ἁμαρτημάτων τὴν θείαν ἐκβιαζομένη φιλανθρωπίαν προεξένησεν, ἀντὶ φιλανθρωπίας, ἀντὶ οἴκτου, ἀντὶ χρηστότητος, λιμῷ πιεζομένους ὁρῶντες τοὺς πένητας, οἱ μὲν ἀργυρίῳ οἱ δὲ χρυσίῳ οἱ δὲ σίτῳ ἢ ἄλλαις τισὶν ἐπιδόσεσιν, εὐώνως τὰς τῶν ἀτυχούντων πενήτων ἐξωνήσαντο κτήσεις, βιαιότεροι τῆς προκειμένης ἀνάγκης, καὶ ἐν αὐτοῖς τοῖς μετὰ ταῦτα χρόνοις τοῖς ἀθλίοις τῶν χωρίων οἰκήτορσι γινόμενοι ὥσπερ τὶς λοιμικὴ νοσημάτων ἐπιφορὰ, ἢ σι γαγγραίνης δίκην τῷ τῶν χωρίων ἐπεισφρήσαντες σώματι καὶ τὴν πανωλεθρίαν ἐπισκευαζόμενοι. β΄. Ὅσοι τοίνων ἀπὸ τῆς παρελθούσης πρώτης ἰνδικτιῶνος, ἤτοι τοῦ λιμοῦ καταλαβόντος ἢ παρελθόντος, ἀγρῶν ἢ χωρίων ἐγκρατεῖς γεγόνασιν ἢ μερικῶς ἢ καθόλου ἐν αὐτοῖς κτήσεις προσελάβοντο τῶν περιφανῶν, οὓς ἄνωθεν κωλύεσθαι ἡ παροῦσα συγγραφὴ γράφει, τούτους ἀπολαμβάνοντας τὸ παρ αὐτῶν καταβληθὲν τίμημα ἐκεῖθεν ἐξεοῦσθαι, ἢ παρὰ τῶν πρωτοτύπων δεσποτῶν ἢ παρὰ τῶν κληρονόμων αὐτῶν ἢ συγγενῶν, ἢ τούτων ἀπορούντων, παρὰ τῶν ἄλλως συντελούντων, ἢ καὶ παρὰ τῆς ὁμάδος τῆς τοῦ τιμήματος ἐπιδόσεως προβαινούσης. ὑπὲρ δὲ τῶν ἐπ᾿ αὐτοῖς καλλιεργημάτων, εὐπορούντων μὲν καὶ βουλομένων τῶν εἰρημένων προσώπων καταβαλλομένων τὸ ἀνῆκον, ἀπορούντων δὲ καὶ μὴ βουλομένων, τὰς ὕλας ἐπαναλαμβανομένους ἐπαναχωρεῖν, εἴπερ ἐξ οἰκείων ἐξόδων ταύτας προσέθεντο, καὶ μὴ καὶ αὗται τῆς τῶν πενήτων καὶ περιουσίας καὶ ἐργασίας ἐπιδείκνυνται. ἀλλὰ ταῦτα μὲν περὶ τῆς ὡς εἰκὸς δοκούσης δικαίας ὡς ἐξ ἀγορασίας κτήσεως. δωρεὰς δὲ ἢ κληροδοσίας, ἢ ἄλλας τοιουτοτρόπους καὶ σεσοφισμένας ἐπικτήσεις ἢ ἁρπαγὰς, ἀνισχύρους εἶναι καὶ πάλαι καὶ νῦν διοριζόμεθα, μηδὲν ὑπὲρ αὐτῶν τῶν κακομηχάνων ἐπιζητεῖν δυναμένων, ἀλλὰ προῖκα τοῖς ἰδίοις ἀναδίδοσθαι ταῦτα δεσπόταις, ἢ τυχὸν τούτων ἐξ ἀνθρώπων ἀφανισθέντων, τέκνοις ἢ συγγενέσιν, ἢ καὶ τούτων ἀπολλυμένων, τοῖς συντελεσταῖς παρέχεσθαι. γ΄. Εἰ δὲ καί τινας εὐνοϊκώτερον τὰ τῆς θείας ἐπεῖδε προνοίας ἢ ἄλλοις τισὶν ἀκαταλήπτοις λόγοις πρὸς κρείττονα μετεσκευάσατο τῆς παρούσης βιώσεως κατάστασιν, τῆς ταπεινοτέρας ἀφαρπάσασα τύχης καὶ πρὸς ὑψηλοτέραν μετεωρίσασα, μένειν καὶ αὐτοὺς ἐφ᾿ ἧς ἐξ ἀρχῆς ἔλαχον κληροδοσίας καὶ κατασχέσεως δικαιοῦμεν, καὶ μὴ τὸ μέτρον τῆς οἰκείας παρεκτεινομένους τύχης ἀτυχεστέρους τοὺς πλησιοχώρους λεηλατοῦντας ἀπεργάζεσθαι. τοῦτο γὰρ τῶν ἐν ὕψει καὶ δόξῃ βιωτικῆς λαμπρότητος γαυρουμένων πρὸς τοὺς ταπεινοτέρους τῶν συναλλαγμάτων ἁρμοδιώτερον ἐπίκλημα· τῆς τῶν προσώπων διαφοImpp. Romani, Constantini, Stephani et Constantini. ρᾶς ὡς μὴ κοινὴν καὶ τα συμφέρουσαν καὶ σύμφωνον τὴν πραγματείαν, οὐ λογισμῶν μόνον προλήψει ἀλλὰ γὰρ καὶ πραγμάτων ἀκολουθίᾳ, ἐν πολλοῖς ὁσημέραι ὑποτυπουμένης τε καὶ τρανολογούσης. οἷς πλέον ἐχρῆν ἀνασκοπουμένοις τὰ τῆς θείας πρὸς αὐτοὺς εὐμενείας πρὸς τὸ ὁμόχωρον εὐνοϊκώτερον διατίθεσθαι, καὶ τὸ ἄδηλον τῆς τύχης ὑπολογιζομένους καὶ τὸ τῆς κρίσεως ἄφυκτον μὴ ἅρπαγμα τίθεσθαι τὰς τῶν πλησίον περιουσίας, εἴπερ μὴ βούλοιντο καὶ αὐτοὶ τῷ προκειμένῳ δικαιοῦσθαι κρίματι. δ΄. Τοὺς δὲ πρὸ τῶν ὡρισμένων χρόνων ἐν κατασχέσει τοιούτων κτημάτων γεγονότας, εἴπερ ἐπὶ τῆς αὐτῆς ἐνορῶνται μένοντες καταστάσεως, μένειν καὶ αὐτοὺς συγχωροῦμεν, τῆς τοῦ πλησίον το κτήσεως ἐπίσης τοῖς ἄλλοις τὴν κώλυσιν ἐπιφερομένους. εἰ δὲ φορτικοί τινες καὶ ἐπαχθεῖς πρὸς τοὺς πλησίον διαδείκνυνται, βαρείας τινὰς ἢ συνεχεῖς προξενοῦντες βλάβας τοῖς πένησιν, ἐξωθεῖσθαι τούτους καὶ ἀπελαύνεσθαι, μίσθωμα τῆς χαλεπῆς καὶ ἀπλήστου προαιρέσεως τὴν τῶν οἰκείων ἐκπτωσιν ἀπολαμβάνοντας. ε. Ἡ δὲ τῶν τιμημάτων ἀνάδοσις ἀνωτέρω εἰρημένη ἐμμελεστέρας δεομένη καὶ λεπτοτέρας ζητήσεως, οὐ φαύλης καὶ ἀλογίστου ἔτυχε διακρίσεως. ἐλευθέρας γὰρ καὶ ἀβιάστου συντελεσθείσης τῆς πράσεως καὶ δικαίας ἐνορωμένης τῆς καταβολῆς τοῦ τιμήματος, δικαίως καὶ ὁ τῆς ἀναστροφῆς φυλαχθήσεται λόγος μικρᾷ τινι παρενθήκη θεσπίσματος τὸ τῆς πενίας ἄπορον ἀνακτώμενος, τὸ παρευθὺ μὲν τὴν τῶν τόπων ἀναστροφὴν καὶ ἀπόδοσιν γίνεσθαι πρὸς τοὺς πεπρακότας ἢ κληρονόμους αὐτῶν ἢ συγγενεῖς, τούτων δὲ μὴ ὄντων πρὸς τοὺς συντελεστάς· καὶ εὐπόρων μὲν ὄντων αὐτῶν, ἀνταποδιδόναι τὸ ἐξ ἀρχῆς καταβληθὲν τίμημα, ἀπορούντων δὲ πρὸς τὸ ταχὺ τῆς ἀναδόσεως μὴ προσεκβιάζεσθαι, ὡς μὴ φορτικωτέραν αὐτοῖς ὀφθῆναι καὶ δυσαχθεστέραν τῆς πρὸς τὸ μέλλον ἐλπιζομένης ὠφελείας καὶ ἀσφαλείας τὴν νῦν ἐπιβαρυνομένην εἴσπραξιν. ἄλλως τε δὲ καὶ τὸ περίεργον καὶ ἀνελεύθερον τῆς τῶν πολλῶν γνώμης διὰ τῆς ταχείας εἰσπράξεως οὐκ ἐρυθριάσει μὴ οὐκ ἀπαράθραυστον μένειν τὴν τῶν ὑποτυπωθένἔκβασιν διαμηχανήσασθαι. τοῖς γὰρ ἀπληστίας πάθει καὶ ψυχικῇ πενίᾳ πρὸς τοσοῦτον πορισμὸν προστετηκόσι καὶ μηδὲν αἰσχρὸν τῶν εἰς χρηματισμὸν συντελούντων ὑπολογιζομένοις καὶ τοσαύτης πολυπραγμοσύνης ἐφόδιον την ἐλευθερίαν ἐπιφορτιζομένοις οὐδὲν ἀτόλμητον, οὐδὲν ἀνεπιχείρητον περιλειφθήσεται εἰς τὴν τῆς οἰκείας συμβαλλόμενον προθέσεως συντέλειαν. ἀλλ᾽ εἰς κώλυσιν τῶν καινῶν ἐφευρημάτων καὶ ἐκπλήρωσιν τῶν διορισθέντων ὁ τῆς τριετίας εἰς ἀναμονὴν προκείσθω χρόνος, καὶ τῷ ἀπόρῳ τὴν εὐπορίαν φέρειν δυνάμενος καὶ τὴν ἀπόδοσιν ἀλύπως παρέχειν ταμιευόμενος. δεῖ γὰρ μετὰ τοῦ συμφέροντος καὶ τὸ φιλάνθρωπον συνεξυφαίνεσθαι τοῖς θεσμοθετουμένοις καὶ συνεισφέρεσθαι, καὶ ἄλλως δὲ τοῦ χρόνου ὑπερθέσεως εἰσαχθείσης. ἅπαξ γὰρ τῆς περὶ τούτων ἀποφάσεως ἐξενεχθείσης, τοὺς παρακοῇ τῶν προστεταγμένων ἑαλωκότας οὐ ξένον οὐδὲ νόμων ἀλλότριον τῶν οἰκείων ἐπαπολαύειν πόνων τὰ ἐπίχειρα καὶ τῶν προσόντων ἀλλοτριοῦσθαι δικαιωμάτων. ἀλλὰ γὰρ ἀεὶ φιλανθρώπῳ τὸ αὐστηρὸν τῆς ἀκριβείας κεραννύντες γνώμῃ, ἀντὶ τῆς προσηκούσης ἐκπτώσεως τὴν τῆς τριετίας ἀναβολὴν διωρισάμεθα, μετρίως· μὲν τοὺς ἐξημαρτηκότας κολάζοντες, ἀξίως δὲ καὶ τοὺς ἐλέους τυχεῖν ἀξίους πένητας τῇ ἀναβολῇ ἀγαθύνοντές τε καὶ παρηγορούμενοι, καὶ σύμμετρον ἑκατέροις τὴν θεραπείαν προσφέροντές τε καὶ ἀφοσιούμενοι. 5΄. Ἐπεὶ δὲ καί τινας πρὸς τοσαύτην χρηματισμῶν ἐληλακότας πόθησιν ἀκηκόαμεν, ὡς εὐώνως τὰς τῶν πενήτων, ἀλλὰ γὰρ πῶς εἴπω ἐξωνήσασθαι καὶ μὴ χανδὸν καταπιεῖν; κτήσεις προελέσθαι· τὸ τῆς γνώμης καὶ τῆς πράξεως διάφορον οὐχ ὁμοίαν τῶν προλαβόντων τὴν διάκρισιν ἐξειργάσατο. εἴπερ οὖν εὑρίσκεται ὑπὲρ τὸ διπλάσιον ἡ δικαία τῶν πεπραμένων ἀποτίμησις, ἀναργύρως τοὺς ἀγοράσαντας ἀπελαύνεσθαι. ζ΄. Εἰ δὲ καὶ μὴ πρὸς τοσοῦτον, ὅμως δὲ εἰς περιγραImpp. Romani, Constantini, Stephani et Constantini. φὴν καὶ βλάβην τῶν πεπρακότων, ἔφθασε δὲ τῆς ἐκεῖθεν προσόδου τὸ κέρδος ἐξισωθῆναι τῇ καταβολῇ τοῦ τιμήματος, μηδὲν αὐτοὺς ἕτερον ἐπιζητεῖν. ἐλαττουμένου δὲ, τὸ λεῖπον ἀπολαμβάνειν παρὰ τῶν δικαιουμένων εἰς τὴν τῶν τόπων ἀπόληψιν. ή΄. ᾿Αλλὰ μηδὲ προφάσει μονάσαντός τινος ἢ μονάσαι βουλομένου καὶ τὴν ἰδίαν προσκυρώσαντος τῷ ἱερῷ φροντιστηρίῳ κτῆσιν τὰ καλῶς νῦν· δόξαντα σύγχυσίν τινα δεχέσθω, ἱκανὴν ἐκ τῆς παρούσης διακρίσεως εὐμοιροῦντα τὴν ὠφέλειαν, τὸ τὴν δικαίαν τιμὴν τοῦ κτήματος ἀπολαμβάνειν, εἰ ἀληθῶς σωτηρίας ἕνεκα τοῦτο καὶ μὴ δόλῳ καὶ περιεργίᾳ καὶ σεσοφισμένῃ διαπέπρακται περινοίᾳ. τοῦτο δὲ οὐχ ἧττον εἰς λυσιτέλειαν τῶν ἱερῶν οἴκων ἢ τῶν πενήτων λογισθήσεται, ἀπαλλαττομένων μὲν ἔριδος καὶ φιλονεικιῶν καὶ ἀνελευθέρου κτήσεως, φευγόντων δὲ καὶ οὐκ ἐπιτρεχόντων πτωμάτων αἰτίους εὑρέσεις καὶ κατασχέσεις, ἀνθρώποις τε οὖσι καὶ ἔτι σαρκὶ συνδεδεμένοις καὶ οὐκ ἀναλώτοις μένειν πεπιστευμένοις τοῖς ἀνθρωπίνοις ὀλισθήμασιν. ᾿Αλλὰ ταῦτα μὲν φιλανθρωπότερον διωρίσθη, καὶ τὸ τῆς φιλοκτημοσύνης ἀκόρεστον μετριώτερον ἐπιτιμώμεκα, καὶ τὸ κοινῆ λυσιτελοῦν εἰσηγούμενα, ὡς μηδένα μηκέτι μήτε τῶν περιβλέπτων μαγίστρων ἢ πατρικίων, μήτε τῶν ἀρχαῖς ἢ ἐξουσίαις ἢ ὅλως βασιλικοῖς ἀξιώμασι τετιμημένων, ἢ πολιτικῶν ἢ στρατιωτικῶν ἢ θεματικῶν ἀρχόντων ἢ ἀπαρχόντων, μήτε μητροπολιτῶν ἢ ἀρχιεπισκόπων ἢ ἐπισκόπων ἢ ἡγουμένων ἢ τῶν εὐαγῶν τόπων προεστώτων, ἢ τῶν ἄλλως κοσμικῆς ἢ ἱερατικῆς δόξης τυγχανόντων, ἢ ἀγορᾶς ἢ δωρεᾶς ἢ ἄλλῳ τινὶ τρόπῳ ὑπεισέρχεσθαι εἰς χωρίων ἢ ἀγρῶν κτήσεις. τοὺς γὰρ μετὰ τὴν παροῦσαν διάταξιν τοιοῦτόν τι κατατολμῆσαι βουληθέντας καὶ ἀναργύρως ἐκεῖθεν ἐξελαύνεσθαι κελεύομεν, καὶ τῶν οἰκείων ἐμπονημάτων καὶ καλλιεργημάτων ἀποστερεῖσθαι, καὶ τῷ δημοσίῳ, περιφανεῖς μὲν ὄντας, τὴν τοῦ ἐπικτήματος τιμὴν καταβάλλεσθαι (οὐκ ὠφελείας ἢ συνεισφορᾶς ἕνεκεν τοῦ δημοσίου, οἱ γὰρ τὸ τῶν ἄλλων ἀκόρεστον τῆς φιλοκτημοσύνης ἀναστέλλειν σπουδάζοντες πῶς ἂν· εἰς οἰκεῖον κέρδος τοῦτο ἀνερυθριάστως διορισαίμεθα, οὐ κοινὴν ὠφέλειαν ἀλλ᾿ ἰδίαν ἀλλὰ τῆς τῶν πενήτων ἕνεκα ποιεῖσθαι ἐξελεγχόμενοι; προμηθείας)· τῶν εὐτελεστέρων δὲ καὶ ἀναργύρως ἐκδιωκομένων, καὶ διὰ τῆς προσηκούσης τιμωρίας σωφρονιζομένων. ταῦτα κρατεῖν ὑπὲρ τῆς τῶν ὑπηκόων σωτηρίας βουλόμεθα, ὑπὲρ ὧν πολλὴ καὶ διηνεκὴς ἡμῖν πρόκειται πρόνοια. εἰ γὰρ τοσαύτην ἐθέμεθα τῶν ὑπὸ χεῖρα πρόνοιαν, ὡς μηδενὸς φείσασθαι τῶν συντελούντων εἰς ἐλευθερίαν, δι ἃ καὶ χῶραι καὶ κῶμαι καὶ πόλεις θεοῦ συνεργοῦντος ἡμῖν προσεγένοντο τῶν ὑπεναντίων, αἱ μὲν ἔργον πολέμου γενόμεναι, αἱ δὲ τῷ τούτων ὑποδείγματι καὶ τῷ τῆς ἁλώσεως καὶ πρὸ τῆς πολεμικῆς ἁλοῦσα φόβῳ σάλπιγγος προσρυεῖσαι, καὶ τοσαύτην τοῖς ὑπηκόοις παρασχεθῆναι τῆς πολεμικῆς ἐφόδου τὴν ἐλευθερίαν θεοῦ συνεργοῦντος διηγωνισάμεθα, εὐχῆς καὶ σπουδῆς ἔργον προθέμενοι· οἱ τοίνυν πρὸς τὴν τῶν ἔξωθεν ἐχθρῶν ἐπιφορὰν τοσαῦτα κατεργασάμενοι, τοὺς οἰκείους καὶ ἔνδοθεν ὄντας ἐχθροὺς τῆς φύσεως, τῆς πλάσεως, τῆς εὐνομίας πῶς οὐκ ἀποτριψόμεθα τῷ δικαίῳ τῆς ἐλευθερίας βουλήματι, τῷ τμητικῷ τῆς παρούσης νομοθεσίας καὶ ἐλευθερίας ξίφει, δυσχεραίνοντες καὶ βαρυνόμενοι τὸ ἀκόρεστον, τὴν πλεονεκτικὴν ἀποτέμνοντες προαίρεσιν, καὶ τοῦ ζυγοῦ τῆς τυραννικῆς καὶ βαρείας καὶ χειρὸς καὶ γνώμης ἀπαυχενίζοντες τὸ ὑπήκοον; ταῦτα ἐπὶ τῆς ἑαυτῶν διηνεκῶς μένειν ἰσχύος ἕκαστος τῶν δικάζειν λαχόντων πάρασκευαζέτω, εἰς θεοῦ θεραπείαν καὶ τῆς ἐξ αὐτοῦ βασιλείας ἡμῶν, εἰς κοινὴν λυσιτέλειαν καὶ ὠφέλειαν.