IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.10Imp. Constantini Porphyrogeniti de homicidis et jure asyli. (Inter 945-959.)

Τοῦ αὐτοῦ νομοθεσία ἐν σχήματι μελέτης περὶ τῶν ἑκουσίως φονευόντων καὶ τῇ ἐκκλησίᾳ προσφευγόντων, ὥστε αὐτοὺς μὴ δέχεσθαι.

Abrir no leitor do IusCommune →

0

pr.Ἡ τοῦ μωσέως νομοθεσία κατὰ τοῦ ἀνδροφόνου ἀποφαίνεται, ὅτι ἐκ τοῦ θυσιαστηρίου λήψῃ αὐτόν. τούτῳ γοῦν· τῷ νόμῳ καὶ ὁ ῥωμαϊκὸς καὶ ἡμέτερος κατακολουθῶν τρανῶς ἐγκελεύεται· μοιχοῖς καὶ παρθένων ἅρπαξι καὶ ἀνδροφόνοις καὶ φωρσὶ τόπον ἀσυλίας πρὸς καταφυγὴν μὴ εἶναι· ἡ γὰρ ἐκ τῶν ἱερῶν ἀσφάλεια τοῖς ἀδικουμένοις, οὐχὶ τοῖς ἀδικοῦσι δίδοται. ἐπεὶ δὲ ὁ τοῦτο νομοθετήσας ἐν βασιλεῦσιν ἀοίδιμος ἰουστινιανὸς, ὁ καὶ τὸν πανθαύμαστον τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας κατασκευάσας ναὸν, δέδωκε προνόμιον αὐτῷ δὴ τῷ ἱερῷ τεμένει τόπον ἀσυλίας ἔχειν, οὐ πάντως αὐτὸς τὰ ἑαυτοῦ δ᾽ ἀλλήλων ἀνατρέπεσθαι παρεσκεύασε. νομοθετήσας γὰρ μοιχοῖς καὶ ἀνδροφόνοις καὶ παρθένων ἅρπαξι τόπον ἀσυλίας μὴ εἶναι, οὐδὲν ἐναντίον ὕστερον ἔφη, τοῖς τοιούτοις προσώποις εἶναι τόπον εἰπὼν ἀσυλίας ἐν τῷ παρ᾽ αὐτοῦ κατασκευασθέντι ναῷ· ἀλλ᾽ οἶμαι, ὡς εἴ τις τῶν εὐσεβῶς καὶ φιλοθέως ἐπισκοπούντων τὴν προκειμένην ὑπόθεσιν αὐτόν τε τὸν γεγραμμένον νόμον καὶ τὸν διορισμὸν περὶ τῆς ἀσυλίας, πρόσφορον ποιούμενος τὴν ζήτησιν, συμβιβάσειε, τὴν ἁρμόδιον ἂν εὕροι πρὸς τὰ συμπίπτοντα τῶν πραγμάτων ἀπόφασιν· καὶ συντηρήσει μὲν τὴν ἀσυλίαν, ἐν αἷς ὑποθέσεσι κεκανόνισται, παρόψεται δὲ ταύτην, ἔνθα μὴ δίκαιον εἶναι τόπον ἀσυλίας. ἐπεὶ δὲ πολυσχιδὴς καθίσταταί τις ὁ τῆς μιαιφονίας τρόπος (ἢ γὰρ ἑκουσίως καὶ ἀπὸ προνοίας καὶ παρασκευῆς ἁμαρτάνει τὶς, ὡς ὁ εὐτρεπίζων ξίφος εἰς τὸ φονεῦσαι ἄνθρωπον· ἢ ἀπὸ θυμοῦ, ὡς ἐν ἐφόδῳ, ὅτε σκοπεῖται καὶ τὸ παρ'᾽ αὐτοῦ ἐπιφερόμενον ὅπλον καὶ ἡ ἐγχείρησις· ἢ κατὰ τύχην, ὡς ἐν κυνηγεσίῳ ῥίψας μὲν κατὰ θηρὸς τὸ βέλος, ἄνθρωπον δὲ ἀναιρήσας ἐξ ἀγνοίας, ἢ ἐν μάχῃ μετὰ χειρὸς πλήξας, ἢ ἀπὸ μέθης τινὰ φονεύσας, ὅστις καὶ ἐπὶ πενταετίαν ἐξορίζεται), πρὸς τὰς τοιαύτας διαιρέσεις καὶ τὰς κατὰ μέρος αἰτίας ἔχομεν σαφῶς καὶ κατὰ τὸ προσῆκον καὶ τὴν ἐκ τοῦ νόμου ἀπόφασιν. καὶ ὁ μὲν κατὰ ἄγνοιαν φονεύων οὔτε τὸν κατὰ τῶν ἀνδροφόνων δέδοικε νόμον οὔτε ἀσυλίας χρήζει· ὥσπερ καὶ ὁ ἀπὸ τρυφῆς ἀνελὼν, καὶ ὁ μὴ ἐσχηκὼς γνώμην τοῦ φονεῦσαι ἐὰν φονεύσῃ. ἀλλὰ ταῦτα μὲν ἐν τούτοις περιΐσταται· ἐκεῖνο δέ ἐστι τὸ πολυθρύλλητον ζήτημα τὸ περὶ τοῦ ἑκουσίου καὶ ἐκ προαιρέσεως καὶ προθέ σεως φόνου. τοῦτον γὰρ τὸν ἑκούσιον φόνον οὔτε ἡ μωσέως νομοθεσία συγχωρεῖσθαι ἀξιοῦ οὔτε ἡ ῥωμαϊκὴ ἡ παρὰ τῶν ἁγίων πατέρων ἀποδεχθεῖσα, οὔτε τὶς εὐσεβὴς λογισμὸς ἀνέχεται τὸν κατὰ τοσοῦτον ἀδικήσαντα, ἵνα καὶ ξίφος εὐτρεπίσῃ καὶ διαμελετήσῃ τὸν τοῦ πλησίον θάνατον καὶ τοῦτον τελέσῃ, χρήσασθαι τῇ ἐκ τοῦ ἱεροῦ βοηθείᾳ. οὐκ ἐστὶ τοῦτο, οὐκ ἐστὶ τῶν εὐσεβῶς διανοουμένων· ἀλλὰ δυνατὸν, ὡς εἴρηται, καὶ τοὺς νόμους τηρηθῆναι καὶ φυλαχθῆναι τὸ τῆς ἐκκλησίας προνόμιον. ἡνίκα γὰρ ἂν ἄνθρωπος ἐκ τῆς θείας προνοίας ἐγκαταλειφθεὶς ἀνθρώπου διαμελετήσει θάνατον καὶ τοῦτον ἀπαρτίσει, καὶ ἀφανὴς καὶ ἀνέγκλητος γένηται ὁ παρ᾽ αὐτοῦ καταρτισθεὶς φόνος, εἰς ἑαυτὸν δὲ γενόμενος μετρήσει τὸ μέγεθος τοῦ τολμηθέντος πτώματος καὶ πρὸς ἐξαγόρευσιν ὁρμήσει, λογίζεται δήπου, ποίῳ τρόπῳ ταύτην ἀσφαλῶς ποιήσηται· καὶ λογιζόμενος εὑρίσκει πάντως, ὅτι τοῦ ἐρευνωμένου ἀφανοῦς θανάτου παρ ' αὐτοῦ ἐξαγγελλομένου φωρᾶται, καὶ φωραθεὶς ὡς ἀνδροφόνος ἐκ τοῦ νόμου καὶ τοῦ προσφόρου ἄρχοντος ἢ συλλαμβάνεται ἢ... καὶ διὰ ταῦτα εἰς τὸ ἱερὸν εἰσερχόμενος καὶ τῷ ἱερεῖ προσερχόμενος, καὶ πανταχόθεν ἔχων τὸ ἀσφαλὲς ποιεῖται τὴν ἐξαγόρευσιν, τυχὸν οἵῳ τρόπῳ καὶ οἵᾳ μηχανῇ τὴν τοῦ φονευθέντος κατήρτισεν ἀγνοουμένην σφαγὴν, καὶ ἐπιτυγχάνει τῆς ἀφέσεως. αὕτη γὰρ καὶ ἐστὶν ἀληθῶς καὶ λέγεται ἐξομολόγησις, ἡ τοῦ κεκρυμμένου παραπτώματος αὐθαίρετος δήλωσις· ἡ δὲ περὶ τῆς φανερᾶς καὶ προδήλου πράξεως καὶ μιαιφονίας συγκατάθεσις πῶς καὶ λεχθήσεται ὅλως ἐξομολόγησις; ἐκ τοῦ τοιούτου οὖν συνάγεται καὶ τηρεῖται καὶ ἡ τοῦ νόμου ἀπόφασις καὶ ἡ τοῦ ἱεροῦ ἀσφάλεια. εἰ δὲ αὕτη [μὴ] οὕτω διορισθείη, μάχεται πάντως ἑαυτῷ ὁ τοὺς νόμους ἀθροίσας καὶ γράψας ἰουστινιανὸς, νομοθετήσας μὲν ἀνδροφόνοις μὴ εἶναι ἀσυλίαν, ἐν δὲ τῷ παρ᾽ αὐτοῦ συστάντι ἱερῷ ἀσυλίαν ἔχειν λοιπὸν τοὺς ἀνδροφόνους.