JGR III 3.13Imp. Constantini Porphyrogeniti de servis fugitivis aliisque capitulis.
Νεαρὰ ε ' κωνσταντίνου ἡ ἀποκειμένη ἐν τῇ σακέλλῃ.
Abrir no leitor do IusCommune →0
pr.Περὶ φυγῶν ψυχαρίων καὶ ἀπολωλότων κτηνῶν.
1
pr.Ὑπὲρ ἀπολωλότος ψυχαρίου καὶ ἐν τῷ αὐτῷ θέματι εὑρεθέντος παρέχει ὁ δεσπότης νόμισμα ἓν μίλια τέσσαρα. εἰ δὲ ὑπερθεματίσαν εὑρεθῇ, νομίσματα δύο μίλια τέσσαρα. εἰ δὲ δύο ἢ τρία θέματα διελθὸν κρατηθῇ, νομίσματα τρία μίλια τέσσαρα. καὶ πρὸ μὲν τοῦ παρελθεῖν τὸν δωδεκαμηνιαῖον χρόνον μὴ ἐξεῖναι διαπιπράσκειν αὐτὸ ἀλλαχοῦ, ἀλλὰ συντηρεῖν καὶ φυλάττειν ἐν ἀσφαλείᾳ. εἰ δὲ καὶ τῶν δώδεκα μηνῶν παρελθόντων οὐκ ἀναζητηθῇ τὸ ἀπολωλὸς ψυχάριον παρὰ τοῦ κυρίου αὐτοῦ, τότε ἐξεῖναι τῷ εὑρηκότι διαπιπράσκειν αὐτὸ εἰς ἐμφανὲς πρόσωπον ἐπὶ καταβολῇ νομισμάτων ἓξ καὶ μιλίων τεσσάρων. διὰ τοῦτο δὲ οὕτως εὐώνως διαπιπράσκειν, διὰ τὸ μὴ εἶναι τὸν δεσπότην διηνεκῆ, ἀλλὰ πάλιν ἐπ᾿ ἐξουσίας ἔχειν τὸν κύριον αὐτοῦ, ὅταν διαγνῷ, παρέχειν τὰ τοιαῦτα ἓξ νομίσματα μετὰ τῶν τεσσάρων μιλίων, καὶ τὸν ἴδιον ἀπολαμβάνειν οἰκέτην.
2
pr.Ὑπὲρ δὲ κτηνῶν ἀπολωλότων, ἐπὶ μὲν τοῖς μείζοσι καὶ ἁδροτέροις, οἱονεὶ βουσὶ καὶ ἵπποις καὶ ἡμιόνοις, παρέχειν τὸν ἴδιον αὐθέντην μίλια τέσσαρα καὶ λαμβάνειν αὐτά. ἐπὶ δὲ τοῖς μικροτέροις, τουτέστι προβάτοις καὶ χοίροις, μόνοις κείσθω τοῖς κυρίοις αὐτῶν ὃ βούλονται παρέχειν.
3
pr.Χάριν δὲ τῶν ἐπὶ κεφαλῇ τραυμάτων εἴτ᾽ οὖν ἐκτραχωμάτων ἢ πορνείας ἢ μοιχείας ἢ κλοπῆς μηδ᾽ ὁτιοῦν ἀπαιτεῖν. τὰ δὲ κλοπιμαῖα εὑρισκόμενα ἀνασώζεσθαι τοῖς ἰδίοις δεσπό δεσποτῶν δὲ μὴ ὄντων, τῷ δημοσίῳ εἰσκομίζεσθαι. ταις. Impp. Constantini Porphyrogeniti, Romani junioris.
4
pr.Ωσαύτως δὲ καὶ τελευτώντων τινῶν ἀδιαθέτως, καὶ μηδὲ συγγενεῖς ἐχόντων ἕκτου βαθμοῦ, τὰ διαφέροντα αὐτοῖς τῷ δημοσίῳ εἰσκομίζεσθαι. διαθεμένου δὲ, κἂν συγγενεῖς μὴ εὑρίσκονται καὶ ἴδιοι μέχρι τοῦ εἰρημένου βαθμοῦ, φυλάττεσθαι τὰ τῆς διαθήκης. έ. Ωσαύτως δὲ ἀδιαθέτου τετελευτηκότος καὶ συγγενῶν εὑρισκομένων, πρὸς ἐκείνους τὰ τῆς κτήσεως μεταπέμπεσθαι. εἰ δὲ μήτε διάθοιτο μήτε συγγενεῖς ἔχοι ὁ τετελευτηκὼς, τότε τὸ μὲν τρίτον μέρος τῆς αὐτοῦ κτήσεως δίδοσθαι ὑπὲρ λύτρου τῶν ἁμαρτιῶν αὐτοῦ τοῖς ἐν χριστῷ ἀδελφοῖς· τὸ δὲ περιττεῦον τῷ δημοσίῳ εἰσκομίζεσθαι.