JGR III 3.25Imp. Joannis Tzymischis de vectigali captorum mancipiorum. (Inter 972-975.)
Νεαρὰ νομοθεσία ἰωάννου βασιλέως περὶ τοῦ κομμερκίου τῶν ἁλωσίμων ψυχαρίων.
Abrir no leitor do IusCommune →0
pr.᾿Αδιορίστου καὶ ἀδιαστίκτου τῆς ὑποθέσεως τυγχανούσης τοῦ κομμερκίου τοῦ ἀπὸ τῶν ἁλωσίμων ψυχαρίων ἐπερχομένου τῷ δημοσίῳ, καὶ τοῦ νόμου διαγορεύοντος ἀκομμέρκευτα διαμένειν τὰ ζωγρούμενα παρὰ τῶν στρατιωτῶν καὶ δορύκτητα κατονομαζόμενα, καὶ ποτὲ μὲν τῶν παρὰ τῶν πενεστέρων χειρουμένων στρατιωτῶν μᾶλλον κομμερκευομένων, ποτὲ δὲ τῶν ὀφειλόντων κομμερκεύεσθαι διαβιβαζομένων παρὰ δυνατῶν ἴσως προῖκα καὶ ἀμισθὶ, ὡς ἐκ τούτου ζημίαν μὲν τῷ κοινῷ προξενεῖσθαι, ζημίαν δὲ παντὶ τῷ στρατῷ, ἡ βασιλεία ἡμῶν ἀμφοτέρων προνοουμένη καὶ τὸ μὲν ἄδικον ἐκκόπτουσα εἰ τάχα καὶ περιττὸν, τὸ δὲ δίκαιον βεβαιοῦσα εἰ καὶ ἐνδεέστερον, διεγείρουσα δὲ καὶ τὸ πρόθυμον τοῦ στρατιώτου, ἐκεῖνα βούλεται· ἀπὸ τῆς σήμερον κομμερκεύεσθαι καὶ μὴ, ὅσα παραδηλώσει κατὰ μέρος ὁ κατωτέρω διορισμός.
1
pr.Θεσπίζομεν τοιγαροῦν, ἵνα εἴ τις ἐκ τῶν στρατιωτῶν δρουγγάριος εἴτε κανδοφόρος· εἴτε κόμης εἴτε σχολάριος ἢ ἕτερος οἱοσδήποτε στρατιώτης μικρὸς ἢ μέγας, ταγματικὸς ἢ θεματικὸς, διαπωλήσει ψυχάρια ἢ ἀποχαρίσεταί τινι τῶν συνταξειδαρίων αὐτοῦ, εἴτε καὶ τῷ στρατηγῷ ἢ ἑτέρῳ προέχοντι ἄρχοντι καὶ ἐν τῷ ταξειδίῳ διάγοντι, μὴ ἔχῃ ἐξουσίαν τὶς κομμερκεύειν αὐτά. εἰ δὲ ἐξ αὐτῶν τῶν στρατιωτῶν τινες, εἴτε στρατηγὸς εἴτε τουρμάρχης εἴτε λοιποὶ ἄρχοντες ταγματικοὶ καὶ θεματικοὶ παράσχωσιν ἀνθρώποις αὐτῶν ψυχάρια, καὶ ἀποστείλωσι ταῦτα δωρεᾶς τρόπῳ εἴς τινα πρόσωπα τὰ ἐπὶ τῆς βασιλευούσης διάγοντα ἢ ἔξωθεν διατρίβοντα, ἢ καὶ πολλάκις πρὸς τὸν ἴδιον οἶκόν τε καὶ τὰ κτήματα ἢ καὶ πρὸς συγγενεῖς παραπέμψονται ἀπὸ τούτων, ἵνα μηδὲ αὐτὰ κομμερκεύωνται· πλὴν εἰ ἐξ αὐτῶν τῶν στρατιωτῶν τινες ἐξελθόντες εἰς τὰ ἐμπόριά τε καὶ χωρία τῆς ῥωμαϊκῆς γῆς ἀπεμπολήσουσι ψυχάρια εἰς τοὺς κατὰ τὸν τόπον ἄρχοντας, τοὺς μὴ πάρευρεθέντας ἴσως εἰς ταξείδιον, οὗτοι δὲ (οἱ ἐξωνησάμενοι δηλονότι) θελήσουσι ταῦτα διαπωλῆσαι εἴτε καὶ ἀποχαρίσασθαι προσώποις ἑτέροις, ἵνα παρέχωσι τὸ κομμέρκιον. ἐὰν δέ τινες ἐκ τῶν ἀρχόντων τῶν μὴ ταξειδευόντων ἀνθρώπους αὐτῶν μετὰ τὴν ἐξέλευσιν τοῦ φοσσάτου τὴν γενομένην ἀπὸ τῆς πολεμίας γῆς ἀποστείλωσι τοῦ ἐξωνήσασθαι ψυχάρια, ταῦτα ἵνα κομμερκεύωνται, τῶν ἀγοραστῶν δηλονότι παρεχόντων τὸ κομμέρκιον. καὶ ταῦτα μὲν περὶ τῶν καβαλλαρίων στρατιωτῶν.
2
pr.Περὶ δὲ τῶν πλωΐμων τοῦτο θεσπίζομεν, ἵνα ὅσοι μὲν εὑρίσκονται κάστρα πολιορκοῦντες εἴτε κουρσεύοντες μετὰ τοῦ Impp. Joannis Tzymischis, Basilii Porphyrogeniti. καβαλλαρικοῦ στρατοῦ εἰς πολεμίαν γῆν καὶ ψυχάρια χειρούμενοι, μὴ παρέχωσι τὸ κομμέρκιον· ὅσοι δὲ διερχόμενοι εἰς τὰ ἐμπόριά τε καὶ χωρία ἐξωνήσονται ἀπὸ πραγματευτῶν ἢ καὶ βουλγάρων ψυχάρια, ἢ καὶ ἐξ ἄλλης τῆς οἱασδήποτε προσκτήσονται ὑποθέσεως εἴτε ἀπὸ χαριστικῆς ἔχουσιν, ἵνα κομμερκεύωνται. ἐὰν δὲ μὴ ὄντος πολέμου κατὰ δόλον τινὲς τῶν πλωΐμων ἀπολείψουσι ψυχάρια, ἵνα μὴ μόνον τὸ κομμέρκιον παρέχωσι πρὸς τὸ τοῦ δημοσίου μέρος, ἀλλὰ καὶ εὐθύνην ὑφίστανται. εἰ δὲ συμβῇ πολλάκις ἐπὶ τὸ αὐτὸ εἶναι καὶ πλωΐμους μετὰ τοῦ καβαλλαρικοῦ στρατοῦ, καί τινες ἀπὸ τῶν ἀρχόντων τῶν καβαλλαρίων ψυχάρια διαπωλήσωσιν ἢ καὶ ἀποχαρίσωνταί τισι τῶν πλωΐμων, ἵνα μηδὲ αὐτὰ κομμερκεύωνται.