JGR III 3.12Imp. Constantini Porphyrogeniti, ut, si quis intestatus sine liberis decesserit, tertia bonorum Deo consecretur. (Inter 945-959.)
Νεαρὰ τοῦ βασιλέως κυροῦ κωνσταντίνου τοῦ πορφυρογεννήτου περὶ τῶν ἀδιαθέτως τελευτώντων χωρὶς παίδων, ὥστε μὴ τὸ πᾶν τῆς περιουσίας τοῖς ἐκ νόμων καλουμένοις συγγενέσι τυχὸν, ἢ καὶ τούτων μὴ προσόντων τῷ δημοσίῳ προσκυροῦσθαι, ἀλλὰ τούτοις μὲν τὸ δίμοιρον, τὸ δὲ τρίτον τῷ θεῷ ἀφοσιοῦσθαι· ᾧ συνεισάγονται καὶ οἱ δοῦλοι, ἀξιούμενοι ἀπὸ τῆς παρούσης νεαρᾶς ἐλευθερίας.
Abrir no leitor do IusCommune →0
pr.Πολλάκις ἐθαύμασα τῶν τὰς πόλεις συστησαμένων, καὶ νόμους καθ᾽ οὓς προσήκει διαζῆν ὁρισαμένῶν, ὅτι τοῖς τῶν ἀποιχομένων συγγενέσιν, ἔσθ᾽ ὅτε καὶ μηδὲν εἰς ὄνησιν αὐτοῖς περιοῦσιν εἰσενεγκαμένοις καὶ τοῖς ἐνθένδε ἀπιοῦσι παρασχεῖν δυναμένοις, οὐ μὴν ἀλλὰ καὶ βασιλεῦσιν, οἷς δὴ τάχα ὁ ἐκβιοὺς οὐδ᾽ ἐν ἐσχάταις ἦν ὑπηρεσίαις ἐναρίθμιος, ὅτι δὴ τούτοις ἀδιαθέτου τινὸς τελευτήσαντος τὸν κλῆρον τῆς περιουσίας ὡς δή τι μέγα προσκεχαρισμένοις ἐχαρίσαντο, θεῷ δὲ τῷ πάντων πλάστῃ καὶ βασιλεῖ, παρ ' οὗ πᾶν ὅ τι κάλλιστον ἐν ἀνθρώποις, τῷ τὰ πάντα ἡμῖν χαριζομένῳ, ὥστε καὶ, ὃ πάντα νοῦν ὑπερ αίρει, συγκληρονόμους χριστοῦ, κληρονόμους δ᾽ αὐτοῦ ἐνστήσασθαι διὰ χριστοῦ, οὐδὲ τὸ πολλοστὸν γοῦν ἀπονενεμήκασι μέρος, ὥσπερ ἀπόκληρον αὐτὸν δι᾽ ἀμνημοσύνης ἀφέμενοι. ἀλλὰ τὸ μὲν ἀνθρώπους, εἴγε δεῖ τοὺς μὴ τὸν ἑαυτῶν ἐπεγνωκότας ποιητὴν τοῦτο εἰπεῖν, περὶ τούτων οὕτως ἐκθέσθαι, εἰ καὶ μωμητὸν καὶ ἀλόγιστον, ἀλλὰ καινὸν οὐδὲν οὐδ᾽ ἀδόκητον, ἅπαξ ἀποσφαλέντας τοῦ καθήκοντος πρὸς τὸ τῇ ἀρχῇ ἀκόλουθον ἐπισπεύδειν κατάλυμα. ἄνθρωποι δὲ, οἷς ἐστὶν ἐν οὐρανοῖς (ᾗ φησιν ὁ θεῖος ἀπόστολος) τὸ πολίτευμα καὶ κλῆρος ἡ τῶν οὐρανῶν ἐπήγγελται βασιλεία, οἱ χριστοῦ φίλοι καὶ ἀδελφοὶ καὶ (ὦ δεσπότου φιλανθρωπίας) ὑπερβολῆς συγκληρονόμοι εἶναί τε καὶ λογίζεσθαι ἠξιωμένοι, τίνα μὲν ἀνοίας, ποίαν δὲ ἀλογίας ὑπερβολὴν ὑπολείπονται, εἰ τοσούτων τετυχηκότες, ὡς οὐδενὸς ἀπολελαυκότες τῷ εἰς ἀδελφοὺς ἡμᾶς ἀναγράψαντι καὶ συγκληρονόμους τελέσαντι μηδὲ τὴν ἐλάττονά γε μοῖραν τῆς προχωρούσης τοῖς συγγενέσι νομοθετοίημεν ἀποκληροῦν; ὡς ἐστὶν ἄτοπον ἐπιεικῶς, εἶναι μέν τινα παρὰ ἀλόγοις τοῦ μέλλοντος αἴσθησίν τε καὶ πρόνοιαν, ἡμᾶς δὲ λόγῳ τετιμημένους τοσοῦτον τῇ παρούσῃ προστετηκέναι καὶ προσηλῶσθαι ζωῇ, ὡς μηδ᾽ ἐν τοῖς ἀλλοτρίοις (τοῦτο δὴ τὸ ῥᾷστον ἅπασι) τοῦ μέλλοντος μικράν γουν ὑπέρ τε ἡμῶν αὐτῶν καὶ τῶν ἀνεπισκέπτως τελευτώντων ἐπιδείξασθαι πρόνοιαν, ἀλλ᾽ ὃ καὶ εἰρηκότες ἔφθημεν, ἀπολειφθησομένῳ μὲν καὶ ὅσον οὔπω φθαρησομένῳ βασιλεῖ καταλιμπάνεσθαι, τῷ δ᾽ αἰωνίως βασιλεύοντι καὶ πρὸς ὃν ἄπεισιν ὁ τελευτῶν τῆς ἐπιγείου λόγον ὑφέξων ζωῆς, μηδὲν τῆς αὐτοῦ περιουσίας ἐκ νομικῆς ἀφοσιοῦσθαι κυριότητος.
1
pr.Διὰ ταῦτα δὴ τὸν περὶ τούτου προσήκοντα τύπον τοῖς πρὸ ἡμῶν οὐκ οἶδ᾽ ὅπως παρεωραμένον, εἰσηγήσασθαί τε αὐ-· τὸν ἡγησάμεθα δεῖν, καὶ τῷ τε παρόντι βίῳ καὶ τοῖς ἔπειτα δοῦναι τὴν ἐξ αὐτοῦ ὠφέλειαν, καὶ τοῖς ἀθρόον τοῦ βίου μεθισταμένοις πρίν τι περὶ τῶν προσόντων καὶ ὡς ἡ βούλησις αὐτοῖς διαθέσθαι, καὶ τούτοις δὴ ἄρα τὴν ὡς ἐν ἀνθρώποις ἥκουσαν ἐννοῆσαι παραψυχὴν, οἷόν τινα κηδεμόνα τῷ παντὶ πολιτεύματι τόνδε τὸν νόμον καὶ κοινὸν ἐφιστῶντες ἐπίτροπον, δι οὗ θεσπίζομεν, τῶν ὅσα τοῖς πρὸ ἡμῶν ἐπὶ τῇ κληρονομίᾳ τῆς τῶν ἀδιαθέτως τελευτώντων ὥρισται περιουσίας ἀσαλεύτων τηρουμένων, τοῦτο μόνον ὅπερ οὔπω καὶ νῦν ἔγνωμεν θεσμοθετηθὲν προσθέντες, τὸ τρίτον τῆς ἐπιλαγχανούσης μοίρας τοῦ τελευταίας βουλήσεως τετελευτηκότος χωρὶς, τοῦτο μὲν τῆς τοῖς ἐξ ἀδιαθέτου καλουμένοις εἰς κληρονομίαν προσποριζομένης, τοῦτο δὲ τῆς τῷ δημοσίῳ συγγενῶν οὐχ ὑπόντων εἰσκομιζομένης, – τοῦ διμοίρου ἢ τοῖς συγγενέσιν ἢ τῷ δημοσίῳ τηρουμένου ὡς ἔφημεν, τὸ τρίτον τῷ πάντων θεῷ καὶ βασιλεῖ ὑπὲρ τῆς αὐτοῦ τοῦ τελευτῶντος δωρεῖσθαι ψυχῆς· τούτῳ δηλαδὴ τῷ μέρει συναριθμουμένης καὶ τῆς τῶν ὡς εἰκὸς εὑρισκομένων οἰκετῶν διατιμήσεως, καὶ αὐτῶν ἐλευθερουμένων. οὐ γὰρ ὅσιον οὐδὲ βασιλικῆς προνοίας ἀλλ᾽ οὐδ᾽ ἀνθρωπίνης ἁπλῶς γνώμης ἐστὶν ἄξιον, ἐλεεινῶς τοῦ ἐκβιοῦντος τῶν ἀνθρωπίνων ἁρπασθέντος, μηδὲ τῷ τοῦ δεσπότου θανάτῳ τὸν τῆς δουλείας διαῤῥαγῆναι τοῖς δουλωθεῖσι ζυγὸν, ἀλλ᾽ ἐκ τῆς αὐτῶν συμφορᾶς καὶ τοὺς κληρονομοῦντας συγγενεῖς τὴν ἑαυτῶν θεραπείαν ἐπιζητεῖν καὶ τὴν βασιλείαν τῷ ταμείῳ προσόδους ἐπινοεῖν. διὸ δὴ πάλιν ἐπαναλαμβάνοντές φαμεν· εἴ τις ἀδιάθετος τελευτήσει καὶ παίδων οὐχ ὑπόντων ἢ οἱ τούτου συγγενεῖς ἢ μηδὲ τούτων ὄντων ὁ δημόσιος καλοῖτο εἰς κληρονομίαν, τῆς συγκεφαλαιουμένης ἐντεῦθεν ἁπάσης ὑποστάσεως τὸ μὲν δίμοιρον τῷ ἐκ νόμων διαδόχῳ, συγγενεῖ τυχὸν ἢ δημοσίῳ, τὸ δὲ τρίτον ὑπὲρ σωτηρίας τοῦ ἀδιαθέτως τελευτήσαντος ἀνείσθω θεῷ, τῆς διατιμήσεως ἐν βεβαίῳ τῶν ἐλευθερουμένων οἰκετῶν τῷ συγκληρουμένῳ μέρει τῷ θεῷ συλλογιζομένης.
2
pr.Εἰ μέντοιγε ὡς εἰκὸς συμβαίη, τῆς προσούσης τῷ ἀποι· χομένῳ περιουσίας τὸ πλεῖστον ἢ καὶ τὸ πᾶν εἶναι ἐν θεράπουσι, καὶ τοῦτο διορίσαι φιλανθρώπως ἅμα καὶ συμπαθῶς ᾠήθημεν δεῖν, ὥστε μὴ τοὺς μὲν τοῦ τῆς δουλείας ἀνεῖσθαι ζυγοῦ, τοὺς δὲ ἐνταλαιπωρεῖσθαι τούτῳ καὶ κατατρύχεσθαι. ἀλλ᾽ ὅσους ὁ χαλεπός τε καὶ βαρὺς τῆς δουλείας ἐκάκου τε καὶ κατωδύνα κλοιὸς, τούτοις ἅπασιν ὁ παρὼν ἡμῶν ἐλευθερίαν - διδοὺς εὐφραινέτω θεσμὸς, καὶ τῶν δουλικῶν ἁπάντων θεσμῶν ὁμοίως ἀπίτωσαν ἐλεύθεροι. Οὕτω γὰρ καὶ τοῖς ἐκ νόμου τῷ ἀδιαθέτῳ κληρουμένοις τὸ δέον συνορᾶν βουλομένοις οὐκ ἐπιζήμιον, καὶ τοῖς οἰκέταις καὶ τοῖς ἀποιχομένοις σωτήρια, καὶ θεῷ τῷ καὶ ἐκ σμικρῶν ἀφορμῶν τὴν σωτηρίαν ἀνθρώποις οἰκονομοῦντι τὰ ὅσια ἀποπληρώσομεν. καὶ μηδεὶς πρὸς τὸν παρόντα νόμον τοῦ τελευτῶντος ἢ συγγενὲς ἢ βασιλεὺς ὡς τοῦ καθήκοντος ἀποστερούμενος ἀποδυσπετείτω· ἀλλ᾽ ἐκ νῷ πᾶς τις βαλὼν καὶ ἰδιώτης καὶ βασιλεὺς, ὡς ἅπασιν ὁ θάνατος ἀνθρώποις ἄδηλον ἐπίσης καὶ φοβερὸν καὶ οὐκ ἔστιν ὅπως τὶς περὶ τοῦ τέλους βουλεύσηται ἀσφαλῶς, τόνδε τὸν παρόντα νόμον τῆς ἀπαραιτήτου πορείας ἐκείνης λογιζέσθω ἐφοδιαστὴν, καὶ μὴ τὴν ἑτέρων μόνον οὐσίαν χανδὸν ἐπειγέσθω καταπιεῖν· προσεννοείτω δὲ, ὅτι καὶ αὐτὸν ἴσως (τό τε ἀθρόον τῶν ἀνθρωπίνων) ἡ τοῦ θανάτου θερίσει δρεπάνη καὶ πολλῆς ἐκεῖσε τῆς βοηθείας δεήσεται, καὶ εἰ μὴ τῆς τοῦ παρόντος νόμου ἀπολαύσειε χάριτος, οὐδὲ τῆς τυχούσης ἐκεῖ ἐπιτεύξεται παρακλήσεως· οὐ γὰρ σμικρὸν εἰς παρηγορίαν τῷ ἐκβεβιωκότι ἡ εὐπροαίρετος ὡς ἄν τις φαίη καὶ σμικρὰ αὕτη δωρεὰ τῷ θεῷ καὶ φιλανθρώπῳ δεσπότη, πολυτρόπως τὴν ἡμῶν σωτηρίαν ἐκ σμικρᾶς οἰκονομοῦντι φιλοτιμουμένης προφάσεως. ταῦτα τῷ παρόντι ἡμῶν πᾶς τις ἐννοείτω ἐντυγχάνων θεσπίσματι, καὶ τὸν παρόντα νόμον οἷόν τινα βοηθὸν καὶ τὸ γε κρεῖττον εἰπεῖν τῆς ἑαυτοῦ ῥαθυμίας διορθωτὴν, οἷς ἐνδημῶν τῷ βίῳ τὰ τῆς ἐκδημίας οὐ λυσιτελῆ αὑτῷ διέθετο, δεχέσθω ἀσμένως, σωτήριον ὡς γε οἰόμεθα τοῖς τελευταίας χωρὶς τελευτῶσι βουλήσεως, καὶ θεῷ τῷ πάντων βασιλεῖ οὐκ ἀπόβλητον, ἀλλὰ καὶ αὐτῇ τῇ πολιτείᾳ λυσιτελέστατον παρὰ τῆς ἐκ θεοῦ βασιλείας ἡμῶν κυρίῳ τῷ ἡμῶν βασιλεύοντι ἀνατιθέμενον.