JGR III 3.26Imp. Basilii Porphyrogeniti, quae legem Nicephori de monasteriis tollit. (Α. 988.)
Νεαρὰ τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως βασιλείου τοῦ νέου τὴν κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν εὐαγῶν οἴκων νομοθεσίαν τοῦ νικηφόρου βασιλέως τέλεον ἀναιροῦσα.
Abrir no leitor do IusCommune →0
pr.Ἡ ἐκ θεοῦ βασιλεία ἡμῶν καὶ παρὰ μοναχῶν ἐπ᾿ εὐλαβείᾳ καὶ ἀρετῇ μαρτυρουμένων καὶ παρὰ πολλῶν ἄλλων ἀναμαθοῦσα τὴν περὶ τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν εὐαγῶν οἴκων παρὰ τοῦ τῆς βασιλείας ἐπιβάντος κυροῦ νικηφόρου τεθεῖσαν νομοθεσίαν αἰτίαν καὶ ῥίζαν τῶν παρόντων γενέσθαι κακῶν καὶ τῆς οἰκουμενικῆς ταύτης· ἀνατροπῆς καὶ συγχύσεως, ἅτε μὴ πρὸς ἀδικίαν καὶ ὕβριν τῶν ἐκκλησιῶν μόνον καὶ τῶν εὐαγῶν οἴκων ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ γενομένην, ἄλλως τε δὲ καὶ ἔργῳ τοῦτο βεβαιωθεῖσαν (ἐξ ὅτου γὰρ τὰ τῆς τοιαύτης ἐκράτησαν νομοθεσίας, οὐδ᾽ ὁπωσοῦν οὐδ᾽ ὁτιοῦν χρηστὸν ἄχρι καὶ σήμερον τῷ καθ᾽ ἡμᾶς ἀπήντησε βίῳ, ἀλλὰ τουναντίον συμφορᾶς μᾶλλον ἐπέλιπεν εἶδος ὅλως οὐδέν)· θεσπίζει διὰ τοῦ παρόντος εὐσεβοῦς ἐνυπογράφου χρυσοβούλλου, τὸ τὴν ῥηθεῖσαν νομοθεσίαν ἀργεῖν ἀπὸ τῆς παρούσης ταύτης ἡμέρας, ἀκυρόν τε καὶ ἄπρακτον τοῦ λοιποῦ διαμένειν· ἐνεργεῖν δὲ τοὺς πρὸ ταύτης κειμένους περί τε τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν εὐαγῶν οἴκων νόμους, καὶ οὓς ὅ τε ἀοίδιμος τῆς βασιλείας ἡμῶν πάππος, ὅτε πατὴρ ἐκείνου πάλιν, ὅ τε ἐπίπαππος ἄριστά τε καὶ θεοφιλέστατα ἔθησαν. καὶ ὥστε ἀσφαλῆ καὶ ἀμετάθετον εἶναι τὴν παροῦσαν διάταξιν, οἰκείᾳ χειρὶ ὑπος σημηνάμενοι χρυσῷ σφραγίδι ταύτην ὑποσφραγισθῆναι διωρισάμεθα μηνὶ ἀπριλλίῳ δ΄ ἐπινεμήσεως α΄ ἐν ἔτει ςυςς '.