IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.21Imp. Nicephori Phocae de aedificiis a potentibus in praedio a pauperibus comparato exstructis. (A. 967.)

Νεαρὰ δ ' νικηφόρου περὶ οἰκημάτων.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδήπερ τινὲς τῶν κεκωλυμένων ἀπὸ τῶν νεαρῶν νομοθεσιῶν ἐξωνεῖσθαι καὶ πλατύνεσθαι προσώπων ἔτυχον ἐκ γονικῆς κληροδοσίας ἀκίνητον κτῆσιν ἐν χωρίοις ἢ ἀγριδίοις εἰληφότες, ἐξωνήσαντο δὲ μετὰ ταῦτα ἀπὸ τῶν συγχωριτῶν αὐτῶν σμικρά τινα καὶ ὀλιγοστὰ τόπια, ἐν οἷς οἰκήματα πολύτιμα καὶ ἀπειρομεγέθη ἐδείμαντο πλεῖστα εἰς ἀνοικοδομὴν αὐτῶν καταβαλλόμενοι· δεῖν ᾠήθημεν μὴ διὰ τὰ σμικρὰ ταῦτα καὶ ὀλιγοστὰ τόπια καταστρέφεσθαι τὰς ἐπ᾿ αὐτοῖς δομηθείσας ἀπειρομεγέθεις καὶ πολυτίμους οἰκίας, ἀλλ᾽ ἀντὶ τῶν πεπραμένων τοπίων λαμβάνειν μὲν τοὺς πεπρακότας, εἴπερ ἐν τοῖς ζῶσιν εἰσὶν, ἢ μὴ ὄντων αὐτῶν τοὺς τούτων κληρονόμους ἢ συγκληρονόμους διπλοῦν τὸ ποσὸν τοῦ καταβληθέντος τιμήματος ἢ γῆν διπλασίονα τῆς αὐτῆς τῶν πεπραμένων ποιότητος καὶ ποσότητος οὖσαν, καὶ μὴ ἀποστερεῖσθαι τοὺς ἠγορακότας τῶν ἰδίων ἐμπονημάτων.