IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.11Imp. Constantini Porphyrogeniti de homicidis et jure asyli secunda. (Inter 945-959.)

Τοῦ αὐτοῦ δευτέρα νομοθεσία περὶ τῶν ἑκουσίως φονευόντων, δεχομένη μὲν αὐτοὺς κατὰ συμπάθειαν παρὰ δύναμιν τῆς πρώτης· ἀειφυγίᾳ δὲ καὶ περιουσίας ἐκπτώσει καταδικάζουσα.

Abrir no leitor do IusCommune →

0

pr.Ταῦτα νομοθετεῖν προῃρήμεθα νῦν, τὸ μὲν αὐστηρὸν τῆς πρὸ ταύτης νομοθεσίας τῇ φιλανθρώπῳ τῶν ἐκκλησιαστικῶν θεσμῶν ἐπιτιμήσει μεταβάλλοντες, τὸ ἀπόλυτον δὲ καὶ ἄνετον τῶν ἐξαμαρτανόντων καὶ διὰ τοῦτο καὶ πρὸς μίμησιν εὔκολον οὐ μόνον τῷ καταδέσμῳ τῶν ἐπιτιμίων ἐξιώμενοι, ἀλλὰ καὶ τῆς προσούσης τῷ φονευτῇ περιουσίας μικροῦ δεῖν ἐκπτώσει· τοῖς μὲν ἀνδροφόνοις αὐτοῖς σωτηρίαν, τῷ κοινῷ δὲ τῆς πολιτείας τὸ μὴ πρὸς τὸν ὅμοιόν τινα ζῆλον ἐλθεῖν κατὰ τὸ λυσιτελὲς προμηθούμενοι, ὡς ἂν δ᾽ ἀμφοτέρων καὶ τὸ δίκαιον σώζηται καὶ τὸ τῶν ἐκκλησιῶν μέγα καὶ θεῖον συντηρῇται προνόμιον, καὶ τὸ πολὺ τῆς μιμήσεως ἀναστέλληται ταῖς τούτων ἀσφαλείαις. α. Τὰ μὲν οὖν περὶ τῆς τοῦ φονέως διαγωγῆς καὶ τῆς εἰσέτι βιώσεως, καθὼς ἡ κανονικὴ ἀκρίβεια τυπώσει, διοικεῖσθαι κελεύομεν. ἀειφυγίᾳ δὲ αὐτὸν διὰ τῆσδε τῆς νομοθεσίας καταδικάζομεν τοῦ τόπου, καθ᾽ ὃν γέγονεν ἡ πλημμέλεια τοῦ φονικοῦ μιάσματος, τοῦτο μὲν κολαζούσῃ τὸν ἁμαρτήσαντα, τοῦτο δὲ μὴ πλείονα τῆς ἀνίας καὶ τοῦ ἀλγήματος αὔξησιν τοῖς τῷ πεφονευμένῳ διαφέρουσι κατεργαζομένῃ· ἴσως δὲ καὶ ἀμφοτέρων οὐκ ἀσυμφόρως, ὡς ἂν μή ποτε τοῦ λελυπηκότος συνεχεῖ ὁράσει καὶ τῇ τοῦ προαποβεβιωκότος μνήμῃ εἰς αὐθαίρετον ἐκδίκησιν οἱ προσήκοντες αὐτῷ παρορμώμενοι κακῷ τὸ κακὸν ἐξιάσασθαι πειραθῶσι, καὶ διπλοῦν ἐργάσωνται τὸ πτῶμα τῆς μιαιφονίας. ἔστω μὲν οὖν ἀειφυγίᾳ πάντως ὁ φονεὺς ἐκεῖθεν καταδικαζόμενος, καὶ μηδέποτε περινοστῶν ἐκεῖ καὶ αὐλιζόμενος ἐν τῇ γῇ, ἢ ἔχανε τὸ τοῦ ἀδίκως ἀναιρεθέντος ἀδελφοῦ ὑποδέξασθαι αἷμα. καὶ τοῦτο πρῶτον μετὰ τὴν ἐκκλησιαστικὴν ἐπιτίμησιν τὸ κατάκριμα δεχέσθω.

2

pr.Πρὸς τούτῳ δὲ καὶ τῆς οἰκείας ἔκπτωσιν ὑφιστάσθω͵ περιουσίας, οὐ τῷ δημοσίῳ προσκυρουμένης. εἰ γὰρ ὑπεστι γαμετὴ τῷ φονευτῇ, τήν τε προῖκα δεῖ καὶ τὰ οἰκεῖα πάντα κομίζεσθαι ταύτην, καὶ ἔτι τὴν πρὸ τοῦ γάμου δωρεάν· εἰ τύχῃ δὲ καὶ θεώρετρον ὑποσχεθεῖσα ἢ ἄλλο τὶ, καὶ τούτου πάντως ἔχειν τὴν ἀνάληψιν καὶ τὴν κυριότητα, παίδων μὴ ὑπόντων. εἰ δὲ ὕπεισι παῖδες, τῆς χρήσεως τῶν γαμικῶν κερδῶν ἀπολαύειν αὐτὴν πασῶν τῶν ἐπὶ τούτοις νομικῶν παρατηρήσεων συντηρουμένων, τῶν δὲ παίδων ἐκ τῆς ἄλλης πατρώας περιουσίας τῷ τρίτῳ κληροδοτουμένων. καὶ εἰ μὲν ὁ φονεὺς οἰκείᾳ προθέσει ἢ τῇ τῶν κανονιζόντων αὐτὸν συμβουλίᾳ καὶ δοκιμασίᾳ πρὸς τὸν μοναχικὸν τὸ πρότερον ἀποσκευαζόμενος μῦσος μετέλθοι βίον, λαμβάνειν τὸ μοναστήριον τὸ τρίτον μέρος τῆς αὐτοῦ περιουσίας, τοῦ λοιποῦ τρίτου μέρους τῇ γυναικὶ καὶ τοῖς τέκνοις φυλαττομένου τοῦ τελευτήσαντος εἰς μικρὰν παραμυθίαν τῆς ἑαυτῶν δυσκληρίας· εἰ δὲ οὐχ ὑπεισι τῷ πεφονευμένῳ παῖδες, τῇ γυναικὶ καὶ τοῖς ἀνιοῦσιν ἐξ ἴσου διαιρουμένου τοῦ τοιούτου τρίτου· γυναικὸς δὲ τοῦ βίου προαπελθούσης, καὶ παίδων ὄντων, τούτους προτιμᾶσθαι τῶν ἀνιόντων· εἰ δὲ μήτε παῖδες μήτε γυνὴ μήτε ἀνιόντες εἰσὶ τῷ ἀναιρουμένῳ, τοὺς ἄλλους ἐκ τοῦ νόμου καλουμένους συγγενεῖς καὶ πρὸς τὴν δήλωσιν μὴ ῥαθυμήσαντας τοῦ ἀδικήσαντος λαμβάνειν τὸ τρίτον. εἰ δὲ πρὸς τὸν μοναχικὸν ὁ φονεὺς μὴ μετέλθοι βίον, οὐ τὸ τρίτον, ἀλλὰ τὸ δίμοιρον τῆς ἐλευθέρας αὐτοῦ περιουσίας κατὰ τὴν εἰρημένην διάταξιν τῷ τοῦ πεφονευμένου κληροδοτεῖσθαι μέρει.

3

pr.Καὶ πρὸς τούτῳ μηδέποτε μηδένα τοιούτῳ ἐγκλήματι ἑαλωκότα ἢ πολιτικὴν ἢ ἄλλην τὴν οἱανοῦν ἀρχὴν ἢ τι πρᾶξιν μεταχειρίζεσθαι, μηδὲ θείας ἀντιγραφῆς ἀξιούμενον· ἀλλ᾽ εἶναι παντοίως ἀτίμους, οἷς καὶ τὸ ζῆν μόνον φιλανθρώπως συγκεχώρηται. πλὴν τοὺς μὲν περιουσίᾳ κακίας μελέτην θεμένους τὴν τοῦ πλησίον σφαγὴν καὶ αὐτὸ τοῦτο προευτρεπισαμένους καὶ παρασκευασαμένους ἐπ᾿ ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς εἰς τὸν τοῦ ἀδελφοῦ θάνατον, πάντως ἀποκείρεσθαι καὶ μοναχοῖς ἐγκαταλέγεσθαι· καὶ οὐ μόνον τὸν ἐπ᾿ αὐτοῖς δοκιμασθέντα χρόνον τῆς μετανοίας, ἀλλὰ καὶ τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν ἐν μοναστηρίῳ διοικονομεῖσθαι. τοὺς δὲ ἄλλως ἑκουσίως μὲν ἀνῃρηκότας, προπετείᾳ δὲ καὶ συναρπαγῇ ἀλογίστου θυμοῦ, οὐ μελέτῃ καὶ προπαρασκευῇ καὶ προβουλίοις τὰ τῆς μιαιφονίας ἐπιδειξαμένους, τὴν μὲν ἀειφυγίαν πρὸς ἅπασι τοῖς ἄλλοις ὑφίστασθαι, οὐ μέντοιγε τὸν μονήρη βίον αἱρεῖσθαι καταναγκάζεσθαι.

4

pr.Οἱ τόποι δὲ τῆς στρατείας, ἤτοι αἱ ὑπὲρ τοῦ στρατεύειν οἰκονομίαι, πρὸς τοὺς κληρονόμους αὐτοῦ παραπεμπέσθωσαν. εἰ δὲ μὴ ἔχει ὁ φονεὺς κληρονόμους, ἕτεροι τοὺς τῆς στρατείας τόπους λαμβάνοντες καὶ εἰς τὴν στρατείαν ὑπηρετήσουσι.